Ancient Greek · ~14 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.33.1
Not analysed yet
Ὅτε δὲ Αὔγουστος ἐπεκλήθη ὁ Καῖσαρ, σημεῖον οὐ μικρὸν τότε κατὰ τὴν νύκτα ἐκείνην ἐγένετο· ὁ γὰρ Τίβερις πελαγίσας πᾶσαν τὴν πεδιάδα τῆς Ῥώμης κατέλαβεν ὥστε πλεῖσθαι. καὶ οἶ μάντεις ὅτι τε ἐπὶ μέγα αὐξήσει καὶ ὅτι πάσαν τὴν πόλιν ὑποχειρίαν ἵξει ἐκ τούτου προεῖπον. ὁ δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον ἔπραττεν, ὡς ἐθελόντων ἄρχων, καὶ ἐνομοθέτει. οὐ μέντοι πάντα ἐθελογνωμονῶν ἐνομοθέτει, ἀλλ’ ἔστιν ἃ καὶ ἐς τὸ δημόσιον προετίθει, ὅπως, ἄν τι μὴ ἀρέσῃ, ἐπανορρώσῃ· καὶ προετρέπετο πάντα συμβουλεύειν αὐτῷ εἴ τίς τι ἄμεινον γνοίη αὐτοῦ. καὶ τοὺς ὑπάτους, καὶ ἐκ τῶν ἄλλων ἀρχόντων ἴνα παρ’ ἑκάστων, καὶ ἐκ τοῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα συμβούλους ἐς ἑξάμηνον παρελάμβανεν, ὥστε δι’ αὐτῶν καὶ πᾶσι κοινοῦσθαι τὰ βουλευόμενα. ἔστι δ’ ὅτε καὶ ἐδίκαζε μετ’ αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καθ’ ἑαυτὴν ἡ βουλή, καὶ πρεσβείαις καὶ κηρυκείαις ἐχρημάτιζεν. ὅ τε δῆμος εἰς τὰς ἀρχαιρεσίας συνελέγετο, οὐ μέντοι ἐπράττετό τι ὃ μὴ ἐκείνῳ ἤρεσκε. καὶ τοὺς ἄρξοντας τοὺς μὲν αὐτὸς προεβάλλετο, τοὺς δὲ ἐς τὸ κοινὸν ἐποιεῖτο, ἐπιμελούμενος ὥστε μήτ’ ἀνεπιτήδειοι μήτ’ ἐκ παρακελεύσεως ἢ καὶ ἐκ δεκασμοῦ ἀποδείκνυνται. καὶ ἔθνη τὰ μὲν δι’ ἑαυτοῦ, τὰ δὲ δι’ ἑτέρων τῇ Ῥωμαίων ἡγεμονίᾳ ὑπέταξεν. Ὁ δὲ τῆς Αἰγύπτου ἄρχων Αἴλιος Γάλλος ἐπὶ Ἀραβίαν τὴν εὐδαίμονα καλουμένην, ἧς Σαβὸς ἐβασίλευεν, ἐστράτευσε τότε. καὶ οὐδεὶς μὲν αὐτοῦ ἐνώπιον ἔστη τῶν πολεμίων, οὐ μὴν ἀπόνως προυχώρει. ἥ τε γὰρ ἐρημία καὶ ὁ ἥλιος τά τε ὕδατα φύσιν ἄτοπον ἔχοντα σφόδρα αὐτοὺς ἐταλαιπώρησεν, ὥστε τὸ πλεῖον φθαρῆναι τῆς στρατιάς. τὸ δὲ νόσημα τῇ κεφαλῇ ἐνσκῆπτον ἐξήραινεν αὐτήν, καὶ πολλοὺς μὲν αὐτίκα ἀπώλλυε, τῶν δὲ περιγενομένων ἐς τὰ σκέλη κατῄει, ἅπαν τὸ μεταξὺ τοῦ σώματος ὑπερβαῖνον, καὶ αὐτοῖς ἐλυμαίνετο. ἴαμά τε οὐδὲν ἦν ἢ εἴ τις ἔλαιον οἴνῳ μεμιγμένον ἠλείψατο· τὰ δὲ πάνυ ὀλίγοις ἦν· ἥ τε γὰρ χώρα οὐδέτερον αὐτόν φέρει, κἀκείνοις οὐκ ἄφθονα ταῦτα προπαρεσκεύαστο. κἀν τῷ πόνῳ τούτῳ καὶ οἶ βάρβαροι σφίσιν ἐπιτιθέμενοι τὰ τε χωρία ἃ πρὶν ἀφῄρηντο ἐκομίσαντο, καὶ τοὺς περιλειφθέντας ἐκ τῆς χώρας ἐξήλασαν. Ὁ δ’ Αὔγουστος ἑνδέκατον ὑπατεύσας ἐνόσησεν ὥστε μηδ’ ἐλπίδα σχεῖν σωτηρίας, καὶ ὡς τελευτήσων διέθετο, καὶ διάδοχον μὲν οὐδένα ἀπέδειξε, τῷ Πείσωνι δὲ τάς τε δυνάμεις καὶ τὰς κοινὰς προσόδους εἰς βιβλίον ἐγγράψας ἔδωκε, τῷ δ’ Ἀγρίππᾳ τὸν δακτύλιον ἐνεχείρισεν. Ἀντώνιος δέ τις Μούσας οὕτω κακῶς αὐτὸν διακείμενον ψυχρολουσίαις καὶ ψυχροποσίαις ἀνέρρωσε. διὸ καὶ χρήματα παρ’ αὐτοῦ τε καὶ παρὰ τῆς βουλῆς ἔλαβε, καὶ δακτυλίοις χρυσοῖς, ἀπελεύθερος ὥν, ἐπετράπη κεχρῆσθαι, ἀτέλειάν τε αὐτῷ καὶ τοῖς ὁμοτέχνοις τοῖς οὖσί τε καὶ τοῖς ἐσομένοις παρέσχοντο. οὕτω δὲ σωθεὶς εἰς τὸ συνέδριον τὰς διαθήκας εἰσήνεγκε, καὶ ἀναγνωσθῆναι ἐπέτρεπεν, ἐνδεικνύμενος μένος ὅτι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλέλοιπεν· οὐ μέντοι καὶ ἀνέγνω αὐτάς τις. Λιμοῦ δὲ τῷ ἑξῆς ἔτει καὶ λοιμοῦ γενομένου ἐν πάσῃ τῆ Ἰταλίᾳ, νομίσαντες οἶ Ῥωμαῖοι οὐκ ἄλλως ταῦτα συμβεβηκέναι ἢ ὅτι μὴ καὶ τότε ὑπατεύοντα τὸν Αὔγουστον ἔσχον, δικτάτωρα αὐτὸν ἠθέλησαν προχειρίσασθαι, καὶ τὴν βουλὴν εἰς τὸ συνέδριον κατακλείσαντες ἠνάγκασαν τοῦτο ψηφίσασθαι. καὶ αὐτῷ προσῆλθον δεόμενοι λεχθῆναι δικτάτωρα καὶ τῆς τοῦ σίτου συναγωγῆς ἐπιμελητήν. καὶ ὅς τὴν μὲν τοὐ σίτου φροντίδα ἐδέξατο, τὴν δικτατωρείαν δὲ οὐ προσήκατο, ἀλλ’ ἐπεὶ μήτε διαλεγόμενος αὐτοῖς μήτε δεόμενος ἔπειθε, τὴν ἐσθῆτα διέρρηξεν· ὀρθῶς γὰρ καὶ συνετῶς τὸ μισητὸν τῆς ἐπικλήσεως ἐφυλάξατο καὶ ἐπίφθονον, ὑπὲρ τούς δικτάτωρας ἔχων τὴν ἐξουσίαν καὶ τὴν τιμήν. ἐπιβουλὴν δὲ κατ’ αὐτοῦ συστησαμένων τινῶν, αὐτοί τε καὶ οἱ συνωμόται ἐρήμην ἥλωσαν ὡς φευξόμενοι, οὐ πολλῷ δ’ ὕστερον ἀπεσφάγησαν.