Ancient Greek · ~22 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.34.1
Not analysed yet
Μετὰ ταῦτα δ’ εἰς Σικελίαν ἦλθε. κἀκεῖ ὄντος ὁ δῆμος τῶν Ῥωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, ὡς κἀντεῦθεν δειχθῆναι ὅτι ἀδύνατον ἦν δημοκρατουμένους αὐτοὺς σωθῆναι. οὕτω γὰρ ἐθορύβησαν καὶ ἅπαντα συνετάραξαν ὥστε καὶ τὸν Αὔγουστον ὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι. καὶ ἀγανακτήσας ἐπὶ τούτῳ ὁ Αὔγουστος, καὶ μήτε ἀεὶ τῇ Ῥώμῃ σχολάζειν δυνάμενος μήτ’ αὖ ἄναρχον αὐτὴνξ καταλείπειν τολμῶν, ἐζήτει αὐτῇ ἐπιστῆσαί τινα. καὶ ἔκρινε μὲν τὸν Ἀγρίππαν πρὸς αὐτὸ ἐπιτηδειότατον, βουληθεὶς δὲ καὶ μείζον’ αὐτῷ περιθεῖναι ἀξίωμα, ἵνα ἐκ τούτου ῥᾷον αὐτῶν ἄρχῃ, κατηνάγκασεν αὐτὸν τὴν γυναῖκα ἀφέντα τῇ αὐτοῦ θυγατρὶ συνοικῆσαι τῇ Ἰουλίᾳ, καὶ ἐς τὴν Ῥώμην αὐτίκα ἐπί τε τῷ γάμῳ καὶ ἐπὶ τῇ μεταχειρίσει τῆς πόλεως ἔπεμψε, διά τε τἄλλα καὶ ὅτι Μαικήνας εἶπε τῷ Καίσαρι ὡς “τηλικοῦτον αὐτὸν πεποίηκας ὥστε ἢ γαμ- βρόν σου γενέσθαι χρῆναι ἦι φονευθῆναι. Ἀγρίππας οὖν οἰδοῦντα εὑρὼν ἐν τῇ Ῥώμῃ τὰ πράγματα κατεστήσατο. στήσατο. στήσατο. ὁ δ’ Αὔγουστος τὰ ἐν τῇ Σικελίᾳ διοικήσας εἰς τὴν Ἑλλάδα ἐπεραιώθη, καὶ τὸ Ἑλληνικὸν διαγαγὼν εἰς τὴν Σάμον ἔπλευσε, κἀκεῖ χειμάσας εἰς τὴν Ἀσίαν ἐν τῷ ἔαρι ἐκομίσθη, καὶ τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳ διέταξε, καὶ τοὺς Κυζικηνοὺς ἐδουλώσατο, ὅτι Ῥωμαίους τινὰς μαστιγώσαντες ἔκτειναν· τὸ αὐτὸ δὲ καὶ τοῖς Τυρίοις καὶ τοῖς Σιδωνίοις ἐποίησεν, ἐν τῇ Συρίφ γενόμενος. ἡ Ἰουλία δὲ τὸν Γάιον ἔτεκε. καὶ ὁ Αὔγουστος ἐθνῶν ἡγεμονίας τισὶ δεδωκὼς ἐπανῆλθεν εἰς Σάμον, κἀκεῖ καὶ αὖθις ἐχείμασε καὶ πολλὰ διῴκησεν· ἀφίκοντο γὰρ ἐνταῦθα πρεσβεῖαι πλεῖσται· καὶ οἱ Ἰνδοὶ τότε φιλίαν ἐποιήσαντο, δῶρα πέμψαντες ἄλλα τε καὶ τίγρεις, πρῶτον τότε Ῥωμαίοις ὀφθείσας. αὖθίς τε στάσις ἐν τῇ Ῥώμῃ συνέβη καὶ σφαγαὶ γεγόνασι διὰ τὰς τῶν ὑπάτων ἀρχαιρεσίας. μαθὼν οὖν ταῦθ’ ὁ Καῖσαρ, καὶ συνιδὼν ὅτι οὐδὲν πέρας γενήσεται τοῦ κακοῦ, εἰς τὴν Ρώμην ἠπείχθη καὶ αὐτὸς ἀπέδειξεν ὕπατον. ἐπεὶ δὲ ὑπαντῆσαι αὐτῷ πάντες παρεσκευάζοντο, νύκτωρ εἰς τὴν πόλιν ἀνεκομίσθη· ὃ καὶ πολλάκις ἐποίησε, καὶ ἐξιὼν τοῦ ἄστεος καὶ ἐπανιών, ἴνα μηδενὶ ὀχληρὸς εἴη. εἶτα τῶν τρόπων ἐπιμελητὴς καὶ τιμητὴς εἰς πενταετίαν παρακληθεὶς ἐχειροτονήθη, τὴν δὲ τῶν ὑπάτων τιμὴν διὰ βίου ἔλαβε. τινῶν δ’ αἰτίας σχόντων ἐπιβουλεύειν αὐτῷ καὶ τῷ Ἀγρίππᾳ, ἄλλους μέν τινας ἐδικαίωσε, τὸν δὲ Λέπιδον ἐμίσει μὲν καὶ δι’ ἄλλα καὶ ὅτι ὁ υἱὸς αὐτοῦ ἐπεβούλευσεν αὐτῷ, οὐ μέντοι καὶ ἀποκτεῖναι ἠθέλησεν, ἀλλ’ ἄλλοτε ἄλλως προεπηλάκιζε καὶ ἐχλεύαζεν. ἔθετό τε καὶ ἄλλους νόμους, καὶ τὸ τοὺς δεκάσαντάς τινας ἐπὶ ταῖς ἀρχαῖς ἐς πέντε ἔτη αὐτῶν εἴργεσθαι· τοῖς τε ἀγάμοις καὶ ταῖς ἀνάνδροις ἐπιτίμια ἔταξε, τοῦ δὲ γάμου καὶ τῆς παιδοποιίας ἆθλα ἔθηκε. κἀπειδὴ πολὺ πλεῖον τὸ ἄρρεν τοῦ θήλεος τοῦ εὐγενοῦς ἦν, ἐπέτρεψε καὶ ἀπελευθέρας τοῖς ἐθέλουσι πλὴν τῶν βουλευτῶν ἄγεσθαι, ἔννομον τὴν τεκνοποιίαν αὐτῶν εἶναι κελεύσας. ἐπεὶ δὲ βρέφη τινὲς μνηστευόμενοι τὰς μὲν τῶν γεγαμηκότων ἐκαρποῦντο τιμάς, τὸ δ’ ἔργον αὐτῶν οὐ παρείχοντο, προσέταξε μηδεμίαν ἰσχύειν μνηστείαν μεθ’ ἣν οὐ δύο διελθόντων ἐτῶν γαμήσει τις, τοῦτ’ ἔστι δεκέτιν πάντως ἐγγυᾶσθαι· δώδεκα δὲ ταῖς κόραις ἔτη εἰς τὴν τοῦ γάμου ὥραν πλήρη νομίζεται. ὁ δὲ Ἀγρίππας καὶ ἕτερον υἱὸν ἐκ τῆς Ἰουλίας ἐγείνατο, Λούκιον ὀνομασθέντα· ὃν Αὔγουστος καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Γάιον εἰσεποιήσατο, καὶ διαδόχους τῆς ἀρχῆς αὐτόθεν ἀπέδειξεν, ἵν ἧττον ἐπιβουλεύηται. ἑστιώμενος δέ ποτε παρὰ Πωλίωνι, ἀνδρὶ πλουσίῳ μὲν σφόδρα, ὠμῷ δὲ λίαν καὶ ἀπηνεῖ, ἐπεὶ ὁ οἰνοχόος ἐκείνου κύλικα κρυσταλλίνην κατέαξε καὶ ἐς τὰς μυραίνας ὡρίσθη παρὰ τοῦ δεσπότου ἐμβληθῆναι, ἔτρεφε γὰρ ἐν δεξαμεναῖς τοιαύτας, ἀνθρώπους δεδιδαγμένας ἐσθίειν, καὶ τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε, παρῃτεῖτο τὴν τιμωρίαν ὁ Καῖσαρ τοῦ οἰνοχόου· ὡς δ’ οὐκ ἔπειθε τὸν Πωλίωνα, “φέρε” φησίν “ὅσα τοιαῦτα ἔχεις ἐκπώματα ἢ καὶ ἕτερα ἔντιμα, ἔν αὐτοῖς χρήσωμαι.” κομισθέντα δὲ συνέτριψεν, εἰπὼν ἵνα μὴ διὰ ταῦτα οὕτως κολάζοιντο ἄνθρωποι. ὁ δὲ Πωλίων πρὸς τὸ πλῆθος τῶν ἀπολωλότων τῆς μιᾶς ἐπελάθετο κύλικος, καὶ τὸν οἰνοχόον τιμωρήσασθαι μὴ δυνάμενος, ὅτι ἐπὶ πολλοῖς τὸ αὐτὸ ἐπεποιήκει ὁ Αὔγουστος, καὶ ἄκων ἡσύχασεν. Ἀγρίππας δὲ νοσήσας ἐν Καμπανίᾳ ἀπέθανεν· οὗ ὁ Καῖσαρ παραγενόμενος τό τε σῶμα αὐτοῦ εἰς τὴν ῾Ρώμην ἐκόμισε καὶ ἐν τῇ ἀγορᾷ προθέμενος λόγον ἐπ᾿ αὐτῷ ἀνέγνω καὶ τὴν ἐκφορὰν αὐτοῦ πολυτελῆ ἐποιήσατο καὶ ἐν τῷ ἑαυτοῦ μνημείῳ ἔθαψεν. ὁ δὲ τοῦ Ἀγρίππου θάνατος κοινόν τι τοῖς ῾Ρωμαίοις πένθος ἐγένετο. τά τε γὰρ ἄλλα ἄριστος τῶν καθ᾿ ἑαυτὸν ἀνθρώπων ἐγένετο καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρὸς τὸ ἐκείνου καὶ πρὸς τὸ κοινῇ συμφέρον ἐκέχρητο, καὶ πάσαν τὴν ἑαυτοῦ σοφίαν καὶ ἀνδρείαν εἰς τὰ λυσιτελέστατα παρέχων τῷ Καίσαρι πᾶσαν τὴν παρ᾿ ἐκείνου καὶ δύναμιν καὶ τιμὴν εἰς τὸ τοὺς ἄλλους εὐεργετεῖν ἀνήλισκεν· ὅθεν οὔτ᾿ αὐτῷ ἐπαχθὴς οὔτε τοῖς ἄλλοις ἐπίφθονος ἐχρημάτισε. τούτου μεταλλάξαντος, ἐπεὶ συνεργοῦ πρὸς τὰ πράγματα ἐδεῖτο τὸν Τιβέριον καὶ ἄκων προσείλετο· οἱ γὰρ τοῦ Ἀγρίππου υἱοί, ἔγγονοι δ᾿ αὐτοῦ, ἐν παισὶν ἔτι ἐτέλουν. καὶ ἀποσπάσας ἐκείνου τὴν γυναῖκα, θυγατέρα οὖσαν Ἀγρίππου ἐξ ἄλλης γαμετῆς, τὴν Ἰουλίαν αὐτῷ ἐνεγύησεν. εἶτα διά τε τούτου καὶ διὰ C τοῦ Δρούσου καὶ διὰ Πείσωνος Λουκίου πολλὰ τῶν ἐθνῶν ὑπηγάγετο. ἀργύριον δὲ τῆς τε βουλῆς καὶ τοῦ δήμου εἰς εἰκόνας αὐτοῦ συνενεγκόντων, ἑαυτοῦ μὲν οὐδεμίαν ἔστησεν, Ὑγιείας δὲ δημοσίας καὶ Ὁμονοίας καὶ Εἰρήνης εἰκόνας εἰργάσατο. καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ αὐτῷ ἐκείνῳ προσιόντες οἱ μὲν πλεῖον, οἱ δ᾿ ἧττον ἐδίδοσαν, καὶ ὃς προστιθεὶς ἕτερον τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου, οὐ μόνοις τοῖς βουλευταῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις. τέθνηκε δὲ τότε καὶ ἡ ἀδελφὴ αὐτοῦ Ὀκταβία, καὶ αὐτός τε ἐπ᾿ αὐτῇ δημοσίᾳ προτεθείσῃ ἐπιτάφιον εἶπε καὶ ὁ Δροῦσος· καὶ οἱ βου- λευταὶ πενθήρεις χιτῶνας ἔλαβον, δημοσίᾳ τὸ πένθος ποιήσαντες.