Ancient Greek · ~15 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.35.1
Not analysed yet
Τῷ δ’ ἐχομένῳ ἔτει ὁ Δροῦσος ὑπατεύσας κατ’ ἐθνῶν τινων ἐξεστράτευσε. καί τινα χειρωσάμενος προσωτέρω χωρεῖν ἐπεχείρησε. καὶ γυναικί τινι μείζονι ἢ κατὰ ἀνθρώπου φύσιν ἀπήντησεν ἀπιών, ἥ “ποί δῆτα ἐπείγῃ, Δροῦσε ἀκόρεστε” λέγειν αὐτῷ ἔδοξεν· οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ’ ἄπιθι· ἤδη γάρ σοι καὶ ἡ τοῦ βίου καὶ ἡ τῶν ἔργων πάρεστι τελευτή.” ὑποστρέφοντι δ’ ἐκεῖθεν αὐτῷ νόσος ἐνέσκηψεν, ἐξ ἧς ἐτελεύτησε. πυθόμενος δ’ ὁ αὐτοκράτωρ ὅτι νοσεῖ, τόν Τιβέριον κατὰ τάχος ἔπεμψεν· ὃς ἔμπνουν τε αὐτὸν εὗρε καὶ θανόντα ἐς τὴν Ῥώμην ἐκόμισε. καὶ ἐν τῇ ἀγορᾷ προτεθέντα ὅ τε Αὔγουστος καὶ ὁ Τιβέριος ἐπιταφίοις ἐπῄνεσαν. Νόμους δὲ μετὰ ταῦτα ὁ Καῖσαρ εἰσήνεγκε, καὶ τοῖς βουλευταῖς αὐτοὺς ἀναγνῶναι ἐπέτρεψεν, ὅπως, εἰ μή τι ἀρέσκει ἢ ἄμεινόν τι νοήσουσιν, εἴπωσιν. οὕτω γὰρ δημοκρατικὸς ἠξίου εἶναι ὥστε τινὸς τῶν συστρατευσαμένων αὐτῷ συνηγορήματος παρ’ αὐτοῦ δεηθέντος, τῶν φίλων τινὰ συνειπεῖν αὐτῷ ἔπεμψεν, ὡς αὐτὸς οὐκ ἄγων σχολήν, ἐπεὶ δὲ ὁ τῆς συνηγορίας δεόμενος ἀχθεσθεὶς ἔφη ‘‘ἐγὼ δ’ ὁσάκις ἐπικουρίας ἐδεήθης οὐκ ἄλλον ἀντ’ ἐμαυτοῦ ἔπεμψα, ἀλλ’ αὐτός σου προεκινδύνευσα”, εἰς τὸ δικαστήριόν τε ἐφοίτησε καὶ αὐτῷ συνηγόρησεν. αἰτιαθέντων δέ τινων ἀρχόντων ὡς ἐκ δεκασμοῦ τὰς ἀρχὰς λαβόντων, οὔτ’ ἐξήλεγξε καὶ προσεποιήσατο μηδὲ γνῶναι τοῦτο· οὔτε γὰρ κολάσαι τινὰς διὰ τοῦτο οὔτε συγγνῶναι ἐλεγ- χθεἰσιν ἠθέλησε. τὴν δ᾿ ἡγεμονίαν καίπερ, ὡς ἔλεγεν, ἀφιείς, ἐπειδὴ καὶ τὰ δεύτερα δέκα ἔτη παρῆλθον, ἄκων δῆθεν αὖθις ἐδέξατο, ὡς ἐπὶ τοὺς Κελτοὺς στρατεύσων. καὶ αὐτὸς μὲν οἴκοι κατέμεινεν, ἐπ᾿ ἐκείνους δὲ τὸν Τιβέριον ἔπεμψεν. ὃν ἐπανελθόντα αὐτοκράτορά τε ἀνεῖπε καὶ ὕπατον αὖθις ἀπέδειξε καὶ τοῖς ἐπινικίοις ἐσέμνυνrεν. αὐτὸς δὲ τὸν Σεξτίλιον καλούμενον μῆνα αὔγουστον ἀντωνόμασε. Τοῦ δὲ Μαικήνου τελευτήσαντος ἤλγησε· πολλὰ μὲν γὰρ καὶ ἄλλα ὑπ᾿ αὐτοῦ ὤνητο, μάλιστα δὲ τῆς ὀργῆς, ὅτε ἀκρατέστερον αὐτῇ ἐκέχρητο, παρελύετο καὶ μετήνεκτο πρὸς τὸ ἠπιώτερον. τεκμήριον δέ, δικάζοντός ποτε καὶ πολλὰς ἀποφηναμένου ψήφους θανατικάς, ἐπεχείρησε μὲν ὁ Μαικήνας διώσασθαι τοὺς περιεστῶτας καὶ ἐγγὺς αὐτῷ προσῖλθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐν χάρτῃ μικρῷ “ἀνάστα, δήμιέ, καὶ αὐτὸ εἰς τὸν κόλπον αὐτοῦ ἔρριψεν· ὃ ἐπελθὼν ἐκεῖνος εὐθὺς ἀνέστη καὶ τὰς ψήφους ἠκύρωσεν ἃς τηνικαῦτα ἦν ψηφισάμενος. οὐ γὰρ ἠγανάκτει διορθούμενος θούμενος ὑπὸ τῶν φίλων, ἀλλὰ ἔχαιρε. μέγιστον δὲ τῆς ἀρετῆς τοῦ Μαικήνου δεῖγμα, ὅτι τῷ τε Αὐγουστῳ πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος ᾠκείωτο καὶ τοῖς ἄλλοις ἅπασιν ἤρεσκε, καὶ ὅτι πλεῖστον παρ᾿ αὐτῷ δυνηθείς, ὥστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, αὐτὸς ἐν τῷ τῶν ἱππέων τέλει κατεβίω καὶ οὐχ ὑπερεφρόνησεν. Ὁρῶν δὲ ὁ Αὔγουστος τόν τε Γάιον καὶ τόν Λούκιον τοὺς ἐγγόνους αὐτοῦ, οὓς καὶ υἱοθετήσατο, μὴ τὰ ἤθη ζηλοῦντας αὐτοῦ, οὐ γὰρ ἁβρότερον διῆγον μόνον, ἀλλὰ καὶ ἐθρασύνοντο, καὶ βουληθεὶς βοαὐτοὺς σωφρονεστέρους θέσθαι ὡς ἰδιώτας, τῷ Τιβερίῳ εἰς πέντε ἔτη τὴν δημαρχικὴν ἐξουσίαν ἀπἐ- νεῖμε καὶ τὴν Ἀρμενίαν ἀλλοτριουμένην μετὰ τὸν τοῦ Τιγράνου θάνατον προσεκλήρωσεν. οὐδὲν δ’ ἐκ τούτου ἀπώνατο. οἱ μὲν γὰρ παῖδες παρορᾶσθαι δόξαντες ἤχθοντο, ὁ δὲ Τιβέριος τὴν ὀργὴν αὐτῶν ἐφοβήθη· διὸ οὐδ’ εἰς Ἀρμενίαν ἀπεληλύθει, ἀλλ’ εἰς Ῥόδον ἀφίκετο. τῷ δ’ ἐφεξῆς ἔτει δωδέκατον ὑπατεύων ὁ Αὔγουστος εἰς τοὺς ἐφήβους τὸν Γάιον ἔταξε καὶ ἐς τὸ βουλευτήριον ἄμα εἰσήγαγε καὶ πρόκριτον ἀπέφηνε τῆς νεότητος ἴλαρχόν τε φυλῆς γενέσθαι ἐπέτρεψε. καὶ μετ’ ἐνιαυτὸν καὶ ὁ Λούκιος τὰς τιμὰς ὅσαι τῷ Γαΐῳ τῷ ἀδελφῷ αὐτοῦ ἐδέδοντο ἔλαβεν. ἀθροισθέντος δὲ τοῦ δήμου καὶ ἐπανορθωθῆναί τινα ἀξιοῦντος καὶ τοὺς δημάρχους διὰ τοῦτο πρὸς τὸν Αὔγουστον πέμψαντος, ἦλθεν ἐκεῖνος καὶ περὶ ὧν ἐδέοντο σφίσι συνδιεσκέψατο· καὶ ἐπὶ τούτῳ ἥσθησαν ἅπαντες. τὴν δὲ θυγατέρα Ἰουλίαν ἀσελγαίνουσαν φωράσας ὑπερωργίσθη· καὶ ἐκείνην μὲν εἰς νῆσον ἀπήγαγεν ὑπερόριον, ᾗ καὶ ἡ μήτηρ ἡ Σκριβωνία ἑκοῦσα συνεξέπλευσε, τῶν δὲ δὴ χρησαμένων αὐτῇ τὸν μὲν Ἰούλιον Ἀντώνιον ἔκτεινεν ἄλλους τέ τινας ἐπιφανεῖς ἄνδρας ὡς τῆς μοναρχίας ἐφιεμένους, τοὺς δὲ λοιποὺς εἰς νήσους τινὰς ὑπερώρισε.