Ancient Greek · ~16 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.37.1
Not analysed yet
Ὁ δέ γε Τιβέριος τά τε τῶν πολέμων διῴκει καὶ εἰς τὴν ῾Ρώμην συνεχῶς εἰσεφοίτα, φοβούμενος μὴ ὁ Αὔγουστος ἄλλον τινὰ ἀπόντος αὐτοῦ προτιμήσῃ. κινηθέντων δὲ τῶν Δακῶν καὶ Σαυροματῶν καὶ ἄλλων Παννονικῶν ἐθνῶν, ὁ Τιβέριος πρὸς αὐτοὺς 25 ἀνέστρεψεν ἐκ τῆς Κελτικὴς. καὶ τὸν Γερμανικὸν δὲ ὁ Αὔγουστος ἐκεῖ ἔπεμψεν, ὡς τάχα τοῦ Τιβερίου ταχέως αὐτῶν κρατῆσαι δεδυνημένου, ἑκουσίως δὲ τὸν καιρὸν τρίβοντος, ἵν᾿ ἐν τοῖς ὅπλοις εἴη διὰ τὸν πόλεμον. ἔπεμψε δὲ τὸν Γερμανικόν, ὅτι ὁ Ἀγρίππας ἀπεκηρύχθη ὡς μὴ σωφρονιζόμενος· καὶ ἥ τε οὐσία αὐτοῦ τῷ στρατιωτικῷ ταμείῳ ἀπενεμήθη, κἀκεῖνος εἰς νῆσον περιωρίσθη. πολλὰ μέντοι καὶ ποιήσαντες οἶ Ῥωμαῖοι ἐν τοῖς τῶν ἐθνῶν τούτων πολέμοις, οὐ μείω δὲ καὶ παθόντες, τέλος τὰ μὲν ὁμολογίᾳ ὑπηγάγοντο ,τὰ δὲ μάχαις ἐνίκησαν. ὁ δὲ Τιβέριος ἐς τὴν Ῥώμην ἐπανελήλυθε, καὶ αὖθις παρὰ τοῦ Αὐγούστου εἰς Δαλματίαν ἐστάλη ἀνταιρόντων ἐκεῖ τινων · οὓς μόλις μὲν καὶ σὺν κινδύνοις ,τέως δ' οὖν ἐχειρώσατο, καὶ ὁ Γερμανικὸς ὁμοίως ἑτέρους. Καὶ ὁ μὲν πόλεμος οὗτος τοῦτο ἔσχηκε τέλος ,ἐκ δὲ Γερμανίας ἀγγελία κομισθεῖσα ἑορτάσαι τὰ νικητήρια τοὺς ἐν τῇ Ῥώμῃ ἐκώλυσεν. ἐν γὰρ τῆ Κελτικῇ εἶχον αὐτῆς τινα οἶ Ῥωμαῖοι, οὐχ ὁμοῦ συγκείμενα, ἀλλὰ σποράδην ὡς ἔτυχε χειρωθέντα. καὶ στρατιῶται ἦσαν ἐκεῖ, καὶ πόλεις συνῳκίζοντο ,καὶ οἱ βάρβαροι πρὸς ἔθη Ῥωμαϊκὰ καὶ εὐκοσμίαν μετερρυθμίζοντο. ἴως μὲν οὖν κατὰ βραχὺ καὶ ὁδῷ τινι ἐκ τῶν πατρίων μετήγοντο, οὐκ ἤχθοντο τῇ τοῦ βίου μεταβολῇ · ἐπεὶ δ’ ὁ Οὔαρος ὁ Κυντίλοις τὴν ἡγεμονιαν τῆς Γερμανίας λαβὼν ἔσπευσεν αὐτοὺς ἀθρόον μεταστῆσαι ,καὶ ὡς δουλεύουσι σφίσιν ἐπέταττε καὶ χρήματα ἔπραττεν, οὐκ ἠνέσχοντο, ἀλλὰ δεξάμενοι τὸν Οὔαρον, ὡς τὰ προσταττόμενα ποιήσοντες, πόρρω τοῦ Ῥήνου προήγαγον, καὶ πίστιν αὐτῷ παρέσχον ὡς καὶ ἄνευ στρατιωτῶν δουλεύσοντες. ὁ δὲ πιστεύσας οὔτε τὰ στρατεύματα ὡς ἐν πολεμίᾳ συνεῖχε καὶ ἄλλους ἀλλαχοῦ ἔπεμπε. θαρροῦντος οὖν αὐτοῦ καὶ μή τι δεινὸν ὑποπτεύοντος ἐπανίστανται ,καὶ ἀποκτείναντες τοὺς παρὰ σφίσι στρατιώτας ἐπῆλθον αὐτῷ ἐν ὕλαις δυσεκβάτοις ὄντι μετὰ τῆς περὶ αὐτὸν στρατιᾶς, καὶ ἐξάπινα σφᾶς διὰ τῶν λοχμωδεστάτων, ἔμπειροι τούτων ὄντες, περιεστοίχισαν. καὶ πλεῖστα μὲν καὶ πλειστάκις ἐκάκωσαν, τέλος δὲ τῶν Ῥωμαίων ἀποβαλόντων πολλούς ,τοῖς δὲ βαρβάροις ἀεὶ προστιθεμένων ὁμογενῶν ἑτέρων ,ῥᾷον οἱ Ῥωμαῖοι κυκλούμενοι ἐφονεύοντο, ὥστε καὶ τὸν Οὔαρον καὶ τοὺς λοιποὺς τοὺς λογιμωτάτους τρωθῆναι· οἷ φοβηθέντες μὴ ζωγρηθῶσιν αὐτοὶ ἑαυτοὺς ἀνεῖλον. τοῦτο δὲ γνόντες καὶ οἶ λοιποί, οἱ μὲν τὸν ἄρχοντα ἐμιμήσαντο ,οἱ δὲ τὰ ὅπλα τιθέντες ἐπέτρεπον τῷ βουλομένῳ φονεύειν αὐτούς. ἐκόπτοντο οὖν ἀδεῶς, καὶ τὰ ἐρύματα πάντα κατέσχον οἱ βάρβαροι, ἄτερ ἑνός, περὶ ὃ ἀσχοληθέντες οὔτε τὸν Ῥῆνον διέβησαν οὔτ’ ἐς τὴν Γαλατίαν εἰσέβαλον. ἀλλ’ οὐδ’ ἐκεῖνο χειρώσασθαι ἠδυνήθησαν, ἐπεὶ μήτε πολιορκεῖν ἠπίσταντο καὶ τοξόταις οἱ Ῥωμαῖοι συχνοῖς ἐχρῶντο, ἐξ ὧν καὶ ἀνεκόπτοντο καὶ πλεῖστοι ἀπώλλυντο. μετὰ δὲ τοῦτο πυθόμενοι φυλακὴν τοῦ Ῥήνου τοὺς Ρωμαίους ποιήσασθαι καὶ τὸν Τιβέριον σὺν βαρεῖ προσελαύνειν στρατεύματι, οἱ μὲν πολλοὶ ἀπανέστησαν τοῦ ἐρύματος, οἱ δ’ ὑπολειφθέντες ἀποστάντες αὐτοῦ, ὥστε μὴ αἰφνιδίοις ἐπεξελεύσεσι τῶν ἐντὸς κακοῦσθαι, τὰς ὁδοὺς ἐτήρουν, σπάνει σιτίων αἱρήσειν ἠλπικότες αὐτούς. οἶ δ’ ἐντὸς ὄντες Ῥωμαῖοι, ἕως μὲν εὐπόρουν τροφῆς, κατὰ χώραν ἔμενον, βοήθειαν πρόσ’ δεχόμενοι · ὡς δ’ οὔτε τίς ἐπεκούρει αὐτοῖς καὶ λιμῷ συνείχοντο, ἐξῆλθον νύκτα τηρήσαντες χειμέριον, ἦσαν δὲ στρατιῶται μὲν ὀλίγοι, ἄοπλοι δὲ πολλοί, καὶ τὸ μὲν πρωτον καὶ τὸ δεύτερον φυλακτήκαὶ ριον τῶν βαρβάρων παρῆλθον, πρὸς δὲ τῷ τρίτῳ γενόμενοι ἐφωράθησαν. καὶ πάντες ἂν ἀπώλοντο ἢ καὶ ἑάλωσαν, εἰ μὴ περὶ τὴν τῆς λείας ἁρπαγὴν οἱ βάρβαροι ἐτράποντο, καὶ οἱ σαλπιγκταὶ τροχαῖόν τι συμβοήσαντες δόξαν παρέσχον ὡς ἐπικουρία τοῖς πολιορκουμένοις ἐλήλυθεν· εἶτα καὶ ὡς ἀληθῶς ἐπεκουρήθησαν. ὁ δὲ Τιβέριος διαβῆναι τὸν ῾Ρῆνον οὐκ ἔκρινεν, ἀλλ᾿ ἠτρέμιζεν ἐπιτηρῶν μὴ οἱ βάρβαροι τοῦτο ποιήσωσιν. ἀλλ᾿ οὐδ᾿ ἐκεῖνοι διαβῆναι ἐτόλμησαν, γνόντες αὐτὸν παρόντα. μετὰ ταῦτα δὲ αὐτὸς καὶ ὁ Γερμανικὸς εἰσέβαλον εἰς τὴν Κελτικὴν καί τινα ταύτης κατέδραμον, οὐ μέντοι καὶ μάχῃ ἐνίκησαν οὔτε ἔθνος τι ὑπηγάγοντο, ὅτι μηδ᾿ ᾔει τις ἐς χεῖρας αὐτοῖς, καὶ οὐδ᾿ αὐτοὶ τοῦ ῾Ρήνου πόρρω προήλθοσαν, δεδιότες μὴ καὶ αὖθις σφαλῶσιν, ἀλλ᾿ αὐτοῦ που μέχρι τοῦ μετοπώρου διατρίψαντες ἐπανῆλθον.