Ancient Greek · ~22 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.38.1
Not analysed yet
Ὁ Αὔγουστος δὲ τὰ τῆς μοναρχίας διοικῶν καὶ ὑπέργηρως ἤδη γενόμενος τὸν μὲν Γερμανικὸν ὑπατεύσαντα πρὸ τοῦ στρατηγῆσαι παρακατέθετο τῇ βουλῇ, τὴν δὲ τῷ Τιβερίῳ. ἱπποδρομίας δὲ τελουμένης ἐν τοῖς γενεθλίοις αὐτοῦ ἐμμανής τις ἀνὴρ ἐκάθισεν ἐς τὸν δίφρον τὸν τῷ Ἰουλίῳ Καίσαρι ἀνακείμενον καὶ τὸν ἐκείνου στέφανον περιέθετο· ὃ πάντας ἐτάραξεν ὡς εἰς τὸν Αὔγουστόν τι σημαῖνον. ἀλλὰ καὶ τέρατα πρὸς τοῦτο φέροντα προσέπεσε πλείονα. ὅ τε γὰρ ἥλιος ἅπας ἐξέλιπε καὶ τοῦ οὐρανοῦ πολὺ πυρῶδες φαινόμενον καίεσθαι ἔδοξε καὶ ἀστέρες κομῆται καὶ αἱματώδεις ὤφθησαν· βουλῆς τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης, ἵν εὐχὰς ποιήσωνται, κεκλεισμένον εὕρητο τὸ συνέδριον· καὶ κεραυνὸς εἰς εἰκόνα αὐτοῦ ἐμπεσὼν τὸ πρῶτον γράμμα τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφάνισε. ταῦτα μὲν οὑν ζῶντος ἔτι αὐτοῦ προεφάνη · ὁ δὲ νοσήσας ἐν Νώλῃ μετήλλαξε τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, ζήσας ἕξ ἴτη καὶ ἑβδομήκοντα, τριάκοντα καὶ τεσσάρων ἐνδεουσῶν ἡμερῶν ,μοναρχήσας δὲ ἀφ’ οὑ πρὸς τῷ Ἀκτίῳ ἐνίκησεν ἐνιαυτοὺς πρὸς τέσσαρσι τεσσαράκοντα. ὑπωπτεύθη μέντοι ἐπὶ τῷ θανάτῳ αὐτοῦ ἡ Λιβία, ὅτι πρὸς τὸν Ἀγρίππαν ὁ Αὔγουστος λάθρᾳ ἐς τὴν νῆσον διέπλευσεν, ἔνθα μετὰ τῆς Ἰουλίας τῆς μητρὸς πεφυγάδευτο. δείσασα γὰρ μὴ καταλλαγεὶς ἐπὶ τῇ μοναρχίᾳ αὐτὸν καταγάγῃ, σῦκά τινα ἐπὶ δένδροις ἔτι ὄντα, ἐξ ὧν ὁ Αὔγουστος αὐτοχειρίᾳ συκάζειν εἰώθει, φαρμάξαι λέγεται, καὶ αὐτὴ μὲν τὰ ἀφάρμακτα ἤσθιεν ,ἐκείνῳ δὲ τὰ πεφαρμαγμένα προσέβαλεν. εἶτ’ οὖν οὕτως εἴτ' ἄλλως ἀρρωστήσας τότε τοὺς ἑταίρους συνήθροισε καὶ ἃ ἠβούλετο τούτοις διαλεχθεὶς τέλος ἔφη ὅτι “τὴν Ῥώμην πηλίνην παραλαβὼν λιθίνην ὑμῖν καταλείπω,” τὸ τῆς ἀρχῆς ἰσχυρὸν τοῦ λόγου ἐνδεικνυμένου. οὐ μέντοι τὸν θάνατον αὐτοῦ αὐτίκα ἡ Λιβία ἐξέφηνε, φοβηθεῖσα μή τι νεωτερισθῇ, ἐν Δαλματίᾳ τοῦ Τιβερίου διάγοντος ,ἀλλὰ συνέκρυψεν αὐτὸν μέχρις ἐκεῖνος ἀφίκετο. ἀνακομισθέντος δὲ τοῦ σώματος αὐτοῦ εἰς τὴν Ῥώμην, τὰς διαθήκας αὐτοῦ ὁ Δροῦσος ἐκ τόν ἀετπαρθένων τῶν τῆς Ἑστίας ἱερειῶν, αἷς παρετέθειντο, εἰληφὼς εἰς τὸ συνέδριον εἰσήνεγκε ,καὶ τὰς σφραγῖδας οἱ κατασημηνάμενοι ἐπεσκέψαντο ,καὶ ἀνεγνώσθησαν ἐν ἐπηκόῳ τοῦ συνεδρίου. ἐκομίσθη δ’ εἰς τὸ συνέδριον καὶ βιβλία αὐτοῦ τέσσαρα, ὧν τὸ μὲν ἒν τὰ περὶ τῆς ταφῆς διετάττετο, τὸ δ’ ἕτερον τὰς πράξεις ἃς εἴργαστο διεξῄει, τῷ δὲ τρίτῳ τὰ τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων καὶ τῶν ἀναλωμάτων τῶν δημοσίων συνέταξε καὶ τὸ πλῆθος τῶν ἐν τοῖς θησαυροῖς χρημάτων, τὸ δέ γε τέταρτον ἐντολὰς περιεῖχε τῷ Τιβερίῳ καὶ τῷ κοινῷ ἐπισκήψεις. τούτων δ’ ἀναγνωσθέντων ἡ ἐκφορὰ γέγονε καὶ ἐπιτάφιοι ἐρρήθησαν παρά τε τοῦ Δρούσου καὶ παρὰ τοῦ Τιβερίου· εἶτα ἐκαύθη τὸ σῶμα αὐτοῦ. καὶ πένθος τότε μὲν οὐ πολλοί, ὕστερον δὲ πάντες ἔσχον, μεμνημένοι ὅτι τε πᾶσιν εὐπρόσοδος ἦν καὶ πολλοῖς ἐπήρκει ἐς χρήματα ,καὶ ὅτι λίαν ἐτίμα τοὺς φίλους καὶ χάριτας ὡμολόγει τοῖς αὐτὸν διορθουμένοις ἐφ’ οἷς ἐσφάλλετο· ὥσπερ καὶ τῷ Ἀθηνοδώρῳ ἀνδρὶ σοφῷ ἐπὶ τοιᾷδε αἰτίᾳ. Εὐκατάφορος πρὸς τὰ ἀφροδίσια ἦν ,καί οἱ γυναῖκες ἐκομίζοντο ἃς ἐβούλετο ἐν καταστέγοις φορείοις καὶ οὕτως εἰς τὸν αὐτοῦ εἰσήγοντο θάλαμον, ἐκεῖνος δὲ ταύτας ἐξῆγέ τε καὶ ἐκέχρητο. ἠράσθη γοῦν ποτε γυναικὸς καὶ ἔπεμψε λαβεῖν αὐτήν. ἐν τούτῳ δὲ ὁ Ἀθηνόδωρος ,τῷ τῆς γυναικὸς ἐκείνης ἀνδρὶ συνήθης ὥν, ἔτυχεν ἀπελθὼν τὸν φίλον ὀψόμενος, καὶ ἀσχάλλοντα εὑρὼν κἀκεῖνον καὶ τὴν γυναῖκα, οὐ γὰρ ἠδύναντο ἀντιστῆναι, τὴν αἰτίαν τῆς λύπης ἐπύθετο. καὶ μαθὼν ἠρεμεῖν αὐτοὺς ἐκέλευσεν· αὐτὸς γὰρ ἀπελθεῖν ἔφη πρὸς τὸν Αὔγουστον καὶ τὴν αὐτοῦ ἀποστρέψαι ὁρμήν. καὶ κομισθέντος τοῦ καταστέγου δίφρου ὡς τῆς γυναικὸς ἐν αὐτῷ εἰσελευσομένης, εἰσῆλθεν ὁ Ἀθηνόδωρος, καὶ ξίφος λαβὼν καὶ κατακαλυφθῆναι τὸν δίφρον ἀκριβῶς ἐπιτάξας οὕτω πρὸς τὸν τοῦ Αὐγούστου κεκόμιστο θάλαμον. ἐκείνου δὲ τὸν δίφρον ἀποκαλύπτοντος ξιφήρης ἐκπεπήδηκεν εἰπών εἶτα οὐ φοβῇ μή τίς σε οὕτως εἰσελθὼν ἀποκτείνῃ ”ὁ δ' Αὔγουστος οὐ μόνον οὐκ ὠργίσθη οὐδ’ ἐκάκισε τὸν Ἀθηνόδωρον, ἀλλὰ καὶ χάριν ἔγνω αὐτό καὶ σωφρονέστερος γέγονε. διὰ ταῦτα τοίνυν καὶ ἄλλα δὲ πλείω ἐπόθουν αὐτόν, καὶ τοῦ τοῦ Τιβερίου μετ’ αὐτὸν μοναρχήσαντος οὐχ ὁμοίου ἐπειράθησαν. Ἐν δὲ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς Αὐγούστου μοναρχίας ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς κατὰ τὸν Παμφίλου Εὐσέβιον, ὃς ἐν τῇ Ἐκκλησιαστικῇ ἱστορίᾳ καὶ πεντήκοντα καὶ ἑπτὰ ἔτη αὐτὸν ἱστορεῖ μοναρχῆσαι, τῶν ἄλλων τέσσαρα ἐπὶ τεσσαράκοντα τὰ τῆς μοναρχίας αὐτοῦ ἀριθμούντων ἔτη. γένεται δὲ ἡ διαφωνία ἐντεῦθεν, ὅτι οἶ μὲν ἄλλοι τὴν μοναρχίαν ἐλογίζοντο Καίσαρι ἐξότου ναυμαχίᾳ ἐνίκησε τὸν Ἀντώνιον ἐν Ἀκτίῳ, ὅτε καὶ ὡς ἀληθῶς ἐμονάρχησε, μόνος τῶν Ῥωμαϊκῶν πραγμάτων γενόμενος κύριος, ὁ Εὐσέβιος δὲ καὶ τὸν χρόνον, ὃν συνῆρξε τῷ Ἀντωνίῳ τῇ μοναρχίᾳ προστίθησιν, ὡς καὶ τότε τοῦ Αὐγούστου ὅσα ἐβούλετο πράττοντος, ἐκείνου τῇ Αἰγύπτῳ σχολάζοντος καὶ τῷ τῆς Κλεοπάτρας δουλεύοντος ἔρωτι, δι’ ὃν καὶ ἀπώλετο. οὕτως οὖν καὶ ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς μοναρχίας τοῦ Καίσαρος ἱστόρησεν ὁ Εὐσέβιος τὸν Χριστὸν γεννηθῆναι τὸ κατὰ σάρκα. εἰ γὰρ τεσσαράκοντα καὶ τέσσαρας φαίημεν τοὺς τῆς μοναρχίας ἐνιαυτοὺς γενέσθαι τοῦ Καίσαρος, οὐ κατὰ τὸ τεσσαρακοστὸν δεύτερον ἔτος ἡ ἐπιφάνεια γέγονε τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀλλὰ κατὰ τὸ εἰκοστὸν ἔνατον ἔτος συμβαίνει τεχθῆναι τὸν κύριον. ὡς γὰρ ὁ θεσπέσιος εὐαγγελιστὴς Λουκᾶς ἱστορεῖ, ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος τὸν Χριστὸν ὁ Ἰωάννης ἐβάπτισε· τριάκοντα δ’ ἦν ἐτῶν ὅτε ἐβαπτίσθη, κατὰ τὸν αὐτὸν εὐαγγελιστήν· ὥστε λοιπὸν τοὺς μὲν πεντεκαίδεκα τῶν τριάκοντα ἐνιαυτῶν ἐκ τῶν τῆς αὐταρχίας τοῦ Τιβερίου χρόνων λαμβάνεσθαι, τοὺς δέ γε λοιποὺς πεντεκαίδεκα ἐκ τῶν τοῦ Αὐγούστου τεσσαράκοντα καὶ τεσσάρων καταλογίζεσθαι. συμβαίνει τοίνυν τοὺς ἐξ αὐτῶν περιλιμπανομένους ἐννέα εἶναι καὶ εἴκοσιν. ἐν γοῦν τῷ εἰκοστῷ ἐνάτῳ τῆς ἀκριβοῦς μοναρχίας τοῦ Καίσαρος Αὐγούστου καταλαμβάνεται τεχθῆναι τὸ κατὰ σάρκα ἐκ τῆς ἀειπαρθένου καὶ ἁγίας Μάριας τῆς θεοτόκου ’τον κύριον.