Ancient Greek
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.8.1
Not analysed yet
Ταῦτα εἰς τὴν Ῥώμην ἀπαγγελλόμενα τοὺς ἀνθρώπους ἡδίους ἐποίει, καί τινες ἐπανέστρεφον. πολὺς δὲ γεγονὼς ὁ Καῖσαρ ἤδη ἐπ’ αὐτὸν ἐχώρει Πομπήιον. ὁ δὲ φυγὼν εἰς Βρεντέσιον ἐξέπλευσεν. ἀπορῶν δὲ νηῶν ὁ Καῖσαρ εἰς τὴν ῥώμην ἀνέστρεψε, καὶ πάσης τῆς Ἰταλίας ἀναιμωτὶ κύριος γέγονεν ἡμέραις ἐξήκοντα. εὑρὼν δὲ καὶ τὴν πόλιν καθεστῶσαν, καὶ τῶν ἀπὸ τῆς βουλῆς συχνοὺς ἐν αὐτῆ̣, τούτοις ἐπιεικῆ διειλέχθη, ἀξιῶν αὐτοὺς πρὸς Πομπήιον ἀποστέλλειν ἐπὶ συμβάσεσιν. ἐπείσθη δ’ οὐδείς. τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρημάτων λαμβάνειν, καὶ νόμους προσφέροντος, ἴφη μὴ τὸν αὐτὸν ὅπλων καὶ νόμων εἶναι καιρόν· “δὲ νῦν μὲν ἐκποδὼν ἄπιθι· παρρησίας γὰρ οὐ δεῖται πόλεμος. ὅταν δὲ τὰ ὅπλα κατάθωμαι, τότε δημαγωγήσεις. καὶ ταῦτα ἔφη ‘‘τῶν ἑαυτοῦ δικαίων ὑφιέμενος· ἐμὸς γὰρ εἶ καὶ σὺ καὶ πάντες ὅσους τῶν πρὸς ἐμὲ στασιασάντων συνέλαβον.” μὴ φαινομένων δὲ τῶν κλειδῶν ἐκκόπτειν ἐκέλευεν. αὖθις δὲ τοῦ Μετέλλου κωλύοντος, καί τινων ἐπαι- νούντων, ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μή παύσαιτο, εἰπών “μειράκιον, ἀγνοεῖς ὅτι δυσκολώτερόν ἐστί μοι εἰπεῖν ἢ πραξαι;” Ἐστράτευσε δ’ εἰς Ἰβηρίαν, καὶ τὰς ἐκεῖ δυνάμεις καὶ τὰς ἐπαρχίας ὑφ’ ἑαυτὸν ποιησάμενος οὕτως ἐπὶ Πομπήιον ἤλαυνεν. αἱρεθεὶς δὲ δικτάτωρ ὑπὸ τῆς βουλῆς φυγάδας τε κατήγαγε καὶ ἄλλων ἥψατο πολιτευμάτων. ἐν ἡμέραις δὲ ἕνδεκα τὴν μὲν μοναρχίαν ἀπειπάμενος, ὕπατον δὲ ἀναδείξας ἑαυτὸν καὶ Σερουίλιον Ἰσαυρικόν, εἴχετο τῆς στρατείας. καὶ διαβὰς τὸν Ἰόνιον Ὤρικον καὶ Ἀπολλωνίαν αἴρει. ἐξ Ἀπολλωνίας δὲ κρύφα πάντων εἰς πλοῖον ἐμβὰς δωδεκάσκαλμον ἐν ἐσθῆτι θεράποντος ἀναχθῆναι πρὸς τὸ Βρεντέσιον ἐβουλεύσατο, τοῦ πελάγους ὑπὸ τῶν πολεμίων περιεχομένου στόλοις μεγάλοις. χειμῶνος δὲ ὄντος ὁ πλοῦς ἄπορος ἐδόκει τῷ κυβερνήτῃ, καὶ μεταβαλεῖν ἐκέλευσε τοὺς ναύτας ὡς ἀποστρέψων τό πλοῖον. ὁ δὲ Καῖσαρ ἀναδείκνυσιν ἑαυτόν. καὶ τοῦ κυβερνήτου πρὸς τὴν ὄψιν ἐκπεπληγμένου “τόλμα καὶ μὴ δέδιθι” ἔφη, “Καίσαρα φέρεις καὶ τὴν Καίσαρος τύχην συμπλέουσαν.” Κατέπλευσε δὲ καὶ Ἀντώνιος τὰς δυνάμεις ἄγων. καὶ θαρρήσας Καῖσαρ προυκαλεῖτο Πομπήιον. ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι Πομπηίου μάχαι σποράδες ἐγίνοντο, καὶ περιῆν ὁ Καῖσαρ πάσαις πλὴν μιᾶς, ἐν ᾗ τροπῆς γενομένης μεγάλης ἐκινδύνευσε μὲν ἀπολέσαι τὸ στρατόπεδον, καὶ αὐτὸς δὲ παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν. φεύγοντι γὰρ ἀνδρὶ μεγάλῳ καὶ ῥωμαλέῳ τὴν χεῖρα ἐπιβαλὼν μένειν ἐκέλευε καὶ στρέφεσθαι πρὸς τοὺς πολεμίους· ὁ δὲ μεστὸς ὣν ταραχῆς ἐπῆρε τὴν μάχαιραν ὡς πλήξων αὐτόν, καὶ ἔπληξεν ἄν, εἰ μὴ ὁ τοῦ Καίσαρος ὑπασπιστὴς τὸν ὦμον ἐκείνου φθάσας ἀπέκοψεν. οὕτω δ’ ἀπέγνω τότε Καῖσαρ τὰ καθ’ ἑαυτὸν ὥστε τοῦ Πομπηίου ἔργῳ μεγάλῳ μὴ ἐπιθέντος τέλος, ἀλλὰ καθείρξαντος τοὺς φεύγοντας εἰς τὸν χάρακα καὶ ἀναχωρήσαντος, εἷπεν ὁ Καῖσαρ ‘σήμερον ἡ νίκη παρὰ τοῖς πολεμίοις ἐγένετο ἄν, εἰ τὸν νικῶντα εἶχον. Ἐκεῖθεν δὲ μεταστὰς τὸν στρατὸν εἰς Μακεδονίαν προῆγεν ἐπὶ Σκιπίωνα. τοῦτο τὴν Πομπηίου στρατιὰν ἐπῆρε καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καὶ φεύγοντος Καίσαρος διώκοντας ἕπισθαι. εὐλαβῶς δ’ εἶχε πρὸς τοῦτο Πομπήιος, καὶ ἠξίου τρίβειν καὶ μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν. τὴν δὲ γνώμην μόνος ἐπῄνει Κάτων, φειδοῖ τῶν πολιτῶν. ὅς γε καὶ τοὺς πεσόντας τῶν πολεμίων ὡς εἰς χιλίους ὄντας ἰδὼν ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἶ δ’ ἄλλοι πάντες ἐκάκιζον φυγομαχοῦντα Πομπήιον. ἐντεῦθεν καὶ ἄκων εἰς μάχην ἐχώρει, διώκων τὸν Καίσαρα. ὡς δὲ εἰς τὴν Φαρσαλίαν ἐμβαλόντες ἀμφότεροι ἐστρατοπεδεύσαντο, ὁ μὲν Πομπήιος αὖθις τῆς πρῴην εἴχετο γνώμης, φασμάτων οὐκ αἰσίων αὐτῷ γενομένων καὶ καθ’ ὕπνον ὄψεως τινος, ἐδόκει γὰρ ἑαυτὸν ὁρᾶν ἐν τῷ θεάτρῳ ὑπὸ Ῥωμαίων κροτοῦ μένον, οἶ δὲ περὶ αὐτὸν θρασεῖς ἦσαν καὶ τὴν νίκην ταῖς ἐλπίσι προειληφότες. Ὁ δὲ Καῖσαρ ἠρώτα τοὺς οἰκείους στρατιώτας εἰ καθ’ ἑαυτοὺς αἱροῦνται μαχέσασθαι ἢ περιμένειν καὶ ἑτέρους ἤδη ὄντας ἐγγύς· οἶ δὲ μὴ περιμένειν ἐδέοντο. θύσαντι δὲ τῷ Καίσαρι ὁ μάντις ἐσήμαινε τριῶν ἡμερῶν πρὸς τοὺς πολεμίους κριθήσεσθαι. ἐρομένου δὲ Καίσαρος περὶ τοῦ τέλους τί προορᾷ, μεγάλην εἶπεν ἐπὶ τὰ ἐναντία δηλοῦσθαι μεταβολὴν καὶ μετάπτωσιν· “εἰ μὲν οὖν εὖ πράττεις ἐν τῷ παρόντι, τὴν χείρονα προσδόκα τύχην, εἰ δὲ κακῶς, τὴν ἀμείνονα.”