Ancient Greek · ~14 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.7.1
Not analysed yet
Ἤδη δὲ μέγας ὁ Καῖσαρ γενόμενος καὶ τὴν οἰκείαν δόξαν ἐπάρας ἐκ τῶν κατορθωμάτων, ἀνταγωνιστὴν Πομπηίῳ ἑαυτὸν κατεστήσατο. καὶ Κράσσου ἐν Πάρθοις ἀπολωλότος, ὃς ἔφεδρος αὐτῷ τε καὶ Πομπηίῳ ἐλέλειπτο, καταλύειν ἐμελέτα Πομπήιον, κἀκεῖνος αὖθις τὸν Καίσαρα. τῆς δὲ πολιτείας νοσούσης, καὶ τῶν ἀρχὰς μετιόντων ὠνουμένων αὐτάς, τοῦ δὲ δήμου ὑπὲρ τῶν δεδωκότων οὐ ψήφοις χρωμένων, ἁλλ᾿ ὅπλοις, καὶ τῆς πόλεως ὡς ἀκυβερνήτου κακῶς φερομένης, τοῖς νουνεχεστέροις ἀγαπητὸν ἐδόκει εἰ πρὸς μοναρχίαν ἐκ τοσούτου κλύδωνος καὶ μή τι χεῖρον περισταίη τὸ τῆς Ῥώμης πολίτευμα, ὡς ἄλλως ἀνήκεστα σφίσιν εἶναι τὰ πράγματα· χρῆναι δὲ τοῦ πρᾳοτάτου τῶν ἰατρῶν ἀνασχέσθαι τὸ πάθος τουτὶ φαρμακεύοντος, ὑποδηλοῦντες δὴ τὸν Πομπήιον. κἀκεῖνος μέντοι, εἰ καὶ λόγῳ παραιτεῖσθαι τὴν ἀρχὴν ὑπεκρίνετο, ἀλλ’ οἶς ἐποίει ἔσπευδε δικτάτωρ ἀναδειχθήσεσθαι. ἵνα γοῦν μὴ βιάσαιτο ψηφισθῆναι δικτάτωρ, ὕπατον αὐτὸν μόνον ἡ γερουσία προυβάλετο, τῇ μοναρχίᾳ παρηγορουμένη τούτου τὴν ἔφεσιν. `Ἐκ τούτου πέμπων ὁ Καῖσαρ καὶ αὐτὸς ἐπὶ ὑπατείαν παρήγελλεν. ἐναντιουμένων δ’ ἑτέρων ἐσιώπα Πομπήιος. ὡς δ’ ὁ Καῖσαρ πολλοὺς τὰ αὐτοῦ φρονεῖν ἀνέπεισε χρήμασι, δείσας τὴν σύστασιν ὁ Πομπηιος ἀναφανδὸν δι’ ἑαυτοῦ καὶ τῶν φίλων ἐπραγματεύετο παυθῆναι τὸν Καίσαρα τῆς ἀρχῆς ψηφιζόμενος· ὧν ἐκεῖνος οὐδ’ ὅλως ἐφρόντιζεν. ἠξίου δὲ ὁ Καῖσαρ αὐτόν τε ἅμα καὶ τὸν Πομπήιον καταθεμένους τὰ ὅπλα ἰδιωτεῦσαι καὶ ἄμφω· εἰ δ’ αὐτὸν μὲν ἀφαιροῦνται τὴν ἀρχήν, ἐκείνῳ δὲ βεβαιοῦσι, τὸν ἕτερον κατασκευάζουσι τύραννον. λέγεται δέ τινα τῶν παρὰ Καίσαρος σταλέντων ταξιαρχῶν, μαθόντα μὴ διδόναι τὴν γερουσίαν τῆς ἀρχῆς χρόνον τῷ Καίσαρι, “ἀλλ᾿ αὕτη” φάναι “δώσει”, κρούσαντα τῇ χειρὶ τὴν τοῦ ξίφους λαβήν. εἶτα γνώμη εἰσήνεκτο, εἰ μὴ ἐν ὡρισμένῃ μένῃ ἡμέρᾳ Καῖσαρ τὰ ὅπλα κατάθηται, ἡγεῖσθαι τὸν ἄνδρα πολέμιον. Ἀντωνίου δὲ καὶ τῶν πραττόντων τὰ Καίσαρος ἀξιούντων καὶ Καίσαρα καὶ Πομπήιον τὰς ἀρχὰς ἀποθέσθαι, τῇ γνώμῃ πάντες συνέθεντο. ἐπεὶ δὲ παρὰ Καίσαρος ἧκον ἐπιστολαὶ τῶν μὲν ἄλλων ἐξισταμένου, τὴν δ᾿ ἐντὸς Ἄλπεων ἐπαρχίαν καὶ τὸ Ἰλλυρικὸν ἀξιοῦντος αὐτῷ δοθῆναι μετὰ δυεῖν ταγμάτων, τἄλλα μὲν ἐδίδου Πομπήιος, τοὺς δέ γε στρατιώτας ἀφῄρει. οἶ δ’ ὑπατεύοντες καὶ τῆς βουλῆς ἐξήλασαν τὸν Ἀντώνιον καὶ τοὺς σὺν αὐτῷ. οἱ δὲ διὰ φόβον ἐν δουλικαῖς ἐσθῆσι μετημφιεσμένοι ἐπὶ ζευγῶν μισθίων τῆς Ῥώμης ἐξῄεσαν. ὃ τοὺς στρατιώτας παρώξυνεν, ἄνδρας ἐλλογίμους καὶ ἄρχοντας περιυβρισμένους ὁρῶντας. Καῖσαρ δὲ πολλοὺς λογισμοὺς κινήσας καὶ διαφόρων γνωμῶν γεγονώς, τέλος τοῦτο δὴ τὸ κοινὸν ὑπειπὼν “ἐρρίφθω κύβος” ὥρμησε, καὶ τὸν ποταμὸν Ῥουβίκον διέβη, καὶ τὸ Ἀρίμινον κατέσχε, μεγάλην πόλιν τῆς Κελτικῆς. λέγεται δὲ τῇ πρὸ τῆς διαβάσεως νυκτὶ ὄναρ ἰδεῖν ἔκθεσμον· ἐδόκει γὰρ αὐτὸς τῇ ἑαυτοῦ μητρὶ μίγνυσθαι τὴν ἄρρητον μίξιν. Ἐπεὶ δὲ τὸ Ἀρίμινον κατελήφθη, ὡς ὑπὸ Πνευμάτων ἡ Ῥώμη πιμπλαμένη σάλου καὶ κλύδωνος, μικροῦ αὐτὴ ὑφ’ ἑαυτῆς ἀνετέτραπτο. οἵ τε γὰρ ὕπατοι καὶ οἱ πλείους τῶν βουλευτῶν ἔφευγον, καὶ αὐτὸν δὲ Πομπήιον ἔκπληξις εἶχε, καὶ ἄλλος ἀλλαχόθεν τόν ἄνδρα ἐτάραττον αἰτιώμενοι ὡς καθ’ ἑαυτοῦ καὶ τῆς πολιτείας αὐξήσαντα Καίσαρα, καὶ οὐδεὶς εἴα αὐτὸν τοῖς οἰκείοις χρήσασθαι λογισμοῖς. διὸ καὶ τὴν πόλιν ἐξέλιπεν, ἕπεσθαι τὴν γερουσίαν κελεύσας. εἵποντο δ’ οἱ πλείους, τὴν μὲν φυγὴν ὡς πατρίδα αἱρούμενοι διὰ τὸν Πομπήιον, τὴν δὲ Ῥώμην ὡς Καίσαρος στρατόπεδον φεύγοντες. ὅτε καὶ Λαβιηνός, ἀνὴρ τοῖς φίλοις Καίσαρος ἀριθμούμενος καὶ συνηγωνισμένος ἐν πολέμοις αὐτῷ προθυμότατα, ἀφεὶς ἐκεῖνον ἀφίκετο πρὸς Πομπήιον. ᾧ καὶ καταλιπόντι αὐτὸν ὁ Καῖσαρ τά τε χρήματα καὶ τὰς ἀποσκευὰς ἐξαπέστειλε. Δομίτιος δὲ κατέχων Κορφίνιον ἐπελθόντος αὐτῷ Καίσαρος ἀπογνοὺς τὰ καθ’ ἑαυτὸν φάρμακον ἔπιεν ὡς θανούμενος· εἶτα θαυμαστῇ φιλανθρωπίᾳ μαθὼν πρὸς τοὺς ἁλισκομένους τὸν Καίσαρα χρώμενον, ἑαυτὸν ἐθρήνει. ὑπνωτικὸν δ’ εἶναι τὸ φάρμακον καὶ οὐ θανάσιμον εἰπόντος τοὐ ἰατροῦ, ἀπῄει πρὸς Καίσαρα, καὶ λαβὼν δεξιὰν αὖθις διεξέπεσε πρὸς Πομπήιον.