Ancient Greek · ~18 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.10.1
Not analysed yet
Ἡ δὲ Μεσσαλῖνα μὴ ἀρκουμένη ὅτι ἐμοιχεύετο, ἐπεθύμησε καὶ ἄνδρας πολλοὺς ἔχειν· καὶ συνῴκησεν ἂν πᾶσι τοῖς αὐτῇ χρωμένοις μετὰ συμβολαίων, εἰ μὴ ἐν τῷ πρώτῳ φωραθεῖσα ἀπώλετο. ἴως μὲν γὰρ οἷ Καισάρειοι πάντες ὡμονόουν αὐτῇ, οὐδὲν ἦν ὃ οὐκ ἀπὸ κοινῆς γνώμης ἐποίουν· ἐπεὶ δὲ τὸν Πολύβιον, καίτοι κἀκείνῳ πλησιάζουσα, διέβαλε καὶ ἀπέκτεινεν, οὐκέτ’ αὐτῇ ἐπίστευον, καὶ ἐρημωθεῖσα τῆς παρ’ αὐτῶν εὐνοίας ἐφθάρη. τὸν γὰρ Σέλιον τὸν Γάιον τὸν τοῦ Σιλίου τοὺ ὑπὸ Τιβερίου σφαγέντος υἱὸν ἄνδρα ἐπεγράψατο, καὶ τούς τε γάμους πολυτελῶς εἱστίασε καὶ οἰκίαν αὐτῷ βασιλικὴν ἐχα- ρίσατο, πάντα τὰ τιμιώτατα τῶν τοῦ Κλαυδίου κειμηλίων συμφορήσασα εἰς αὐτήν· καὶ τέλος ὕπατον C αὐτὸν ἀπέφηνε. ταῦτα δῆλα τοῖς ἄλλοις ὄντα τὸν Κλαύδιον ἐλάνθανεν. ἀποδημήσαντι δέ ποτε αὐτῷ καὶ μονωθέντι ὁ Νάρκισσος μηνύει πάντα διὰ τῶν παλλακῶν τὰ γινόμενα. ὅθεν εἰς τὴν Ρώμην τε ἐπανῆλθε καὶ ἄλλους τε πολλοὺς καὶ τὸν ὀρχηστὴν τὸν νηστῆρα ἐφόνευσε, καὶ μετὰ τοῦτο καὶ αὐτὴν τὴν Μεσσαλῖναν ἀπέσφαξεν. Ἐκείνης δ’ οὕτω διαφθαρείσης τὴν Ἀγριππῖναν τὴν ἀδελφιδῆν ἔγημε σπουδῇ τῶν ἀπελευθέρων, ὅτι τὸν Δομίτιον ἐς προσήβους ἤδη τελοῦντα εἶχεν ὒ ἰόν, ὅπως ἔφεδρον αὐτὸν ἐπὶ τῇ ἀρχῇ τρέφοντες μηδὲν ὑπὸ τοῦ Βρεττανικοῦ δεινὸν πάθωσιν, ὡς τὴν αὐτοῦ μητέρα τὴν Μεσσαλῖναν ἀναιρεθῆναι ποιήσαντες. δεδογμένου δὲ ἤδη τοῦ γάμου, δείσαντες τὸν Σιλανὸν ὑπὸ τοῦ Κλαυδίου τιμώμενον ὡς ἄνδρα ἀγαθόν, ἅμα δὲ καὶ τὴν Ὀκταουίαν τὴν θυγατέρα αὐτοῦ τῷ τῆς Ἀγριππίνης υἱῷ τῷ Δομιτίῳ προμνώμενοι, ἐγγεγυμένην τῷ Σιλανῷ, πείθουσι τὸν Κλαύδιον ὡς ἐπιβουλεύοντά οἱ τὸν Σιλανὸν ἀποκτεῖναι. γενομένου δὲ τούτου λόγους ἐν τῇ βουλῇ ὁ Οὐιτέλλιος ἐποιήσατο ὅτι συμφέρει τῷ κοινῷ γήμαι τὸν Κλαύδιον. καὶ τὴν Ἀγριππἶναν ἐπιτηδείαν εἰς τοῦτο ἀπέφαινε, καὶ βιάσασθαι σφίσιν αὐτὸν ἐπὶ τὸν γάμον συνεβλού- λεῦ ὲν. ἐντεῦθεν ὁρμηθέντες οἶ βουλευταὶ πρὸς τὸν Κλαύδιον ἦλθον καὶ ἠνάγκασαν δῆθεν αὐτὸν γήμαι, καὶ ψήφισμα ἐποιήσαντο ἐξεῖναι Ῥωμαίοις ἀδελφιδᾶς ἄγεσθαι· πρότερον γὰρ ἐκεκώλυτο. Ὡς δ’ ὁ γάμος ἐτελέσθη, τόν τε Κλαύδιον ἐσφετερίσατο, δεινοτάτη οὖσα οὖσα χρῆσθαι, καὶ πρὸς οὓς εὐνοικῶς ἐκεῖνος εἶχε, τοὺς μὲν φόβῳ, τοὺς δὲ εὐεργεσίαις ᾠκειώσατο. καὶ τέλος τὸν μὲν Βρετ- τανικὸν τὸν παῖδα αὐτοῦ ὡς τῶν τυχόντων τινὰ τρέ- φεσθαι ἐποίει, ὁ γὰρ ἕτερος ἔθανε, τὸν δὲ Δομίτιον τότε μὲν γαμβρὸν τῷ Κλαυδίῳ ἀπέδειξεν, ὕστερον δὲ καὶ εἰσεποίησε, καὶ εἰσποιήσασα τῷ Κλαυδίῳ αὐτὸν καὶ πρὸς τὸ κράτος ἐξήσκει καὶ παρὰ τῷ Σενέκᾳ ἐξεπαίδευεν. ἀμύθητόν τε πλοῦτον συνέλεγεν, οὐδὲ τὴν τυχοῦσαν λαβὴν ἐπ’ ἀργυρισμῷ παραλείπουσα, πολλοὺς δὲ καὶ φονεύουσα διὰ χρήματα. ἤδη δέ τινας καὶ γυναῖκας ζηλοτυπήσασα ἔκτεινε. τὴν γοῦν Παυλῖναν τὴν Λολλίαν ἀποκτείνασα καὶ τὴν κεφαλὴν αὐτῆς κομισθεῖσαν μὴ γνωρίσασα, τό τε στόμα αὐτῆς αὐτὴ ταῖς χερσὶν ἀνέῳξε καὶ τοὺς ὀδόντας ἐπεσκέψατο ἰδίως πως ἔχοντας. Μετὰ ταῦτα δὲ καὶ Αὐγύσταν τὴν Ἀγριππῖναν ὁ Κλαύδιος ἐπεκάλεσε, καὶ τὸν υἱὸν αὐτῆς σἰσποιησάμενος μετωνόμασε Τιβέριον Κλαύδιον Νέρωνα Δροῦσον Γερμανικὸν Καίσαρα, μηδὲν φροντίσας ὅτι καίεσθαι ὁ οὐρανὸς τὴν ἡμέραν ἐκείνην ἔδοξε. καὶ μετὰ τοῦτο τὴν θυγατέρα τὴν Ὀκταουίαν εἰς ἕτερόν τι γένος εἰσαγαγών, ἵνα μὴ ἀδελφοὺς συνοικίζειν δοκῇ, ἐνεγύησεν αὐτῷ. Ἀγριππῖνα δὲ καὶ Καλπουρκαὶ νίαν γυναῖκα τῶν πρώτων ἐφυγάδευσεν, ἢ ὡς λέγεται καὶ ἀπέκτεινεν, ἐπειδὴ τὸ κάλλος αὐτῆς ὁ Κλαύδιος ἐθαύμασε καὶ ἐπῄνεσε. τοῦ δὲ Νέρωνος, τοῦτο γὰρ τὸ ὄνομα ἐπ’ αὐτῷ ἐξενίκησεν, ἐς τοὺς ἐφήβους ἐγγραφέντος ,κατὰ τὴν ἡμέραν ,ἐν ᾗ ἐνεγράφη, τὸ δαιμόνιον τήν τ’ ἑ γῆν ἐπὶ πολὺ ἔσεισε καὶ φόβον νυκτὸς πᾶσιν ὁμοίως ἐνέβαλε. Νέρων μὲν οὖν ηὔξετο, Βρεττανικὸς δὲ οὔτε τινὰ τιμὴν οὔτε ἐπιμέλειαν εἶχεν· ἡ γὰρ Ἀγριππῖνα τοὺς περιέποντας αὐτὸν τοὺς μὲν ἐξήλασε, τοὺς δὲ καὶ ἀπέκτεινε· καὶ τὸν Σωσίβιον, ᾧ ἡ τροφὴ αὐτοῦ καὶ ἡ παιδεία προσετέ- τακτο, κατέσφαξεν ὡς τῷ Νέρωνι ἐπιβουλεύοντα. καὶ παραδοῦσα αὐτὸν οἷς ἤθελεν, οὔτε τῷ πατρὶ σθνεῖναι οὔτε δημοσιεύειν εἴα. ἠδύνατο δὲ πάντα, τοῦ Κλαυδίου κρατοῦσα καὶ τὸν Νάρκισσον καὶ τὸν Πάλλαμτα λαντα οἰκειωσαμένη· ὁ γὰρ Κάλλιστος ἐπὶ πολὺ προ- χωρήσας δυνάμεως ἐτελεύτησεν. Οἱ ἀστρολόγοι δὲ ἐξ ἁπάσης τῆς Ἰταλίας ἠλάθησαν, καὶ οἶ αὐτοῖς συγγινόμενοι ἐκολάσθησαν. Καράτακος δέ τις βαρβάρων ἀρχηγὸς ἁλοὺς καὶ εἰς τὴν 'Ρώμην ἀχθείς, καὶ συγγνώμης παρὰ τοῦ Κλαυδίου τυχών, εἶτα περινοστήσας τὴν πόλιν μετὰ τὴν ἄφε- σιν ,καὶ ἰδὼν αὐτῆς τὴν λαμπρότητα καὶ τὸ μέγεθος “εἷτα” ἔφη “ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι τῶν σκηνιδίων ἡμῶν ἐπιθμεῖτε;” Ἰουλίῳ δέ τινι Γαλ- λικῷ δίκην λέγοντι ἀχθεσθεὶς ὁ Κλαύδιος ἐκέλευσεν αὐτὸν εἰς τὸν Τίβεριν ἐμβληθῆναι. ἐφ’ ᾧ δὴ Δομίτιος Ἆφρος, πλεῖστον τῶν κατ’ αὐτὸν ἐν τῷ συνηγορεῖν ἰσχύσας, κάλλιστα ἀπέσκωψε· δεηθέντος γάρ τινος τῆς παρ’ αὐτοῦ βοηθείας, ἐπειδὴ ὑπὸ τοῦ Γαλλικοῦ ἐγκατελείφθη, ἔφη πρὸς αὐτόν “καὶ τίς σοι εἶπεν ὅτι κρεῖσσον ἐκείνου νήχομαι;”