Ancient Greek · ~19 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.11.1
Not analysed yet
Νοσήσαντος δὲ μετὰ ταῦτα τοῦ Κλαυδίου εἰσῆλθεν ὁ Νέρων εἰς τὸ συνέδριον ,καὶ εἰ ἀναρρωσθείη ὁ Κλαύδιος, ἱπποδρομίαν ὑπέσχετο. πάντα γὰρ τρόπον ἡ Ἀγριππῖνα ἐκίνει ἔνα τῷ τε πλήθει χαρίζοιτο καὶ μόνος ἔσεσθαι νομίζοιτο τῆς αὐταρχίας διάδοχος. διὸ τόν τε ἱππικὸν ἀγῶνα, ᾧ προσέκειντο μάλιστα, ἐποίησε τὸν Νέρωνα ὑποσχέσθαι ἐπὶ τῇ τοῦ Κλαυδίου ὑγείᾳ, ἣν καὶ πάνυ ἀπηύχετο· καὶ πρὸς τὴν πρᾶσιν τῶν ἄρτων θόρυβόν τινα γενέσθαι παρασκευάσασα, ἀνέπεισε τὸν Κλαύδιον τῷ τε δήμῳ ἐκ προγραφῆς δηλῶσαι καὶ τῇ γερουσίᾳ ἐπιστεῖλαι ὅτι, κἂν αὐτὸς ἀποθάνοι ,ὁ Νέρων τὰ κοινὰ ἱκανὸς ἤδη ἐστὶ διοικεῖν. καὶ ὁ μὲν πολύς τε ἐκ τούτου ἦν καὶ διὰ στόματος ἤγετο ἅπασι, τὸν δὲ Βρεττανικὸν συχνοὶ μὲν οὐδ’ εἰ ἔζη ἐγίνωσκον ,οἶ λοιποὶ δὲ παραπλῆγα καὶ ἐπίληπτον, ταῦτα κηρυττούσης τῆς Ἀγριππίνης, ᾤοντο. ῥαίσαντος δὲ τοῦ Κλαυδίου τὴν ἱπποδρομίαν ὁ Νέρων μεγαλοπρεπῶς ἐπετέλεσε, καὶ τὴν Ὀκταουίαν δὲ τότε ἔγημεν ,ὥστε καὶ ἐκ τούτου ἀνὴρ ἤδη δοκεῖν. οὐδὲν δὲ ἀρκοῦν τῇ Ἀγριππίνῃ ἐδόκει· καίτοι ὅσα τε ἡ Λιβία ἔσχε κἀκείνῃ ἐδέδοτο, καὶ ἄλλ’ ἄττα πλείω ἐψήφιστο. ἡ δὲ καὶ ἰσοκρατὴς τῷ Κλαυδίῳ ἄντικρυς ὀνομάζεσθαι ἤθελε. καί ποτε πολλοῦ τὴν πόλιν ἐπινεμομένου πυρός, πρὸς τὴν ἐπικουρίαν ἐκείνῳ συμπαρεγένετο. Ὁ γοῦν Κλαύδιος ἀχθόμενος τοῖς δρωμένοις τοῖςτέως εἰς γνῶσιν ἰοῦσιν αὐτῷ, καῖ τῷ Βρεττανικῷ ὁπότε ἐντύχοι φιλοφρόνως συγγινόμενος, οὐκ ἤνεγκε τὰ γινόμενα, ἀλλ' ἐκείνην τε κταλῦσαι καὶ τὸν υἱὸν ἐς τοὺς ἐφήβους εἰσαγαγεῖν καὶ διάδοχον ἀποδεῖξαι παρεσκευάζετο. γνοῦσα δὲ ταῦτα ἡ Ἀγριππῖνα προκαταλαβεῖν αὐτὸν φαρμάκῳ πρίν τι τοιοῦτον πραχθῆναι ἐσπούδασεν. ὡς δ' ἐκεῖνο οὐδὲν ὑπό τε τοῦ οἴνου, ὃν πολὺν ἀεὶ ὁ Κλαύδιος ἔπινεν, ἐξειργάσατο, καὶ ὑπὸ τῆς ἄλλης διαίτης, ᾖ πάντες ἐπίπαν οἱ τὸ κράτος ἔχοντες χρῶνται πρὸς φυλακὴν ἑαυτῶν, Λουκούσταν φαρμακίδα τινὰ περιβόητον ἐπ' αὐτῷ τούτῳ νέον ἑαλωκυῶαν μετεπέμψατο· καί τι φάρμακον ἕτερον ἄφυκτον σκευάσασα δι' αὐτῆς, εἰς ἔνια τῶν καλουμένων μυκήτων ἐνέβαλε, καὶ αὐτὴ μὲν ἐκ τῶν ἄλλων ἤσθιεν, ἐκεῖνον δὲ ἐκ τοῦ τὸ φάρμακον ἔχοντος, ἄντος μεγίστου τε καὶ καλλίστου, φαγεῖν παρεσκεύασε. καὶ ὁ μὲν οὕτως ἐπιβουλευθείς, ὡς ὑπερκορὴς σφόδρα τῇ μέθῃ γενόμενος, ὅπερ καὶ ἄλλοτε πολλάκις ἐγένετο, ἐκ τοῦ συμποσίου ἐξεκομίσθη· κατεργασθεὶς δὲ τῷ φαρμάκῳ μετήλλαξε διὰ τῆς νυκτὸς μήτ' εἰπεῖν μήτ' ἀκοῦσαί τι συνηθείς, ζήσας ἔτη ἐπὶ τρισὶν ἑξήκοντα καὶ μῆνας δύο καὶ ἡμέρας τρισκαίδεκα, αὐταρχήσας δ' ἐνιαυτοὺς δεκατρεῖς μῆνάς τε ὀκτὼ καὶ ἡμέρας εἴκοσι. Ταῦτα δὲ ἡ Ἀγριππῖνα πεποίηκε τὸν Νάρκισσον εἰς Καμπανίαν προπέμψασα, ὡς τοῖς ὕδασιν ἐκεῖ πρὸς τὴν ποδάγραν χρησόμενον· οὐ γάρ ποτε παρόντος ἐκείνου τοιοῦτόν τι δεδρακέναι ἴσχυσεν ἄν· τοιοῦτος τοῦ δεσπότου φύλαξ ἐτύγχανε. θανόντος δὲ τοῦ Κλαυδίου καὶ αὐτὸς εὐθὺς διεφθάρη, μέγιστον δυνηθείς. πρὸ δὲ τοῦ σφαγῆναι ἔργον λαμπρὸν διεπράξατο. τὰ γὰρ γράμματα τοῦ Κλαυδίου ὅσα ἀπόρρητα κατά τε τῆς Ἀγριππίνης καὶ καθ’ ἑτέρων τινῶν ἔχων, οἷα τὰς ἐπιστολὰς αὐτοῦ διοικῶν, ἅπαντα προκατέκαυσεν. ἐσφάγη δὲ παρὰ τῷ τῆς Μεσσαλίνης μνημείῳ, ὅπερ ἐκ συντυχίας συνενεχθὲν ἔδοξεν εἰς τὴν ἐκείνης τιμωρίαν γενέσθαι. ὤφθη μέντοι κομήτης ἀστὴρ ἐπὶ πλεῖστον ,καὶ ψεκὰς αἱματώδης καὶ σκηπτὸς ἐς τὸ δορυφορικὸν σημεῖον ἐνέπεσε, καὶ ἕτερ’ ἄττα συνέπεσεν ἃ σημεῖα τῆς Κλαυδίου τελευτῆς ἐλογίσθησαν. Τούτου γοῦν βασιλεύοντος καὶ Θευδᾶς ἐγένετο, οὗ καὶ ὁ θεῖος Λουκᾶς ἐν ταῖς Πράξεσι μέμνηται, καὶ ὁ Ἰώσηπος ἐν τῷ ἐννεακαιδεκάτῳ λόγῳ τῆς ᾿Αρχαιολογίας ἱστορεῖ γόητα αὐτὸν ὄντα πολλοὺς ἀπα- τῆσαι, ἴως Φάδος ὁ τῆς Ἰουδαίας ἐπίτροπος ἴλην ἱππέων πέμψας πολλοὺς τῶν περὶ αὐτὸν ἀνεῖλε, πολλοὺς δ’ ἐζώγρησε, καὶ αὐτοῦ δὲ τοῦ Θευδᾶ ζωγρηθέντος τὴν κάραν ἀπέτεμε. Καὶ Σίμων δ’ ὁ μάγος ἐπὶ τούτου τοῦ βασιλέως τῇ ῾Ρώμῃ ἐπιδημήσας πολλοὺς τῶν τὴν ῾Ρώμην οἰκούντων γοητείαις ἠπάτησε καὶ ἐσφετερίσατο. δηλοῖ δὲ τοῦτο Ἰουστῖνος ὁ φιλόσοφός τε καὶ μάρτυς ἐν τῇ πρὸς Ἀντωνῖνον ὑπὲρ τοῦ καθ’ ἡμᾶς δόγματος ἀπολογίᾳ γράφων ταῦτα “καὶ μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανὸν προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγοντας ἑ εἶναι θεούς, οἳ οὐ μόνον οὐκ ἐδιώχθησαν ὑφ’ ὑμῶν, ἀλλὰ καὶ τιμῆς ἠξιώθησαν· ὧν εἷς καὶ Σίμων ὁ Σαμαρεὺς ὁ ἀπὸ κώμης Γιττῶν, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν δαιμόνων ἐνεργείας δυνάμεις μαγικὰς ποιήσας ἐν τῇ πόλει ὑμῶν τῇ βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ’ ὑμῖν τετίμηται έν τῷ Τιβέριδι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν ἱσταμένῳ, γράμμασιν ἐπιγεγραμμένῳ Ῥωμαϊκοῖς Σίμωνι δέω σάγκτῳ”· ὅπερ ἐξελληνιζόμενον Σίμωνι θεῷ ἁγίῳ δηλοῖ. Καὶ ὁ Πέτρος δὲ ἐπὶ Κλαυδίου πρῶτον ἐπεδή- μησε τῇ Ῥώμῃ, τὸ σωτήριον κήρυγμα ἐγκατασπείρων αὐτῇ καὶ τῷ φωτὶ τῆς ἀληθείας καταυγάζων τὰς διανοίας τῶν ἐν αὐτῇ, ὡς καὶ πολλοὺς πιστεῦσαι τῶν ῾Ρωμαίων καὶ οὕτως ἁλῶναι τῇ διδασκαλίᾳ τοῦ κορυφαίου τῶν ἀποστόλων ὡς μηδὲ τοῖς λόγοις αὐτοῦ ἀρκεσθῆναι μόνοις, παρακλήσεσι δὲ καὶ πρὸς Μάρκον χρήσασθαι τὸν ἀπόστολον ὀπαδὸν ὄντα Πέτρου, ἔγγραφον αὐτοῖς τῆς τοῦ κορυφαίου διδασκαλίας ἐκθέσθαι ὑπόμνηνα, καὶ αὐτοὺς αἰτίους γενέσθαι τῆς τοῦ κατὰ Μάρκον εὐαγγελίου συγγραφῆς. οὕτω ταῦτα ἱστορεῖ ὁ Εὐσέβιος.