Ancient Greek · ~13 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.13.1
Not analysed yet
Οὗτος πρῶτος καὶ τοῦ κατὰ Χριστιανῶν ἤρξατο διωγμοῦ, καὶ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων ἀπέκτεινε κατὰ τὸν αὐτὸν καιρόν, ὡς Εὐσέβιος ἱστορεῖ, ἐκ παλαιοτέρων συγγραφέων μαρ- τυρίας παράγων. ἕτεροι δὲ κατὰ τὴν αὐτὴν μὲν ἡμέραν φασὶ τελειωθῆναι καὶ ἄμφω τοὺς ἀποστόλους, ἐν ἄλλῳ δ’ ἔτει καὶ ἄλλῳ. μετὰ δὲ Πέτρον πρῶτος ἀρχιερεὺς τῆς Ῥώμης ὁ Λίνος ἐγένετο. Ἔτι δ’ ἐν τῆ Ἑλλάδι ὄντος τοῦ Νέρωνος Ἰουδαῖοι εἰς προῦπτον ἀπέστησαν· καὶ ἐπ’ αὐτοὺς τὸν Οὐεσπασιανὸν ἔπεμψε. καὶ οἶ ἐν τῇ Βρεττανίᾳ δὲ καὶ οἱ Γαλάται βαρυνόμενοι ταῖς εἰσφοραῖς ἤσχαλλον ἐκ πλείονος καὶ ἐφλέγμαινον Γάιος δὲ Ἰούλιος Οὐίνδιξ, ἀνὴρ κατὰ τὸν πατέρα βουλευτὴς τῶν 'Ρωμαίων, ὁρῶν τοὺς ὁμοφύλους Γαλάτας ὀργῶντας πρὸς ἀποστασίαν, δι’ ὦν ἐδημηγόρησεν ἠρέθισεν αὐτούς, καὶ ὥρκωσε πάντα ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τῶν 'Ρωμαίων ποιήσειν, καὶ ἑαυτόν, ἄν τι παρὰ ταῦτα πράξῃ, φονεύσειν. αὐτοκράτορα δὲ Γάλβαν τὸν Σερούιον τὸν Σουλπίκιον προεχειρίσατο, γενόμενον ἐξ εὐπατριδῶν, καὶ τότε τῆς Ἰβηρίας ἄρχοντα. καὶ ὃς τὴν ἡγεμονίαν ἐδέξατο, οὐκ ἠθέλησε δὲ τὰς τῆς αὐταρχίας ἐπικλήσεις πρπσλαβεῖν τότε. τῆς δ’ ἀποστασίας παρατεινομένης ὁ Οὐίνδιξ ἑαυτὸν ἀπέσφαξε, τῶν μετ’ αὐτοῦ στρατιωτῶν κινδυνευσάντων ὑπεραλγήσας, καὶ πρὸς τὸ δαιμόνιον ἀγανακτήσας ὅτι τοιούτου πράγματος ὀριγνηθείς, τοῦ τὸν Νέρωνα καταλῦσαι καὶ τοὺς Ῥωμαίους ἐλευθερῶσαι, οὐκ ἐξετέλεσεν αὐτό. τοσαύτῃ γὰρ προθυμίᾳ πρὸς τοῦτο ἐχρήσατο ὥστε τοῦ Νέρωνος διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπικηρύ- ξαντος τῷ τὴν κεφαλὴν τοῦ Οὐίνδικος κομίσοντι αὐτῷ, ἐκεῖνος ἔφη ὅτι “ὁ Νέρωνα ἀποκτείνας καὶ τὴν ἐκείνου κομίσας μοι κεφαλήν, τὴν ἐμὴν ἀντιλήψεται.” Ὁ δὲ Νέρων μαθὼν καὶ τὸν Πετρώνιον, ὃν κατὰ τῶν ἐπαναστάντων μετὰ τοῦ πλείονος προεπεπόμφει στρατεύματος, τὰ τοῦ Γάλβου φρονήσαντα, οὐκέτ’ οὐδεμίαν ἐλπίδα τῶν ὅπλων ἔσχεν, ἀλλ’ ἐβουλεύσατο τούς τε βουλευτὰς ἀποκτεῖναι καὶ τὴν πόλιν καταπρῆσαι καὶ πλεῦσαι εἰς Ἀλεξάνδρειαν ,ὑπειπὼν ὅτι “ἂν καὶ τῆς ἀρχῆς ἐκπέσωμεν, ἀλλὰ τό γ’ ἑ τεχνίον ἡμᾶς διαθρέψει ἐκεῖ.” μέλλοντος δὲ ταῦτα δράσειν ἡ βουλὴ τὴν περὶ τὸν Νέρωνα φρουρὰν ἀποκαλέσασα εἰσῆλθεν εἰς τὸ στρατόπεδον ,καὶ τὸν μὲν πολέμιον ἀπέφηνε, τὸν δὲ Γάλβαν ἀνθείλετο αὐτοκράτορα. Νέρων δὲ ὡς ᾔσθετο ὅτι ὑπὸ τῶν φυλάκων ἐγκαταλέλειπται, ἐσθῆτά τε φαύλην ἐνέδυ καὶ ἐπὶ ἵππον οὐδὲν βελτίονα ἀνέβη, καὶ κατακεκαλυμμένος, ὅπως διαλάθῃ, μετὰ Ἐπαφροδίτου καὶ τοῦ Σπόρου νυκτὸς ἔφυγε. γνωρισθεὶς δὲ ὡς καὶ παρά του τῶν ἀπαντησάντων αὐτοκράτωρ προσαγορευθῆναι, τῆς ὁδοῦ ἀπετράπετο καὶ εἰς καλαμώδη τόπον τινὰ κατεκρύφθη. Ὁ δὲ δῆμος ἐν τῇ Ῥώμῃ, ἐπεὶ ἡμέρα ἐγένετο, ὑπερέχαιρον καὶ τὴν πόλιν στεφανωμάτων ἐπλήρωσαν, καί τινες καὶ πιλία ὡς ἠλευθερωμένοι ἔφερον, ἡ βουλὴ τῷ Γάλβᾳ τὰ τῇ ἀρχῇ προσήκοντα ἐψηφίσατο. ὁ δὲ ὅμιλος εἴς τε τὸν Νέρωνα ἀπέσκωπτον καὶ B συχνοὺς τῶν παρ’ αὐτῷ δυνηθέντων φονεύοντες εἷλκον. ἐκείνου δὲ ζήτησιν οἱ στρατιῶται καὶ ἄλλοι πεποίηντο, καὶ γνόντες ὅπῃ ποτὲ ἦν, ἔπεμψαν ἐπ’ αὐτὸν ἱππέας. ὁ δὲ προσιόντας αὐτοὺς αἰσθόμενος προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ σφᾶς ἀποκτεῖναι. ὡς δ’ οὐχ ὑπήκουον, μέγα ἐστέναξεν. εἶτα τὸν Σπόρον ἀνελεῖν θελήσας καὶ μὴ δυνηθείς, ἐγὼ μόνος” ἔφη “οὔτε φίλον οὔτε ἐχθρὸν ἔχω.” καὶ ἤδη πελασάντων τῶν ἱππέων αὐτὸς ἑαυτὸν ἐπάταξεν, εἰπόν “ὦ Ζεῦ, οἷος τεχνίτης ἀπόλλυμαι.” δυσθανατοῦντα δ’ αὐτὸν ὁ Ἐπαφρόδιτος προσκατειμγάσατο. ἄσατο. Ο μὲν οὖν οὕτω κατὰ τὸν Ἰούλιον ἐτελεύτησε μῆνα, βιοὺς ἔτη τριάκοντα πρὸς μησὶν πέντε καὶ ἡμέραις εἴκοσιν, ἀφ’ ὧν ἦρξεν ἔτη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ δυοῖν ἡμερῶν δέοντας. ἐν δὲ τῷ ὀγδόῳ τῆς τούτου βασιλείας ἔτει πρῶτος ἐπίσκοπος Ἀλεξανδρείας μετὰ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν Μάρκον Ἀνιανὸς γέγονεν.