Ancient Greek · ~16 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.12.1
Not analysed yet
Καὶ Κλαύδιος μὲν ὃν εἴρηται τρόπον ἐξ ἀνθρώπων ἐγένετο, τὴν δ’ ἡγεμονίαν ὁ Νέρων ἐσφετερίσατο τῆς Ἀγριππίνης σπουδῇ, υἱὸς αὐτῆς ὢν καὶ εἰσποιητὸς παῖς τῷ Κλαυδίῳ γενόμενος ,τῶν τε διαθηκῶν τοῦ Κλαυδίου ἀφανισθεισῶν καὶ τοῦ Βρεττανικοῦ παρηγκωνισμένου ,ὃς γνήσιος ἦν τοῦ τεθνεῶτος υἱός, ἐν παιδικῇ ἔτι τυγχάνων τῇ ἡλικίᾳ. τοῦ Νέρωνος δὲ αὐτοκράτορος καὶ Αὐγούστου ὑπό τε τῆς βουλῆς καὶ τῆς στρατιὰς ἀναγορευθέντος ἡ ᾿Αγριππῖνα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει τῷ ἐκείνου ὀνόματι καπηλεύουσα πάντα. προϊόντος δὲ τοῦ χρόνου ὁ Σενέκας ἔπαρχος ὢν τοῦ δορυφορικοῦ καὶ ὁ Βοῦρρος διδάσκαλος τοῦ Νέρωνος τὴν μὲν ἔπαυσαν, αὐτοὶ δὲ τὴν ἀρχὴν· ἤνυσαν ἄριστα ἐφ’ ὅσονπερ ἠδυνήθησαν. ὁ γὰρ Νέρων νεώτατος τυγχάνων ὅτ’ ἐμονάρχησεν ,ἑπτακαιδέκατον ἕκατον γὰρ ἔτος ἦγε τότε τῆς ἡλικίας αὐτοῦ, καὶ μήτε φιλοπραγματίας ὤν, ἐτρύφα καὶ ἤρα καὶ ἐκώμαζε καὶ ἐμέθυε καὶ μονομαχίαις καὶ ἱπποδρομίαις ἐσχόλαζε. πολυδάπανος δὲ καὶ οὐ μικρόφρων ἦν, ἀλλὰ μᾶλλον ἀσωτευόμενος. τεκμήριον δέ, τινὶ τῶν περὶ αὐτὸν πεντήκοντα ἅμα καὶ διακοσίας μυριάδας ἀργυρίου δοθῆναι κελεύσας, ἐπειδὴ ἡ Ἀγριππῖνα ἀθροίσασα τὸ ἀργύριον ἐνώπιον αὐτοῦ τεθῆναι πεποίηκεν, ἔν ἀθρόον ἰδὼν αὐτὸ μεταβάληται, συνεὶς ἐκεῖνος ἤρετο πόσον εἴη τὸ κείμενον, καὶ μαθών “ἠγνόησα” εἶπεν “ὀλίγον οὕτω κεχαρισμένος”, καὶ διπλασιασθῆναι ἐκέλευσεν. οὕτω δὲ ταχὺ τοὺς βασιλικοὺς ἐξήντλησε θησαυρούς, ταχὺ δὲ πόρων ἐδεήθη καινῶν καὶ τέλη οὐκ εἰθισμένα πάντοθεν ἐξελέγετο. Τῆς δ’ Ἀγριππίνης, ὅτι μὴ ἀργυρολογεῖν ἡδύνατο φιλαργυρωτάτη οὖσα, περιθύμως ὀργισθείσης, καὶ ἀπειλησαμένης τὸν Βρεττανικὸν αὐτοκράτορα καταστήσειν, φοβηθεὶς ὁ Νέρων ἀπέκτεινε φαρμάκῳ αὐτόν. καὶ ὁ μὲν παραχρῆμα ἀπέψυξε καὶ φοράδην ὡς ἐπίληπτος ἐκκεκόμιστο· ἐν δέ γε τῇ ἐκφορᾷ, ἐπεὶ πελιδνὸς ὑπὸ τοῦ φαρμάκου γέγονε, γύψῳ χρισθεὶς διὰ τῆς ἀγορᾶς ἤγετο· ὑετὸς δὲ πολὺς ὑγρᾶς ἔτι τῆς γύψου οὔσης ἐπιπεσὼν ἅπασαν αὐτὴν ἀπέκλυσεν, τὸ δεινὸν μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι. Ὕστερον δὲ καὶ τὴν μητέρα τὴν Ἀγριππῖναν, τὸν ἀπελεύθερον Ἀνίκητον πέμψας, διεχειρίσατο. ἣ τὸν πεμφθέντα ἰδοῦσα, καὶ γνοῦσα ἐφ’ ὅτῳ ἥκει, τὴν ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα ἀπογυμνώσασα μνώσασα “παῖε ταύτην” Ἀνίκητε, παῖε, Νέρωνα ἔτεκε.” καὶ ἡ μὲν ἐσφάγη, ὁ δὲ Νέρων καὶ αὐτόπτης τοῦ τολμήματος γέγονε καὶ πᾶσαν εἶδε γυμνώσας καὶ τὰ τραύματα ἐξηρίθμησε. ταῖς δὲ νυξὶν ἐξεταράττετο ὥστε καὶ ἐκ τῆς εὐνῆς ἀναπηδᾶν καὶ ἐκδειματοῦσθαι. ἐν δὲ τῇ Ῥώμᾐ πολλαχόθι ἐγράφετο παρά τινων ἀφανῶς Νέρων, Ὀρέστης, Ἀλκμαίων μητροκτόνοι. Καὶ τὴν Αὐγούσταν Ὀκταουίαν τὴν τοῦ Κλαυδίου θυγατέρα, τὴν τὴν γυναῖκα, ἀπεπέμψατο. τῆς γὰρ Σαβίνης ἐρῶν, ἤθελεν αὐτῇ συνεῖναι ὡς γαμετῇ. δείσασα δὲ ἡ Σαβίνα μήποτε ἡ Ὀκταουία μετακληθῇ, κατηγόρους ἐπ’ αὐτῆ̣ καὶ μοιχείας καὶ γοητείας ψευδοῦς παρεσκευάσατο. καὶ τὸ μὲν πρῶτον φυγαδευθῆναι αὐτήν, ἔπειτα καὶ σφαγῆναι ἐποίησεν. εἶτα καὶ αὐτὴ ἡ Σαβίνα ἐκτάνθη ὑπὸ τοῦ Νέρωνος· κυούσῃ γὰρ αὐτῇ λὰξ ἐνέθορεν. ἐπὶ πολὺ δὲ θανοῦσαν ἐπένθησεν. οὕτως δ’ αὐτὴν ἐπόθησεν ὥστε τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ ἐκείνῃ μετεπέμψατο καὶ ἔσχεν, ἔπειτα παῖδα ἀπελεύθερον, ὃν πόρον ὠνόμαζεν, ἐκτεμὼν ἔγημεν, ἐπειδὴ καὶ αὐτὸς τῇ Σαβίνῃ ἐῴκει, καίπερ Πυθαγόρᾳ τινὶ ἐξ- ελευθέρῳ γεγαμημένος. καὶ συνεγίνοντο ἅμα τῷ Νέρωνι Πυθαγόρας μὲν ὡς ἀνήρ, Σπόρος δὲ ὡς γυνή. καὶ ἐκιθαρῴδησε δὲ δημοσίᾳ, καίτοι βραχὺ καὶ μέλαν φώνημα ἔχων, καὶ ἐν τῷ ἱπποδρομίῳ ἡρματηλάτησεν. ἐπεραιώθη δὲ καὶ πρὸς τὴν Ἑλλάδα, οὔτοι γε ὡς οἶ πρόγονοι αὐτοῦ, ἀλλ’ ἐπὶ ὀρχήσει καὶ ἐπὶ κιθαρῳδήσει κηρύξει τ’ ἑ καὶ τραγῳδίας ὑπο- κρίσει. οὐ γὰρ ἤρκει αὐτῷ ἡ Ῥώμη, ἀλλ’ ἐδεήθη καὶ ἐκστρατείας, ἵνα καὶ περιοδονίκης, ὡς ἔλεγε, γένηται. Ἀλλὰ τί ἄν τις καθ’ ἕκαστον λέγοι τῶν παρ’ ἐκείνου πραττομένων; πάντα γὰρ ἀπλῶς ὅσα οἱ τυχόντες ὑποκρίνονται, κἀκεῖνος ἔλεγέ τε καὶ ἔπραττε καὶ ἔπασχε, πλὴν καθ’ ὅσον χρυσαῖς ἐδεῖτο ἀλύσεσιν · οὐ γὰρ ἔπρεπε Ῥωμαίων αὐτοκράτορα σιδηραῖς δεῖσθαι. στρατιώτης δέ τις ἰδὼν αὐτὸν δεδεμένον ἠγανάκτησε καὶ προσδραμὼν ἔλυσεν. ἕτερος δέ, ἐρομένου τινὸς τί ποιεῖ ὁ αὐτοκράτωρ, ἀπεκρίνατο ὅτι “τίκτει”· τοιοῦτον γάρ τι ὑπεκρίνετο τότε. δὲ καὶ τὸν Ἰσθμὸν τῆς Πελοποννήσου διορύξαι, καίπερ τῶν ἀνθρώπων ὀκνούντων. λαβὼν οὖν αὐτὸς δίκελλαν, καί τι καὶ ἀνασκάψας, ἔπεισε καὶ τοὺς ἄλλους ἀνάγκῃ αὐτὸν μιμήσασθαι. αἷμα δὲ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς λέγεται ἀναβλύσαι καὶ οἰμωγὰς καὶ μυκηθμοὺς ἐξακούεσθαι καὶ εἰδώλων γενέσθαι φαντασίαν πολλῶν.