Ancient Greek · ~10 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.15
Not analysed yet
καὶ ἡμέρας τρεῖς καὶ εἴκοσιν, ἄρξαντι δὲ μῆνας ἐννέα καὶ ἡμέρας τρισκαίδεκα, τοῦτο τέλος ἐγένετο· ὁ δὲ Ὄθων μετέγνω μὲν ἐπὶ τοῖς πεπραγμένοις, τῶν D ἰερ(??)ν αὐτῷ θύοντι πονηρῶν ὀφθέντων καὶ ἄλλων σημείων αὐτῷ γενομένων, ἀλλ’ οὐκ εἶχεν εἰς τὴν ἀρχὴν εἰσελθὼν ἀναδῦναι. καὶ ἐνέμεινεν αὐτῇ καὶ δίκην δέδωκεν. Ἐν τούτοις δέ τις πλασάμενος Νέρων εἶναι ἐκ τῆς πρὸς τὸν Νέρωνα οὔσης ἐμφερείας αὐτῷ τὴν Ἑλλάδα ὀλίγου πᾶσαν ἐτάραξε, καὶ χεῖρα κακούργων ἀνδρῶν ἀθροίσας πρὸς τὰ ἐν τῇ Συρίᾳ στρατόπεδα ὥρμησεν. ἐν Κύδνῳ δὲ περαιούμενον αὐτὸν ὁ Καλπούρνιος συνέλαβε καὶ ἀπέκτεινεν. Ὁ δὲ Ὄθων λάθρᾳ πολλοὺς πρὸς τὸν Οὐιτέλλιον ἐπὶ καταλλαγῇ ἔπεμψεν. ὡς δ’ οὐκ ἐπείθετο, πρεσβευτὰς ἀπέστειλε φανερῶς. οὔτε δὲ ἀπεκρίνατό τι αὐτοῖς Οὐιτέλλιος οὔτε ἀντέπεμψεν αὐτούς. εἶτα ἔπεμψεν Ὄθων ἰσχὺν κατὰ γῆν τ’ ἑ καὶ θάλασσαν, ἡττήθη δὲ διὰ πολυαρχίαν, οὐ δι’ ἀσθένειαν. κἀκ τῆς Ῥώμης δὲ ἐξωρμήθη καὶ τοὺς πρώτους ἐξήγαγε. μέρος δέ τι τῆς δυνάμεως τῷ Πρόκλῳ δούς, αὐτὸς ἀνεχώρησε, λέγων μὴ φέρειν μάχην ἀνδρῶν ὁμοφύλων ἰδεῖν. ὅθεν μαλακίαν αὐτοῦ καταγνόντες οἶ στρατιῶται καὶ οἱ στρατάρχαι οὐδὲν τῶν δεόντων ἔπραξαν, ἀλλ’ ἡττήθησαν καὶ τοῖς τοῦ Οὐιτελλίου ἐπεκηρυκεύσαντο καὶ ἀνεμίχθησαν σφίσι. τῷ δὲ Ὄθωνι ἤγγειλε ταῦτα ἱππεύς, καὶ ἀπιστούμενος “εἴθε” ἔφη “ταῦτα ψευδῆ, Καῖσαρ, ἦν”· καὶ εἰπὼν ἑαυτὸν διεχρήσατο. πιστευσάντων δ’ ἐκ τούτου πάντων καὶ ἑτοίμως ἐχόντων ἀναμαχέσασθαι, οἵ τε γὰρ δορυφόροι συχνοὶ ἦσαν, καὶ ἕτεροι οὐκ ὀλίγοι παρῆσαν, καὶ ἱκετευόντων αὐτὸν μήθ’ ἑαυτὸν μήτε σφὰς προδοῦναι, “πάντες γάρ’ ἔλεγον “ὑπὲρ σοῦ ἡδέως ἀποθανούμεθα”, ὁ Ὄθων “πολὺ δικαιότερόν ἐστιν” εἶπεν “ἕνα ὑπὲρ πάντων ἢ πολλοὺς ὑπὲρ ἑνὸς ἀπολέσθαι”, καὶ μὴ βούλεσθαι δι’ ἴνα ἄνδρα τὸν δῆμον τῶν Ῥωμαίων στασιάζειν καὶ τοσοῦτον ὄχλον ἀνθρώπων φθείρεσθαι. ταῦτ’ εἰπὼν εἰς τὸ δωμάτιον ἀνεχώρησε, καί τινα τοῖς τε οἰκείοις καὶ τῷ Οὐιτελλίῳ ὑπὲρ αὐτῶν ἐπιστείλας, τά τε γράμματα ὅσα τινὲς αὐτῷ κατ’ ἐκείνου ἐγεγράφεσαν ἔκαυσεν, ὥστε μηδένα ἐξ αὐτόν φωραθέντα κινδυνεῦσαι, καὶ καλῶν ἔνα ἕκαστον τῶν παρόντων ἠσπάζετο αὐτοὺς καὶ ἐδίδου σφίσι χρήματα. κἀν τούτῳ ταραχῆς γενομένης στρατιωτῶν ἐξῆλθε, καὶ καταστήσας αὐτοὺς οὐ πρότερον ἀνεχώρησε πρὶν ἐς τὸ ἀσφαλὲς ἄλλους ἀλλαχοῦ πέμψαι. καὶ οὕτως ἐπεὶ μηδὲν ἔτι ταραχῶδες ἐγίνετο, ἑαυτὸν διεχρήσατο. καὶ οἶ στρατιῶται τὸ σῶμα αὐτοῦ ἔθαψαν, καί τινες αὐτῷ ἐπ’ ἔσφαξαν ἑαυτούς. Τοῦτο τὸ τέλος τῷ Ὄθωνι γέγονε, ζήσαντι μὲν ἑπτὰ καὶ τριάκοντα ἔτη, ἄρξαντι δὲ ἡμέρας ἐνενήκοντα· ὅθεν καὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν τοῦ βίου συνεσκίασε· κάκιστα γὰρ ἀνθρώπων ζήσας κάλλιστα ἀπέθανεν. οἶ δὲ στρατιῶται εὐθὺς μὲν ἐταράχθησαν, καὶ ὑπ’ ἀλλήλων πολλοὶ ἀνῃρέθησαν· ἔπειτα ὡμονόησαν καὶ προσκεχωρήκεσαν τοῖς κεκρατηκόσιν.