Ancient Greek · ~27 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.16.1
Not analysed yet
Οἶ’ δ’ ἐν τῇ Ῥώμῃ τὸ πάθος μ’ μαθόντες τοῦ Ὄθωνος, ἀπεδήμει γὰρ τοῦ ἄστεος, ὡς προείρηται, αὐτοκράτορα τὸν Οὐιτέλλιον ἀνηγόρευον. ὄντι δ’ ἐν τῆ Γαλατίᾳ ὁ θάνατος ἠγγέλθη τοῦ Ὄθωνος. ἦλθε δὲ πρὸς αὐτὸν καὶ ἡ γυνὴ καὶ τὸ παιδίον, ὃ καὶ ἐπὶ βήματος Γερμανικόν τε καὶ αὐτοκράτορα ἐπωνόμασεν, ἑξάετες ὄν. φιλόμαντις δὲ ὑπάρχων καὶ μηδὲ τὸ βραχὺ πράσσων ἄνευ αὐτῶν, τότε μὲν τοὺς ἀστρονόμους, ὕστερον δὲ καὶ τοὺς γόητας ἐξήλασε, προειπὼν σφίσιν ἐντὸς τῆσδε τῆς ἡμέρας ἐξ ἁπάσης ἐκχωρῆσαι τῆς Ἰταλίας. κἀκεῖνοι νυκτὸς ἀντιπροθέντες προγράμματα, ἀντιπαρήγγειλαν αὐτῷ ἀντιπροθέντες τοῦ βίου ἐντὸς τῆς ἡμέρας ἐν ᾗ ἐτελεύτησεν. Ἦν δὲ τρυφῇ τε καὶ ἀσελγείᾳ προσκείμενος. καὶ ἀπ’ ἀρχῆς τοιοῦτος ὢν οἷος περὶ τὰ καπηλεῖα καὶ τὰ κυβευτήρια καὶ τοὺς ὀρχηστὰς καὶ τοὺς ἁρματηλάτας ἐσπουδακέναι, καὶ ἀμύθητα ἐς τὰ τοιαῦτα ἀνήλισκε καὶ διὰ τοῦτο καὶ δανειστὰς πολλοὺς εἶχε· τότε δὲ καὶ μᾶλλον ὕβριζε, καὶ τῆς τε ἡμέρας τὸ πλεῖστον τῆς τε νυκτὸς ἐδαπάνα ἀπλήστως ἐμφορούμενος καὶ συνεχῶς ἐξεμῶν, ὡς μόνῃ τῆ παρόδῳ τῶν σιτίων τρέφεσθαι. ἀφ’ οὗπερ καὶ ἀνταρκεῖν ἠδύνατο. οἶ δὲ συνδειπνοῦντες αὐτῶ πάνυ κακῶς ἀπηλλάσσοντο. ὅθεν εἷς τις αὐτῶν νοσήσας καὶ διὰ τοῦτο ἡμέρας τινὰς τοῦ συσσιτίου ἀπολειφθεὶς εἶπεν ὅτι εἰ μὴ ἐνόσησα, πάντως ἂν ἀπολώλειν.” καὶ ἐγένετο ὁ χρόνος ὁ τῆς αὐταρχίας αὐτοῦ σύμπας οὐδὲν ἄλλο ἢ μέθαι τε καὶ κῶμοι. καὶ τί ἂν τις καθ’ ἕκαστον αὐτῶν καταλέγοι, ὁπότε πρὸς πάντων ὡμολόγηται δύο μυριάδας μυριάδων καὶ χιλίας πεντακοσίας ἐν τῷ τῆς ἀρχῆς αὐτοῦ χρόνῳ ἐς τὰ δεῖπνα αὐτὸν δεδαπανηκέναι. πολλάκις δὲ καὶ παρ’ ἄλλοις εἱστιᾶτο, καὶ τῆς αὐτῆς ἡμέρας ἄλλοι μὲν ἀκρατίσασθαι παρεῖχον αὐτῷ, ἄλλοι δὲ ἀριστῆσαι, ἕτεροι δὲ δεῖπνον, ἕτεροι δὲ μεταδόρπιά τινα πλησμονῆς παραμύθια. Οὕτω δὲ βιοὺς οὐκ ἄμοιρος ἦν παντάπασι καὶ καλῶν ἔργων. τό τε γὰρ ἐπὶ Νέρωνος καὶ τὸ ἐπὶ Γάλβου τοῦ τε Ὄθωνος κοπὲν νόμισμα ἐτήρησεν, οὐκ ἀγανακτῶν ταῖς εἰκόσιν αὐτῶν, καὶ ὅσα τισὶν ἐδεδώρηντο ἐφύλαξε, μηδένα μηδὲν ἀφελόμενος· καὶ οὔτε τὰ ἐκ τῶν συντελειῶν ἐποφληθέντα ἀπῄτησεν οὔτε οὐσίαν τινὸς ἐδήμευσεν, ὀλίγους μὲν πάνυ τῶν τὰ Ὄθωνος πραξάντων ἀποκτείνας, μηδὲ τὰς ἐκείνων μέντοι οὐσίας τοὺς προσήκοντας σφῶν ἀποστερήσας. καὶ τοῖς οἰκείοις δὲ τῶν πρότερόν ποτε θανατωθέντων ἐδωρήσατο πάντα ὅσα ἔτι ἐν τῷ δημοσίῳ εὕρηντο. ἀλλ’ οὐδὲ τὰς διαθήκας τῶν ἀντιπολεμησάντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων ᾐτιάσατο. ἀπηγόρευσε δὲ καὶ τοῖς βουλευταῖς καὶ τοῖς ἱππεῦσι μονομαχεῖν ἢ ἐν ὀρχήστρᾳ θέαν τινὰ παρέχειν. καὶ διὰ ταῦτα ἐπῃνεῖτο. Ἐπὶ τούτοις ἠγγέλθη αὐτῷ ἡ ἐν Ἰουδαίᾳ κατ’ αὐτοῦ ἐπανάστασις. καὶ δεινῶς κατέδεισε δι’ αὐτήν, ἄλλων τε συμβάντων σημείων καὶ τῆς σελήνης παρὰ τὸ καθεστηκὸς δὶς ἐκλελοιπέναι δοξάσης· καὶ γὰρ τεταρταία καὶ ἑβδομαία ἐσκιάσθη. ἡλίους τε δύο ἅμα τότε εἶδον ἔκ τ’ ἑ τῶν ἀνατολῶν καὶ ἐκ τῶν δυσμῶν, τὸν μὲν ἀσθενῆ καὶ ὠχρόν, τὸν δ’ ἐξ ἀνατολῶν ἰσχυρόν. Ἐπράχθη δὲ τὰ τῆς ἐπαναστάσεως ὧδε. Οὐεσπασιανὸς ἐν Ἰουδαίᾳ διατρίβων, ὡς γὰρ ἤδη ἱστόρηται, παρὰ Νέρωνος ἦν ἐκεῖσε σταλεὶς διὰ τὴν τῶν Ἰουδαίων ἀποστασίαν, τῷ μὲν Γάλβᾳ αὐταρχήσαντι τὸν υἱὸν ἔπεμψε Τίτον προσεροῦντα αὐτόν· ἐπανελθόντος δὲ τοῦ Τίτου, ἐπεὶ καθ’ ὁδὸν ἐμεμαθήκει τὴν τοῦ Οὐιτελλίου καὶ τοῦ Ὄθωνος ἐπανάστασιν, πρὸς μοναρχίαν καὶ αὐτὸς ὡρμήθη, κατὰ τὸν Δίωνα. ὡς δ’ ὁ Ἰώσηπος ἐν τῇ τῆς ἁλώσεως ἱστορία φησίν, οἱ μετ’ αὐτοῦ στρατιῶται μαθόντες τοὺς μὲν ἐν τῇ Εὐρώπῃ Γαλάτας στασιάσαντας Γάλβαν προχειρίσασθαι αὐτοκράτορα, τοὺς δ’ ἐν Γερμανίᾳ στρατευομένους ἀνθελέσθαι τὸν Οὐιτέλλιον, τοὺς δ’ ἐν τῇ Ῥώμῃ προχειρίσασθαι Ὄθωνα, καὶ αὐτοὶ τὴν μοναρχίαν τῷ σφετέρῳ ἐψηφίσαντο στρατηγῷ, καὶ παρακραοτήσαντες ἀλλήλους ἀνηγόρευσαν τὸν Οὐεσπασιανὸν αὐτοκράτορα καὶ σώζειν τὴν τόν Ῥωμαίων ἡγεμονίαν κινδυνεύουσαν παρεκάλουν. ἀρνουμένου δ’ ἐκείνου οἶ μὲν ἡγεμόνες προσέκειντο, οἱ δὲ στρατιῶται περιχυθέντες ξιφήρεις ἀνελεῖν ἠπείλουν αὐτόν. πείθεται οὖν, καὶ πρῶτον τῷ τὴν ἀρχὴν τῆς Αἰγύπτου ἰθύνοντι ἐπιστέλλει περὶ τῶν κατ’ αὐτόν· καὶ ὅς εὐθὺς ἀνηγόρευσεν αὐτὸν αὐτοκράτορα. Οὐεσπασιανὸς δὲ τοῦτο μαθὼν τὸν μὲν τῆς Συρίας ἡγούμενον Μουκιανὸν εἰς τὴν Ἰταλίαν ἐπὶ τὸν Οὐιτέλλιον ἔπεμψαν. ὅτε καὶ τὸν Ἑβραῖον Ἰώσηπον, ὃς αὐτὸν ἔτι ζῶντος τοῦ Νέρωνος αὐτοκράτορα προσειπεῖν ἐθάρρησε, δεσμώτην ἔτι ὄντα παρ’ αὑτῷ καὶ αἰχμάΔίωνα] λῶτον, τὴν ἀρχὴν καλέσας πρὸς ἑαυτόν, οἷα προμαντευσάμενον αὐτῷ, λυθῆναι κελεύει. τοῦ δὲ Τίτου τῷ πατρὶ Οὐεσπασιανῷ δίκαιον εἰπόντος εἷναι καὶ τὸ ὄνειδος ἐξ Ἰωσήπου ἀφαιρεθῆναι σὺν τῷ σιδήρῳ, τοῦτο δ’ ἔσεσθαι, εἰ μὴ λυθῶσι τὰ δεσμά, ἀλλὰ διακοπῶσιν, ὃ ἐπὶ τῶν μὴ δεόντως δεθέντων πράττεται, συνευδοκεῖ καὶ ὁ Οὐεσπασιανός, καὶ παρελθών τις διέκοψε πελέκει τὴν ἅλυσιν. Ὁ γὰρ Ἰώσηπος, ὡς αὐτὸς ἐκεῖνος ἱστόρησε, χρησμόν τινα ἐν γράμμασιν ἱεροῖς εὑρηκὼς δηλοῦντα ὡς ἄρξει τις ἀπὸ τῆς χώρας αὐτῶν τῆς οἰκουμένης, διὰ τὰς ἐν τῇ Ῥώμῃ στάσεις καὶ τῶν ἐκεῖ βασιλέων τὰς συνεχεῖς ἀλλαγὰς εἰς τὸν Οὐεσπασιανόν τείνειν ὑπείληφε τὸν χρησμόν, καί οἶ τὸ κράτος προεμαντεύσατο. τούτου δὲ τοῦ χρησμοῦ μέμνηται καὶ Ἀππιανὸς ἐν τῷ εἰκοστῷ δευτέρῳ λόγῳ τῆς Ῥωμαïκῆς ἱστορίας αὐτοῦ. δικαιότερον δ’ ἂν ἢ ἀληθὲς μάλιστα νομισθείη τὸ ἐπὶ τὸν σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους τὸν κύριον Ἰησοῦν Χριστὸν τὸν χρησμὸν ἐκληφθῆναι· οὐ γὰρ τῆς οἰκουμένης πάσης Οὐεσπασιανὸς ἐβασίλευσε, κατὰ τὸν χρησμόν, ἀλλὰ τῆς ὑπὸ Ῥωμαίους μόνης· πολὺ δὲ τῆς οἰκουμένης ἦν ὃ τῆς Ῥωμαïκῆς ἀρχῆς ἦν ἐκτός· ὁ δὲ κύριος συμπάσης τῆς οἰκουμένης ἐβασίλευσέ τε καὶ βασιλεύει, ᾧ παρὰ τοῦ πατρὸς ἐρρήθη “αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.” Οὐεσπασιανὸς δὲ πρὸς Ἀλεξάνδρειαν ὥρμησεν, ἔνθα καὶ ἀπὸ τῆς Ῥώμης εὐαγγέλια ἧκεν αὐτῷ, ὡς Οὐιτέλλιος μὲν ἀπεσφάγη, αὐτὸς δὲ αὐτοκράτωρ τῷ τε δήμῳ καὶ τῇ συγκλήτῳ ἀνηγορεύθη, καὶ ὁ υἱὸς αὐτοῦ Δομετιανὸς εἰς ἡγεμονίαν προήχθη μέχρι τῆς αὐτοῦ πρὸς τὴν Ῥώμην ἀφίξεως. Ὁ δὲ τοῦ Οὐιτελλίου θάνατος τοῦτον τὸν τρόπον ἐγένετο. ἤδη οἶ Οὐεσπασιάνειοι στρατιῶται πεπλησιακότες ἦσαν τῇ Ῥώμῃ, καὶ ἐς αὐτὴν ἐσβαλόντες οὐδὲν ὅ, τ’ ἴ’ τῶν δεινῶν οὐκ ἐποίησαν. τῆς δὲ πόλεως πορθουμένης ὁ Οὐιτέλλιος φοβηθείς, χιτωνίσκον τε ῥακώδη περιβαλόμενος, ἐς οἴκημα σκοτεινόν, ἐν ᾧ κύνες ἐτρέφοντο, κατεκρύφθη, διανοούμενος νυκτὸς ἐς τὴν Ταρακῖναν πρὸς τὸν ἀδελφὸν ἀποδρᾶναι. ἀναζητήσαντες δὲ οἱ στρατιῶται αὐτὸν συνέλαβον φορυτοῦ πεπλησμένον καὶ αἵματος, ὑπὸ γὰρ τῶν κυνῶν ἐλελύμαντο, καὶ τὴν ἐσθῆτα περιρρήξαντες αὐτοῦ καὶ εἰς τοὐπίσω τὼ χεῖρε δεσμήσαντες, σχοῖνόν τε αὐτῷ περιθέντες περιαυχένιον, οἱ μὲν ἐρράπιζον, οἶ δὲ τοῦ γενείου ἔτιλλον, πάντες δὲ ἔσκωπτον τά τε ἄλλα καὶ τὴν ἀσωτίαν αὐτοῦ. αἰσχυνομένου δὲ ἐπὶ τούτοις καὶ κάτω βλέποντος, οἶ στρατιῶται ξιφιδίοις αὐτὸν ὑπὸ τὸ γένειον ὑπεκέντουν, ἵνα καὶ ἄκων ἄνω βλέπῃ. Κελτὸς δέ τις ἐλεήσας αὐτόν “ἐγώ σοι ἔφη “βοηθήσω ὡς μόνος δύναμαι.” καὶ ὁ μὲν ἐκεῖνον ἔτρωσε καὶ ἑαυτὸν ἀπέσφαξεν· οὐ μέντοι καὶ ὁ Οὐιτέλλιος ἀπέθανεν ἐκ τοῦ τραύματος, ἀλλ’ ἐσύρετο εἰς τὸ δεσμωτήριον. περιαλγήσας δὲ οἷς τε ἔπασχε καὶ οἷς ἤκουεν “ἀλλ’ ἔγωγε” ἔφη “αὐτοκρά- τωρ ὑμῶν ἐγενόμην. ”ὀργισθέντες οὖν οἶ στρατιῶται κατέκοψαν αὐτόν, καὶ τὴν κεφαλὴν ἀποτεμόντες αὐτοῦ κατὰ πᾶσαν τὴν πόλιν περιήγαγον, ζήσαντος ἔτη τέσσαρα καὶ πεντήκοντα καὶ ἡμέρας ἐννέα καὶ ὀγδοήκοντα, ἄρξαντος δὲ ἐνιαυτὸν δέκα ἡμερῶν ἐπιδέοντα.