Ancient Greek · ~20 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.3.1
Not analysed yet
Τιβέριος δὲ πρὸς τοῖς ἄλλοις καὶ διὰ τοὺ ἔρωτας, οἶς ἀσελγῶς τε καὶ ἀναιδῶς ἐχρῆτο, τῶν εὐγενεστάτων καὶ ἀρρένων καὶ θηλειῶν, διεβάλλετο, καὶ διὰ τὸν τῆς Ἀγριππίνης τοῦ τε Δρούσου θάνατον ἐς ὠμότητα ἐλοιδορεῖτο. δοκοῦντες γὰρ οἷ ἄνθρωποι ὑπὸ τοῦ Σηιανοῦ πάντα τὰ κατ’ ἐκείνων πρότερον γίνεσθαι, ὡς κἀκείνους κτανθῆναι ἔμαθον μετὰ τὴν ἐκείνου φθοράν, ὑπερήλγησαν. τὸν δὲ δὴ Γάιον τὸν νεώτερον τῶν τοῦ Γερμανικοῦ παίδων ταμίαν ἀπέδειξε. τὸν γὰρ ἔγγονον τὸν Τιβέριον, ὅτι τε παιδίον ἦν καὶ ὅτι μὴ εἶναι τοῦ Δρούσου παῖς ὑπωπτεύετο, παρεώρα, τῷ Γαΐῳ δὲ ὡς καὶ μοναρχήσοντι προσεῖχεν. ἠγνόει γὰρ οὐδὲν τῶν κατὰ τὸν Γάιον, ἀλλὰ καὶ ἴφη ποτὲ αὐτῷ διαφερομένῳ πρὸς τὸν Τιβέριον ὅτι “σύ τε τοῦτον ἀποκτενεῖς καὶ σὲ ἄλλοι.” οὔτε δὲ ἕτερόν τινα ὁμοίως προσήκοντα ἑαυτῷ ἔχων, καὶ ἐκεῖνον εἰδὼς ἐσόμενον κάκιστον, ἀσμένως τὴν ἀρχήν, ὥς φασι, δέδωκεν αὐτῷ, ὅπως τῇ τοῦ Μου τῆς κακίας ὑπερβολῇ τὰ ἑαυτοῦ κρυφθείη καὶ τὸ πλεῖστον καὶ εὐγενέστατον τῆς βουλῆς φθαρῇ παρελθόντος αὐτοῦ. B λέγεται δὲ καὶ πολλάκις ἀναφθέγξασθαι τοῦτο δὴ τὸ ἀρχαῖον ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί, καὶ τὸν Πρίαμον μακαρίζειν ὅτι ἄρδην μετὰ τῆς πατρίδος καὶ τῆς βασιλείας ἀπώλετο. τοσοῦτον δὲ πλῆθος τῶν τε βουλευτῶν καὶ τῶν ἄλλων διέφθαρτο, ὥστε τοὺς τὰς ἡγεμονίας τῶν ἐθνῶν ἔχοντας ἀπορίᾳ τῶν αὐτοὺς διαδεξομένων ἀδιαδόχους εἶναι. οἶ μὲν οὖν ἄλλοι δι’ ἄλλας αἰτίας καὶ ψευδεῖς καὶ ἀληθεῖς ἐκτιννύοντο, Αἰμίλιος δὲ Σκαῦρος διὰ τραγῳδίαν ἀπέθανεν. Ἀτρεὺς μὲν γὰρ τὸ ποίημα ἦν, παρῄνει δὲ δὴ τῶν ἀρχομένων τινὶ τὴν τοῦ κρατοῦντος ἀβουλίαν φέρειν. μαθὼν οὖν ταῦτα ὁ Τιβέριος ἐπ’ αὐτὸν πεποιῆσθαι τὸ ἔπος ἐνόμισε, καὶ εἶπε “κἀγὼ οὖν Αἴαντα αὐτὸν ποιήσω”, καὶ αὐτοεντίᾳ ἀπολέσθαι αὐτὸν ἠνάγκασεν. ἐν τούτοις νεανίσκος τις Δροῦσος εἶναι λέγων περί τε τὴν Ἑλλάδα καὶ τὴν Ἰωνίαν ὤφθη. καὶ ἐδέξαντο αὐτὸν ἀσμένως αἱ πόλεις, καὶ κἂν ἐς τὴν Συρίαν προχωρήσας κατέσχε τὰ στρατόπεδα, εἰ μὴ ἐπιγνούς τις αὐτὸν συνέλαβε καὶ πρὸς τὸν Τιβέριον ἤγαγεν· ὁ δὲ ἐν Ἀντίῳ τοὺς τοῦ Γᾶ ἴου γάμους ἑώρταζεν. Ὁ Τίβερις δὲ τότε πολλὰ τῆς ‘Ρὠμης ἐπέκλυσεν ὥστε πλευσθῆναι, καὶ πυρὶ μυρία ἐφθάρη. εἰ δέ τι καὶ τὰ Αἰγυπτία πρὸς τοὺς Ῥωμαίους προσήκει, ὁ φοῖνιξ ἐκείνῳ τῷ ἔτει ὤφθη. καὶ ἔδοξε ταῦτα τὸν θάνατον τῷ Τιβερίῳ προσημαίνειν. ὃς ἐνόσησε μὲν πρὸ πλείονος χρόνου, οὔτε δὲ τὴν δίαιταν παρήλλαξεν οὔτε τοῖς ἰατροῖς ἐκέχρητο, διὰ τὸν τοῦ Θρασύλλου λόγον, ὅς πάνυ μὲν ἀκριβῶς ᾔδει καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ’ ἣν τεθνήξεσθαι ἔμελλεν ὁ Τιβέριος, δὲ δέκα ἐνιαυτοὺς ἔτι βιώσεσθαι ἔλεγεν, ἔν ὡς ἐπὶ μακρότερον ζήσων μὴ ἐπειχθῇ πολλοὺς ἀποκτεῖναι. οἷα δ’ ἐν γήρᾳ καὶ νόσῳ μὴ ὀξείᾳ τοτὲ μὲν κατεπονεῖτο, τοτὲ δὲ ἀνερρώννυτο. κἀντεῦθεν ἐνίοτε μὲν ἥδοντο οἵ τε λοιποὶ καὶ ὁ Γάιος ὡς τελευτήσοντος, ἐνίοτε δὲ ὡς καὶ ζησομένου πεφόβηντο. δείσας οὖν ὁ Γάιος μὴ καὶ ἀνασωθῇ, οὔτε φαγεῖν αἰτήσαντι ἔδωκεν, ὡς τάχα βλαβησομένῳ, καὶ ἱμάτια πολλὰ καὶ παχέα ὡς θερμασίας δεομένῳ προσέβαλε, καὶ οὕτως ἀπέπνιξεν αὐτόν, ζήσαντα ἔτη ἑπτὰ πρὸς τοῖς ἑβδομήκοντα καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἐννέα, ἀφ’ ὧν δύο καὶ εἴκοσιν ἐνιαυτοὺς ἐμονάρχησε καὶ μῆνας ἑπτὰ καὶ ἡμέρας ἑπτά. μετήλλαξε δὲ τῇ εἰκοστῇ τοῦ Μαρτίου ἡμέρᾳ. Τούτου τῷ πεντεκαιδεκάτῳ ἔτει ἐβαπτίσθη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐν δὲ τῷ ὀκτωκαιδεκάτῳ παρεδόθη καὶ ἐσταυρώθη καὶ ἀνέστη. ἱστορεῖ δὲ ὁ Εὐσέβιος τὸν Πιλάτον τῆς Ἰουδαίας τηνικαῦτα ἐπιτροπεύοντα γράψαι τὰ περὶ τοῦ κυρίου τῷ Τιβερίῳ, ἔθους ὄντος τοῖς τῶν ἐθνῶν ἄρχουσι τὰ παρὰ σφίσι καινοτομούμενα δηλοῦν τῷ τὴν μοναρχίαν ἰθύνοντι, ἵν’ αὐτῷ μηδὲν ἀγνοῆται τῶν παρ’ ἑκάστοις τῶν ἐθνῶν γινομένων. ἤδη γάρ φησι τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν εἰς ἅπαντας ἐν πάσῃ τῇ Παλαιστίνῃ διαβεβοημένης, τὰ περὶ αὐτῆς ὁ Πιλάτος ἐκοινώσατο Τιβερίῳ τῷ αὐτοκράτορι, ὃς τάς τε ἄλλας αὐτοῦ πυθόμενος τερατείας καὶ ὡς μετὰ θάνατον ἐκ νεκρῶν ἀναστὰς θεὸς εἶναι παρὰ πλείστοις ἤδη πεπίστευται, ἀνήνεγκε μὲν τῇ συγκλήτῳ ταῦτα· ἐκείνη δὲ τὸν λόγον ἀπώσατο, ὅτι μὴ πρότερον αὐτὴ τοῦτο δοκιμάσασα ἦν, παλαιοῦ νόμου κεκρατηκότος μὴ ἄλλως τινὰ παρὰ Ῥωμαίοις θεοποιεῖσθαι μὴ οὐχὶ ψήφῳ τῆς συγκλήτου καὶ δόγματι. ταύτης δ’ οὖν ἀπωσαμένης τὸν περὶ τοὐ σωτῆρος ἡμῶν λόγον, τὸν Τιβέριον, ἣν καὶ πρῴην εἶχε γνώμην τηρήσαντα, μηδὲν ἄτοπον κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπινοῆσαι. μάρτυρα δ’ ἐπὶ τούτοις παράγει Τερτθλιανὸν ὁ Εὐσέβιος, ἄνδρα Ῥωμαῖον καὶ ἔνα τῶν ἐν τῇ ῥώμῃ λαμπρῶν, ἐν συγγραφῇ τινι παρ’ αὐτοῦ ἐκτεθείσῃ Ῥωμαϊκῇ διαλέκτῳ, μεταβληθείσῃ δ’ εἰς τὴν Ἑλλάδα φωνήν, λέγοντα ταῦτα “παλαιὸν ἦν δόγμα μηδένα θεὸν ὑπό του καθιεροῦσθαι πρὶν ὑπὸ τῆς συγκλήτου δοκιμασθῇ. ὁ Τιβέριος οὖν, ἐφ’ οὗ τὸ τῶν Χριστιανῶν ὄνομα εἰς τὸν κόσμον εἰσεληλύθει, ἀγγελθέντος αὐτῷ ἐκ Παλαιστίνης τοῦ δόγματος τούτου ἔνθα πρῶτον ἤρξατο, τῇ συγκλήτῳ ἀνεκοινώσατο, δῆλος δῆλος ὡς τῷ δόγματι ἀρέσκεται. ἡ δὲ σύγκλητος, ἐπεὶ οὐκ αὐτὴ δεδοκιμάκει, τοῦτο ἀπώσατο. ὁ δὲ ἐν τῇ αὐτοῦ γνώμῃ ἔμεινεν, ἀπειλήσας θάνατον τοῖς τῶν Χριστιανῶν κατηγόροις.” ταῦτα ὁ Εὐσέβιος ἱστορεῖ τὸν Τιβέριον ποιῆσαι μαθόντα περὶ τῆς θεότητος τοῦ σωτῆρος ἡμῶν καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἐκ τῆς τοῦ Τερτυλιανοῦ συγγραφῆς αὐτὰ ἐκλεξάμενος.