Ancient Greek · ~27 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.2.1
Not analysed yet
Οὕτω ταῦτα καὶ τἄλλα μέχρις ὁ Γερμανικὸς ἔζη ἐποίει· μετὰ δὲ τοῦτο συχνὰ τούτων μετήλλαξε. μήπω γὰρ τῶν παρὰ τοῦ Αὐγούστου τῷ δήμῳ καταλελειμμένων δοθέντων, ἐπεὶ νεκρὸς διὰ τῆς ἀγορὰς ἐξεφέρετο, καὶ προσελθών τις εἰς τὸ οὖς αὐτῷ ἐψιθύρισε, καὶ ἐρωτηθεὶς ὅ,τι εἴρηκεν, ἐντετάλθαι ἔφη τῷ Αὐγούστῳ εἰπεῖν ὅτι οὐδέπω οὐδὲν ἐκομίσαντο, τὸν μὲν αὐτίκα ἀπέκτεινε, καὶ εἶπεν ὡς ἐπισκώπτων, ἵν αὐτάγγελος αὐτῷ γένηται, τοῖς δ’ ἄλλοις τὰ καταλελειμμένα διένειμε. τοὐ δ’ ἐγγόνου αὐτοῦ, ὃν ἐκ τοῦ Δρούσου εἶχε, θανόντος, οὐδεμιᾶς τῶν συνήθων ἀπέσχετο πράξεως, μὴ δεῖν διὰ τοὺς οἰχομένους τὰ τῶν ζώντων λέγων προἵεσθαι. Κλήμης δέ τις τοὐ Ἀγρίππου γεγονὼς δοῦλος καὶ προσεοικὼς αὐτῷ ἐπλάσατο αὐτὸς ὁ Ἀγρίππας εἶναι· καὶ εἰς τὴν Γαλατίαν ἐλθὼν πολλοὺς μὲν ἐκεῖ, πολλοὺς δὲ ἐν τῇ Ἰταλίᾳ προσεποιήσατο, καὶ τέλος ἐπὶ τὴν Ῥώμην ὥρμησεν ὧς τὴν παππῴαν μοναρχίαν ἀποληψόμενος. χειρωσάμενος δ’ ὅμως αὐτὸν ὁ Τιβέριος διά τινων τὰ ἐκείνου προσποιησαμένων φρονεῖν, καὶ βασανίσας, ἔνα περὶ συνιστόρων τι μάθῃ, ἐπεὶ μηδὲν ἐξελάλησεν, ἤρετο αὐτόν “πῶς Ἀγρίππας ἐγένου;” καὶ ὃς ἀπεκρίνατο ὅτι “οὕτως ὡς καὶ σὺ Καῖσαρ.” Τὴν δὲ γυναῖκα Ἰουλίαν οὔτε ἐπανήγαγεν ἐκ τῆς ὑπερορίας ἣν παρὰ τοῦ πατρὸς αὐτῆς τοῦ Αὐγούστου κατεδικάσθη δι’ ἀσέλγειαν, ἀλλὰ καὶ κατέκλεισεν αὐτήν, ὥσθ’ ὑπὸ κακουχίας καὶ λιμοῦ φθαρῆναι. πολλῶν τε αὐτὸν ἀξιούντων τὸν Νοέμβριον μῆνα, οὗ τῇ ἕκτῃ ἐπὶ δεκάτῃ γεγέννητο, Τιβέριον ἐξ αὐτοῦ καλεῖσθαι, “καὶ τῖ’ ἴφη “ποιήσετε ἂν δεκατρεῖς Καίσαρες γένωνται;” Ἐν τούτοις ὁ Γερμανικὸς ἐτελεύτησεν ἐν ’Αντιοχείᾳ καταγοητευθείς τε καὶ φαρμαχθεὶς ὑπὸ Πείσωνος. ὀστᾶ τε γὰρ εὑρέθη ἀνθρώπεια κατορωρυγμένα ἐν τῇ οἰκίᾳ ἐν ᾗ κατῴκει. καὶ μολίβδινοι ἐλασμοὶ ἀράς τινας μετὰ τοῦ ὀνόματος αὐτοῦ ἔχοντες. ὅτι δὲ καὶ φαρμάκῳ ἐφθάρη τὸ σῶμα αὐτοῦ ἐξέφηνεν εἰς τὴν ἀγορὰν κομισθὲν καὶ τοῖς παροῦσι δειχθέν. θανόντος δὲ ὁ μὲν Τιβέριος καὶ ἡ Λιβία ἥσθησαν, οἱ δ’ ἄλλοι σφοδρότατα ἤλγησαν. κάλλιστος μὲν γὰρ τὸ σῶμα, ἄριστος δὲ τὴν ψυχὴν ἔφυ, παιδείᾳ τε ἅμα καὶ ἀνδρείᾳ ἐν πολέμοις εὐδοκιμῶν ἡμερώτατα τοῖς ὑπ’ αὐτὸν προσεφέρετο, καὶ μέγα δυνάμενος, ἅτε Καῖσαρ, ἐξ ἴσου τοῖς ἀσθενεστάτοις ἐσωφρόνει, καὶ οὔτε τι πρὸς τὸν Δροῦσον ἐπίφθονον οὔτε πρὸς τὸν Τιβέριον ἐποίει ἐπίβουλον, καὶ δυνάμενος παρά τε τῶν στρατιωτῶν ἑκόντων καὶ τῆς βουλῆς καὶ τοῦ δήμου τὴν ἀρχὴν τὴν αὐτοκράτορα λήψεσθαι οὐκ ἠθέλησεν. ὁ δὲ Πείσων χρόνῳ ὕστερον εἰς τὴν ‘Ρώμην ἀνακομισθείς, καὶ ἐπὶ τῷ φόνῳ τοῦ Γερμανικοῦ εἰς τὸ βουλευτήριον ὑπ’ αὐτοῦ τοῦ Τιβερίου εἰσαχθεὶς διακρουομένου τὴν ὑποψίαν τὴν ἐπὶ τῇ φθορᾷ τοῦ Γερμανικοῦ, καὶ ἀναβολὴν αἰτήσας, ἑαυτὸν κατεχρήσατο. ἐπὶ τρισὶ δὲ υἱοῖς ὁ Γερμανικὸς ἐτελεύτησεν, οὓς ὁ Αὔγουστος ἐν ταῖς διαθήκαις αὐτοῦ Καίσαρας ὠνόμασε. τούτων ὁ πρεσβύτατος Νέρων κατὰ τὸν χρόνον ἐκεῖνον τοῖς ἐφήβοις κατηριθμήθη. μέχρι μὲν οὖν τοῦ χρόνου τούτου πλεῖστα χρηστὰ ὁ Τιβέριος ἔπραξε καὶ βραχέα ἐξήμαρτεν, ἐπεὶ δ’ ὁ Γερμανικὸς ἐκποδών οἱ ἐγένετο, κατ’ ὀλίγον ἠλλοίωτο. τά τε γὰρ ἄλλα ἀγρίως ἦρχε καὶ τοῖς εἰς αὐτὸν ἢ τὴν μητέρα ἢ τὸν Αὔγουστον πράξασί τι ἢ εἰποῦσιν ἀνεπιτήδειον ἀπηνῶς ὡς ἀσεβήσασι προσεφέρετο, καὶ εἰς τοὺς ὑπονοηθέντας ἐπιβουλεύειν αὐτῷ ἀπαραίτητος ἦν. ἤδη δὲ καὶ ἐνδεικνύμενός τισιν ὅτι βούλεται τεθνάναι τινάς, δι’ ἐκείνων σφᾶς ἀπεκτίννυε, καὶ οὐκ ἐλάνθανε ταῦτα ποιῶν. ἐξήταζέ τ’ ἑ τῶν δυνατῶν ἑκάστου τὴν ἡμέραν καὶ τὴν ὥραν έν ᾗ ἐγεγέννητο, καὶ οὕτω τὸ πεπρωμένον ἑκάστῳ ἐξηρεύνα· ὥστε καὶ τῷ Γάλβᾳ τῷ μετὰ ταῦτα αὐταρχήσαντι ἀπαντήσας ἔφη ‘καὶ σύ ποτε τῆς ἡγεμονίας γεύσῃ.” ἐφείσατο δὲ αὐτοῦ, λέγων ὅτι ἐν γήρᾳ καὶ μετὰ πολὺ τῆς τελευτῆς αὐτοῦ ἄρξει. εἶτα μετὰ τοῦ Δρούσου ὑπάτευσεν ὁ Τιβέριος, ὅθεν πολλοὶ τὸν ὄλεθρον ἐκ τούτου τοῦ Δρούσου προεμαντεύσαντο· οὐ γὰρ ἔστιν ὅστις τῶν συνυπατευσάντων αὐτῷ̣ οὐ βιαίως ἀπέθανε. μετὰ ταῦτα γὰρ φαρμάκῳ διώλετο. Σηιανὸς γάρ τις μέγα παρὰ τῷ Τιβερίῳ δυνηθεὶς καὶ ὑπέρογκος γεγονώς, πὺξ αὐτῷ ποτε ἐντείνας κἀκ τούτου δείσας κἀκεῖνον καὶ τὸν Τιβέριον, ἅμα καὶ προσδοκήσας, ἂν τὸν Δροῦσον κατεργάσηται, ῥᾷον μεταχειρίσασθαι τὸν Τιβέριον, φάρμακόν τι αὐτῷ διά τινων θεραπόντων αὐτοῦ καὶ διὰ τῆς γυναικός, ἣν Ἰουλίαν, ἕτεροι δὲ Λιβίαν γράφουσι, καὶ γὰρ ἐμοίχευεν αὐτήν, ἔδωκεν. ὁ μὲν οὖν οὕτως διώλετο, ὁ δέ γε Τιβέριος εἰς τὸ συνέδριον ἀφικόμενος ἐκεῖνόν τε ἀπωδύρατο καὶ τὸν Νέρωνα τόν τε Δροῦσον τοὺς τοῦ Γερμανικοῦ παῖδας τῇ γερουσίᾳ παρακατέθετο, καὶ τὸ σῶμα τοῦ Δρούσου προυτέθη ἐπὶ τοῦ βήματος· καὶ ὁ Νέρων γαμβρὸς αὐτοῦ ὢν ἐπαίνους ἐπ’ αὐτῶ εἶπεν. ὁ δὲ δὴ θάνατος αὐτοῦ πολλοῖς αἴτιος θανάτου ἐγένετο ὡς ἐφησθεῖσι τῇ ἀπωλείᾳ αὐτοῦ. πολλοί τε γὰρ καὶ ἄλλοι διώλοντο καὶ ἡ Ἀγριππῖνα μετὰ τῶν παίδων αὐτῆς, τοῦ νεωτάτου χωρίς. πολλὰ γὰρ κατ’ αὐτῆς ὁ Σηιανὸς παρώξυνε τὸν Τιβέριον, προσδοκήσας ἐκείνης μἱτὰ τῶν τέκνων ἀπολομένης τῇ τε Λιβίᾳ συνοικήσειν τῇ τοῦ Δρούσου γυναικί, ἧς ἤρα, καὶ τὸ κράτος ἕξειν, μηδενὸς τῷ Τιβερίῳ διαδόχου τυγχάνοντος· τὸν γὰρ υἱιδοῦν ἐμίσει ὡς καὶ μοιχίδιον. καὶ ἄλλους δὲ πολλοὺς ἐπὶ ἄλλαις καὶ ἄλλαις αἰτίαις, ταῖς δέ γε πλείοσι πεπλασμέναις, καὶ ἐφυγάδευσε καὶ διέφθειρε, καί τινα ὅτι τὰ τοῦ Καίσαρος καὶ τὰ τοῦ Αὐγούστου ἱστόρησε, καίτοι μή τι κατ’ ἐκείνων συγγεγραφότα, ἐκόλασε, καὶ τὸ σύγγράμμα ὅπου δὴ καὶ εὑρέθη κατέκαυσεν, ὅτι μὴ ἐκείνους ἐσέμνυνε. πλείονας δὲ ὡς αὐτὸν βλασφη- μοῦντας διέφθειρε. καί τις Σαβῖνος ἐπὶ τοιαύτῃ κατηγορηθεὶς αἰτίᾳ εἰς τὸ δεσμωτήριον καθείρχθη, εἶτα καὶ ἐφονεύθη, καὶ τὸ σῶμα αὐτοῦ εἰς τὸν ποταμὸν ἐρρίφη. καὶ δεινὸν μὲν τοῦτο καὶ καθ’ ἑαυτὸ ἅπασιν ἦν, ἐδείνωσε δ’ αὐτὸ ἐπὶ πλεῖον κύων τις τοῦ Σαβίνου, συνεισελθών τε αὐτῷ εἰς τὸ δεσμωτήριον καὶ ἀποθανόντι παραμείνας καὶ εἰς τὸν ποταμὸν ῥιφέντι συνεισπεσών. ταῦτα ταύτῃ ἐγένετο, καὶ ἐκ πολλῶν ὀλίγα ἱστόρηται. Ἡ δὲ Λιβία ὑπέργηρως γεγονυῖα μετήλλαξεν ,ἓξ ζήσασα ἔτη καὶ ὀγδοήκοντα. καὶ οὔτε νοσοῦσαν αὐτὴν ὁ Τιβέριος ἐπεσκέψατο οὔτ’ ἀποθανοῦσαν ἐτίμησε, πλὴν μόνης ἐκφορὰς καὶ εἰκόνων τινῶν. ἀλλὰ πρὸς διαβολὴν τοῦ Τιβερίου πένθος ταῖς γυναιξὶν ἡ βουλὴ παρ’ ὅλον ἐνιαυτὸν ἐπ’ αὐτῇ ἐψηφίσατο· καὶ ὅτι πολλοὺς αὐτῶν ἐσεσώκει καὶ παῖδας πολλῶν ἐτετρόφει κόρας τε πλείοσιν ἐξεδεδώκει, καὶ ἄλλας τιμὰς ἐκείνῃ ἀπένειμαν. οὐδὲν δὲ τῶν τισι καταλειφθέντων ὑπ’ ἐκείνης δέδωκεν ὁ Τιβέριος. ἀπομνημονευτἐον δὲ καὶ τῶν παρ’ ἐκείνης εἰρημένων ἐνίων. λέγεται ὅτι γυμνούς ποτε ἄνδρας αὐτῇ ἀπαντήσαντας, καὶ μέλλοντας διὰ τοῦτο θανατωθῆναι, ἔσωσεν εἰποῦσα ὅτι “οὐδὲν ἀνδριάντων ταῖς σωφρονούσαις οἱ τοιοῦτοι διαφέρουσιν.” ἐρομένου δέ τινος αὐτήν “πῶς καὶ τί δρῶσα τοῦ Αὐγούστου κατεκράτησας;” ἀπεκρίνατο ὅτι “αὐτή τε ἀκριβῶς σωφρονοῦσα καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μηδὲν τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα μήτ’ ἀκούειν μήτ’ αἰσθάνεσθαι προσποιουμένη.” Τὸν δὲ Σηιανὸν ὁ Τιβέριος ἐπὶ μέγα δόξης ἐπάῥᾶς, καὶ κηδεστὴν ἐπὶ Ἰουλίᾳ τῇ τοῦ Δρούσου θυ- γατρὶ ποιησάμενος, ὕστερον ἔκτεινε, τῆς γερουσίας αὐτοῦ καταψηφισαμένης θάνατον σπουδῇ αὐτοῦ. καὶ τῷ τι αὐτοῦ ἐπὶ τρισὶν ἡμέραις ἐρριμμένῳ τὸ πλῆθος ἐνύβριζεν, εἶτα εἰς τὸν ποταμὸν ἐνέβαλε. τά τε παιδία αὐτοῦ κατὰ δόγμα ἀπέθανε, καὶ ἡ γυνὴ αὐτοῦ ἑαυτὴν διεχρήσατο. καὶ ἄλλοι δι’ ἐκεῖνον ἀπώλοντο, οἶ μὲν ἑαυτοὺς ἀνελόντες, οἱ δὲ ὑφ’ ἑτέρων ἀναιρεθέντες.