Ancient Greek
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.5.1
Not analysed yet
τούτοις· εἶτα καὶ ὑπάτευσε, τὸν θεῖον τὸν Κλαύδιον προσλαβών. οὗτος γὰρ ἱππεὺς ὢν τότε πρῶτον καὶ ὑπάτευσε καὶ ἐβούλευσεν, ἓξ καὶ τεσσαράκοντα ἐτῶν γεγονώς. ὁ δὲ δὴ πενθερὸς αὐτοῦ Μάρκος Σιλανός, ἐπειδὴ βαρὺς αὐτῷ ὑπό τε τῆς ἀρετῆς καὶ ὑπὸ τῆς συγγενείας ἦν, προπηλακιζόμενός τε καὶ περιυβριζόμενος, διεχειρίσατο ἑαυτόν, καίτοι παρὰ τοῦ Τιβερίου σφόδρα τιμώμενος. ὁ δὲ καὶ τὴν θυγατέρα αὐτοῦ ἐκβαλὼν ἔγημε Κορνηλίαν Ὀρεστίναν, ἣν καὶ ἐν αὐτοῖς τοῖς γάμοις ἀφήρπασεν οὓς συνεώρταζε τῷ ἐγγεγυημένῳ αὐτὴν Γαΐῳ Καλπουρνίῳ Πείσωνι. καίτοι δὲ τοιοῦτος ὢν ἔπραξέ τινα καὶ ἐπαίνου ἄξια. ἐμπρησμὸν γὰρ μετὰ τῶν στρατιωτῶν κατασβέσας ἐπήρκεσε τοῖς ζημιωθεῖσι, τοῦ τε τῶν ἱππέων τέλους ὀλιγανδροῦντος ἐξ ἁπάσης ἀρχῆς τοὺς πρώτους μεταπεμψάμενος κατελέξατο, καὶ τὰς ἀρχαιρεσίας τῷ δήμῳ ἀπέδωκε, καὶ ἄλλα τινὰ τοιαῦτα ἐποίησεν. ὑπαίτια δὲ εἰργάσατο πολλαπλάσια. καὶ πολλοὺς ἀπέκτεινεν· ἦν δὲ οὐ τὸ πλῆθος τῶν ἀπολλυμένων οὕτω δεινόν, καίτοι δεινὸν ὄν, ἀλλ’ ὅτι τοῖς τε φόνοις αὐτῶν ὑπερέχαιρε καὶ ἀπλήστως εἶχε τῆς θέας τοῦ αἵματος. ὑπὸ γοῦν ὠμότητος ἐπιλιπόντων ποτὲ τῶν τοῖς θηρίοις ἐκ καταδίκης διδομένων, ἐκέλευσεν ἐκ τοῦ ὄχλου τοῦ τοῖς ἰκρίοις προστετηκότος συναρ- πασθῆναί τινας καὶ παραβληθῆναι αὐτοῖς. καὶ ὅπως μήτε ἐπιβοήσασθαι μήτε τι αἰτιάσασθαι δυνηθῶσι, τὰς γλώσσας αὐτῶν προαπέτεμον. πολλοὺς δὲ καὶ διὰ τὰς οὐσίας ἐφόνευεν, ἕτερ’ ἄττα σφίσιν ἐπεγκαλῶν. λῶν. καὶ ὁ τῆς Δρουσίλλης τῆς ἀδελφῆς αὐτοῦ θάνατος οὐ μείους διέφθειρεν, ᾗ συνῴκει μὲν Μάρκος Λέπιδος παιδικὰ ἅμα αὐτοῦ καὶ ἐραστὴς ὤν, συνῆν δὲ καὶ ὁ Γάιος. ἀποθανοῦσαν οὖν πολλῶν μὲν καὶ ἄλλων ἠξίωσεν, εἶτα καὶ ἀπεθέωσε. μετ’ ὀλίγον δὲ ἔγημε Λολλίαν Παυλῖναν, αὐτὸν τὸν ἄνδρα αὐτῆς ἐγγυῆσαι αὐτῷ τὴν γυναῖκα βιάσας, ἔνα μὴ ἀνέγγυον αὐτὴν λαβὼν παρανομήσῃ. Ἐν στενωπῷ δέ ποτε πηλὸν πολὺν θεασάμενος, ἐκέλευσεν αὐτὸν εἰς τὰ τοῦ ἀγορανομοῦντος τότε καὶ τῆς τῶν ὁδῶν καθάρσεως ἐπιμελουμένου ἱμάτια ἐμβληθῆναι. βληθῆναι. Οὐεσπασιανὸς δὲ τότε ἦν ἀγορανομῶν· ὥστε ὕστερον ἐκείνου τὰ πράγματα τεταραγμένα καὶ πεφυρμένα παραλαβόντος καὶ καταστήσαντος ἔδοξεν οὐκ ἀθεεὶ τὸ τότε συμβὰν γεγονέναι, ἀλλ’ ἄντικρυς αὐτῷ τὴν πόλιν πρὸς ἐπανόρθωσιν παρὰ Γαίου ἐγχειρισθῆναι. Διηνεκῶς δὲ πολλοὺς ὁ Γάιος ἐφόνευε, καὶ ἦν ἔξω τῶν φόνων οὐδέν. καὶ οὐδὲ τῷ πλήθει τι ἐχαρίξετο, κἀκεῖνοι πάνυ αὐτῷ ἀπηχθάνοντο· πολλὰ μὲν γὰρ καὶ ἄλλα αὐτῷ μὴ ἀρέσκοντα ἔλεγόν τε καὶ ἔπραττον, πρὸς δὲ τοῖς ἠγανάκτει δεινῶς ὅτι μεγαλύνοντες αὐτόν “νεανίσκε Αὔγουστε ἐπεβόων. οὐ γὰρ μακαρίζεσθαι ἡγεῖτο ὅτι νέος ὢν ἐμονάρχει, ἀλλ’ ἐγκαλεῖσθαι ὅτι ἐν ἡλικίᾳ τοιαύτῃ τηλικαύτην εἶχεν ἀρχήν. ἐχρημάτιζε δὲ ἐκ τρόπου παντός, ἀργυρισμοῦ ἄλλοτε ἄλλας ἐφευρίσκων λαβάς· καὶ ἀζήμιος τῶν γέ τι ἐχόντων οὐδεὶς οὐκ ἀνήρ, οὐ γυνὴ καταλέλει- πτο. κἄν τινας καὶ τῶν ἀφηλικεστέρων ζῆν πα, ἀλλὰ πατέρας τε καὶ πάππους μητέρας τε ὀνομάζων καὶ τήθας καὶ ζῶντας ἐξεκαρποῦτο καὶ τελευτώντων τὰς οὐσίας ἐκληρονόμει. Ἐλάσαι δὲ διὰ τῆς θαλάσσης τρόπον τινὰ καὶ διιππεῦσαι ἐπεθύμησε, καὶ ἐγεφύρωσε τὸ μεταξὺ τῶν Ποτιόλων καὶ τῶν Βαύλων. τὸ δὲ χωρίον τοῦτο κατ’ ἀντιπέραν τῆς πόλεως ἐστι, διέχον αὐτῆς σταδίους ἕξ καὶ εἴκοσι. πλοῖα δὲ εἰς τὴν γέφυραν τὰ μὲν κα. τεσκευάσθη, τὰ δὲ ἠθροίσθη. ἀφ’ οὑπερ καὶ λιμὸς ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Ρώμῃ μάλιστα ἰσχυρὸς ἐγένετο. ὁ δὲ τὸν τοῦ Ἀλεξάνδρου, ὧς ἔλεγε, θώρακα ἐνδυσάμενος καὶ ἐπ’ αὐτῷ χλαμύδα σηρικὴν ἁλουργῆ πολὺ μὲν χρυσίον, πολλοὺς δὲ λίθους Ἰνδικαὺς ἔχουσαν, καὶ ξίφος περιζωσάμενος καὶ ἀσπίδα λαβὼν δρυί τε στεφανωσάμενος, σπουδῇ καθάπερ ἐπὶ πολεμίαν εἰς τὴν πόλιν εἰσήλασε, παμπληθεῖς ἱππεῖς τε καὶ πεζοὺς ὡπλισμένους ἐπαγόμενος· καὶ ἄλλα δέ τινα τοιαῦτα ποιήσας καὶ ἑαυτὸν ὰποσεμνύνας ἐν δημηγορίᾳ διὰ ταῦτα ἐς τὸν Δαρεῖον καὶ τὸν Ξέρξην ἀπέσκωπτεν, ὡς πολλαπλάσιον ἢ ἐκεῖνοι τῆς θαλάσσης μέτρον ζεύξας αὐτός. Αἰτία δὲ θανάτου πολλοῖς καὶ αὕτη ἡ γέφυρα γέγονε. χρήματα γὰρ εἰς αὐτὴν ἀναλώσας ἀμύθητα πολλῶ πλείοσι διὰ τὰς οὐσίας ἐπεβούλευσεν. ὥστε Ἰούνιός τις Πρίσκος στρατηγὸς ᾐτιάθη μὲν ἐπ’ ἄλλοις τισίν, ἀπέθανε δὲ ὡς πλούσιος· μαθὼν δὲ ὁ Γάιος ὅτι οὐδὲν ἄξιον τοῦ θανάτου ἐκέκτητο, εἷπεν ὅτι “ἠπάτησέ με καὶ μάτην ἀπώλετο· ζῆν γὰρ ἡδύνατο.” Ἆφρος δὲ Δομίτιος παρὰ μικρὸν κινδυνεύσας παρα- δόξως ἐσώθη. ἐπί τινι γὰρ αἰτίᾳ ἐς τὸ συνέδριον ἀγαγὼν αὐτόν, λόγον κατ’ αὐτοῦ ἀνέγνω μακρόν, νικᾶν γὰρ ἠξίου πάντας τοὺς ῥήτορας, καὶ τὸν Δομίτιον δεινότατον ὄντα εἰπεῖν ὑπερβαλεῖν ἐσπούδασεν, ὁ ὲν, ὁ δὲ οὔτε τι ἀντεῖπεν οὔτ’ ἀνταπελογήσατο, θαυμάζεν δὲ τὴν τοῦ Γαΐου δεινότητα προσεποιεῖτο καὶ καταπλήττεσθαι, καὶ ἠντιβόλει τε καὶ ἱκέτευε, τὸν ῥήτορα μᾶλλον ἢ τὸν Καίσαρα φοβεῖσθαι λέγων. καὶ ἐπὶ τούτοις ἡσθεὶς ἐκεῖνος, καὶ πιστεύσας τῇ τῶν λόγων δεινότητι κρατῆσαι αὐτοῦ, ἐπαύσατο τῆς ὀργῆς.