Ancient Greek
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.6.1
Not analysed yet
Εἶτα εἰς τὴν Γαλατίαν ἀφώρμησεν ὡς τάχα τῶν Κελτῶν τι παρακινούντων, καὶ τοὺς μὲν πολεμίους οὐδέν τι ἔβλαψε, τοὺς δ’ ὑπηκόους καὶ τοὺς συμμά- χους καὶ τοὺς πολίτας πλεῖστα ἐκάκωσε. κυβεύων δέ ποτε, καὶ γνοὺς ὡς οὐκ ἔχει ἀργύριον, ᾔτησε τὰς τῶν Γαλατῶν ἀπογραφάς. καὶ κελεύσας θανατωθῆναι τοὺς πλουσιωτάτους αὐτῶν, ἐπανῆλθε πρὸς τοὺς συγκυβευτὰς καὶ εἶπεν ὡς “περὶ ὀλίγων δραχμῶν ὑμεῖς ἀγωνίζεσθε, ἐγὼ δὲ μυρίας καὶ πεντακισχιλίας ἤθροισα μυριάδας.” οὕτως ἀκρίτως πάντα ἐγίνετο. καὶ τὸν Λέπιδον δ’ ἐκεῖνον τὸν ἐραστήν, τὸν ἐρώμε- νον, τὸν τῆς Δρουσίλλης ἄνδρα, ὃν ὑπερετίμησε καὶ διάδοχον ἕξειν τῆς ἀρχῆς ἐπηγγέλλετο, ἔκτεινε· καὶ τὰς ἀδελφὰς τὰς οἰκείας ὡς ἐκείνῳ συμφθαρείσας εἰς τἀς Ποντίους νήσους ἀπήγαγε· καὶ ἄλλα πολλὰ τοιαῦτα πεποίηκεν. εἶτα τὴν Παυλῖναν ἐκβαλών, προφάσει μὲν ὡς μὴ τίκτουσαν, τὸ δ’ ἀληθὲς ὅτι διακορὴς ἐκείνης ἐγένετο, Μιλωνίαν Καισωνίαν ἕγημεν, ἣν πρότερον μὲν ἐμοίχευσε, τότε δὲ καὶ γαμετὴν ἐσχηκέναι ἠθέλησεν, ἐπειδὴ ἐν γαστρὶ ἔσχεν, ἔν αὐτῷ παιδίον τέκῃ τριακονθήμερον. Οἶ’ δ’ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν ἐκ ἐταράττοντο δὲ καὶ ὅτι δίκαι σφίσι πλεῖσται ἐπήγοντο ἐπὶ τῆ πρὸς τὰς ἀδελφὰς αὐτοῦ καὶ ἐπὶ τῇ πρὸς τοὺς πεφονευμένους φιλίᾳ, προσεδόκων δὲ καὶ ἐπὶ πλεῖον τήν τε ὠμότητα τοῦ Γαίου καὶ τὴν ἀσέλγειαν αὐξήσειν, αὐξήσειν, εἰ ὁ τῆς ἀρχῆς αὐτοῦ χρόνος πλείων γένηται. καὶ οἶ μὲν οὕτω διέκειντο πρὸς αὐτόν, ὁ δὲ καὶ τὸν Πτολεμαῖον τὸν τοῦ Ἰόβα παῖδα μεταστειλάμενος ὡς πλουτοῦντα κἀκεῖνον ἀπέκτεινε. Τοῦτον δὲ τὸν τρόπον βιοὺς πάντως ἐπιβουλευθήσεσθαι ἔμελλε. καὶ ἐφώρασε τὴν ἐπίθεσιν, καὶ συλλαβὼν Ἀνίκιον Κερεάλιον καὶ τὸν υἱὸν αὐτοῦ Σέξτον Παπίνιον ἐβασάνισε· καὶ ἐπεὶ μηδὲν ἐξελά- λησεν, ἀνέπεισε τὸν Παπίνιον, σωτηρίαν αὐτῷ καὶ ἄδειαν ὑποσχόμενος, κατ’ εἰπεῖν τινων ἢ ἀληθῶς ἢ ψευδῶς, καὶ ἐκεῖνον αὐτίκα καὶ τοὺς ἄλλους ἐν ὀφθαλμοῖς αὐτοῦ ἀπέκτεινεν. ἑνὸς δὲ τῶν κατεεινομένων καὶ τὸν πατέρα παρεῖναι κατηνάγκασε τοῦ υἱοῦ φονευομένου· πυθόμενόν τε εἰ μύσαι αὐτῷ ἐ[οτρεπει, καὶ ἐκεῖνον σφαγῆναι προσέταξεν. ὁ δὲ κινδυνεύων προσεποιήσατο ἐκ τῶν ἐπιβεβουλευκότων εἶναι, καὶ τοὺς λοιποὺς πάντας ἐκφῆναι ὑπέσχετο, καὶ ὠνόμασε τούς τε ἑταίρους τοὺς τοῦ Γαΐου καὶ τοὺς συνεργοὺς τῆς ἀσελγείας καὶ τῆς ὠμότητος. καὶ πολλοὺς ἂν ἀπώλεσεν, εἰ μὴ καὶ τοὺς ὑπάρχους καὶ τὸν Κάλλιστον καὶ τὴν Καισωνίαν προσδιαβαλὼν ἠπιστήθη. Καὶ ὁ μὲν ἀπέθανεν, τῷ δὲ Γαί· ῳ τὸν ὄλεθρον αὐτὸ τοῦτο παρεσκεύασεν. ἰδίᾳ γὰρ τοὺς ὑπάρχους τε καὶ τὸν Κάλλιστον προσκαλεσάμενος “εἶς εἰμι” ἔφη, “τρεῖς δὲ ὑμεῖς· καὶ γυμνὸς μὲν ἐγώ, ὡπλισμένοι δ’ ὑμεῖς. εἰ οὖν μισεῖτέ με καὶ ἀποκτείνειν θέλετε, φονεύσατε.” ἐξ ἐκείνου δὲ μισεῖσθαι νομίσας καὶ ἄχθεσθαι τοῖς πραττομένοις ἐκείνους, ὑπώπτευε σφᾶς, καὶ ξίφος κἀν τῆ πόλει παρεζώννυτο, καὶ συνέβαλλεν αὐτοὺς ἀλλήλοις, ὅπως μὴ συμφρονῶσι κατὰ μόνας ἑκάστῳ ὡς πιστοτάτῳ διαλεγόμενος περὶ τῶν λοιπῶν, μέχρις οὗ συνέντες τὸ ἐπιχείρημα προήκαντο αὐτὸν τοῖς ἐπιβουλεύουσι. Τῶν δὲ βουλευτῶν, ὅτι μὴ κατεψηφίσαντό τινων, περιφόβων ὄντων, Πρωτογενὴς τις πρὸς τὰ χαλεπώτατα τῷ Γαίῳ ὑπηρετῶν, ὥστε καὶ βιβλία δύο περιφέρειν ὧν τὸ μὲν ξίφος, τὸ δ’ ὠνόμαζεν ἐγχειρίδιον, εἰσῆλθεν εἰς τὸ συνέδριον, καὶ πάντων δεξιουμένων αὐτόν, οἶα εἰκός, δριμύ τι προσέβλεψεν ἑνὶ Σκριβωνίῳ Πρόκλῳ, εἰπών “καὶ σύ με ἀσπάζῃ, μισῶν οὕτω τὸν αὐτοκράτορα;” ἀκούσαντες δὲ τοῦτο οἷ παρόντες περιέσχον τὸν συμβουλευτὴν καὶ διέσπασαν· ἐφ’ ᾧπερ ἥσθη ὁ Γάιος καὶ ἔφη κατηλλάχθαι αὐτοῖς.