Ancient Greek
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.8.1
Not analysed yet
Γάιος μὲν οὕτως ἐφθάρη· τῆς δὲ βουλῆς ἐν τῷ Καπιτωλίῳ συναθροισθείσης τοῖς μὲν δημοκρατεῖ- σθαι ἐδόκει, οἶ δὲ μοναρχεῖσθαι καὶ αὖθις ἔκρινον· καὶ τούτων οἱ μὲν τόνδε, οἶ δὲ τόνδε ᾑροῦντο. κἀν τούτῳ στρατιῶταί τινες εἰς τὸ παλάτιον, ἵνα τι διαρπάσωσιν, εἰσπηδήσαντες εὗρον ἐν σκοτεινῇ γωνίᾳ κατακρυπτόμενόν που τὸν Κλαύδιον, συνῆν γὰρ τῷ Γαΐῳ τοῦ θεάτρου ἐξερχομένῳ, καὶ τὴν ταραχὴν φοβηθεὶς κατεκρύβη, καὶ ἐξεῖλκον αὐτὸν μὴ εἰδότες ὅστις ἦν· γνόντες δὲ αὐτοκράτορά τε προσηγόρευσαν καὶ ἐς τὸ στρατόπεδον ἤγαγον, καὶ μή τινος ἐνδοιά- σαντος ἅπαντες αὐτῷ τὸ κράτος δεδώκασιν, ὡς ἐκ γένους ὄντι βασιλικοῦ καὶ νομιζομένῳ ἐπιεικεῖ. εἰ γὰρ καὶ ἀνεδύετο καὶ ἀντέλεγεν, ἀλλ’ ὅσον ἐξίστατο καὶ ἀντέκειτο, τοσοῦτον μᾶλλον ἀντεφιλονείκουν οἰ στρατιῶται μὴ παρ’ ἑτέρων λαβεῖν αὐτοκράτορα, ἀλλ’ αὐτοὶ δοῦναι πᾶσι. διὸ καὶ ἄκων, ὡς ἐδόκει, ὑπέκυψε. μαθόντες δὲ καὶ οἱ ὕπατοι καὶ οἷ βουλευταὶ ἤδη προκατειλῆφθαι τὴν ἀρχήν, καὶ αὐτοὶ ὡμο- λόγησαν. Καὶ οὕτω Τιβέριος Κλαύδιος Νέρων Γερμανικὸς ὁ τοῦ Δρούσου τοῦ τῆς λῖ βίας υἱοῦ παῖς τῆς αὐτοκρατοῦς ἀρχῆς ἔτυχεν, ἄγων ἔτος πεντηκοστόν. ἐγένετο δὲ τὴν μὲν ψυχὴν οὐ φαῦλος, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο ἴ’. ὥστε καὶ συγγράψαι τινά· τὸ δὲ σῶμα νοσώδης. πάνυ δὲ ἐγυναικοκρατήθη ἅμα καὶ ἐδουλοκρατήθη, ἅτε καὶ ἐκ παίδων ἴν τ’ ἑ νοσηλείᾳ καὶ ἐν φόβῳ πολλῷ τραφείς, κἀντεῦθεν καὶ ἐπὶ πλεῖον τῆς ἀληθείας προσποιησάμενος εὐήθειαν καὶ ἤθους χαυνότητα, ὅπερ καὶ αὐτὸς ἐν τῇ βουλῇ ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τήθῃ Λιβίᾳ, πολὺν δὲ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τ’ ἀπελευθέροις συνδιαι- τηθείς, οὐδὲν ἐλευθεροπρεπὲς ἐπεδείκνυτο. ἐπετί- θεντο δ’ αὐτῷ αἱ γυναῖκές τε καὶ οἶ ἀπελεύθεροι ἐν τοῖς πότοις καὶ ἐν ταῖς μίξεσι· πάνυ γὰρ ἀπλήστως ἀμφοτέροις προσέκειτο. πρὸς δὲ καὶ δειλίαν εἶχε. τοιοῦτος δὲ πεφυκώς, ὡς συνελόντι εἰπεῖν, ὅμως οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν ὁσάκις τῶν εἰρημένων παθῶν ἔξω ἐγίνετο καὶ ἑαυτοῦ ἐκράτει. οὐκ εὐθὺς μέντοι εἰς τὴν βουλὴν εἰσῆλθεν, ἀλλὰ μετὰ τριακοεἰ στῆν ἡμέραν, διά τε τὸν Γάιον οὕτως ἀπολωλότα δεδιὼς καὶ ὅτι τινὲς ἑαυτοῦ βελτίους εἰς τὴν ἀρχὴν παρὰ τῆς βουλῆς ὠνομάσθησαν. ἀλλὰ τά τε ἄλλα ἀκριβῶς ἐφυλάσσετο καὶ πάντας τοὺς αὐτῷ προσιόντας ἐρευνᾶσθαι ἐποίει μή τι ξιφίδιον ἔχωσι, καὶ ἐν τοῖς συμποσίοις στρατιώτας εἶχεν αὐτῷ συνόντας. ὃ καὶ μετὰ ταῦτα ἐγίνετο· ἡ δὲ τῶν ξιφιδίων ἔρευνα διὰ Οὐεσπασασιανοῦ ἐπαύσατο. Τὸν μὲν οὖν Χαιρέαν καί τινας ἄλλους ἀπέκτεινεν, οὐ διὰ τὸν Γάιον, ἀλλ’ ἑαυτῷ ἀσφάλειαν προμηθούμενος· μηθούμενος· καὶ ὁ Σαβῖνος δὲ ἑκὼν ἀπέθανε, μὴ ἀξιώσας κολασθέντος τοῦ Χαιρέου αὐτὸς περιεῖναι· τὰς δὲ τοῦ Γαί· ου ἀδελφὰς τήν τ’ ἑ Ἀγριππῖναν καὶ τὴν Ἰουλίαν καταγαγὼν ἐκ τῆς ὑπερορίας, καὶ τὰς οὐσίας αὐταῖς ἀπέδωκε, καὶ τοὺς ἄλλους τοὺς ἐκπε- σόντας ὁμοίως κατήγαγε. καὶ τοὺς ἐν εἱρκταῖς δεδε- μένους ἀκριβῶς ἐξετάσας, τοὺς μὲν συκοφαντουμένους ἀφῆκε, τοὺς δὲ κάκουργήσαντάς τι ἐκόλασε. καὶ τὰ φάρμακα, ἃ πολλὰ ἐν τοῖς τοῦ Γαΐου εὑρέθη, καὶ τὰ βιβλία τοῦ Πρωτογενοῦς, ὃν καὶ ἀπέκτεινεν, ἔκαυσε. τά τε γράμματα ἃ ἔλεγε μὲν κατακαῦσαι ὁ Γάιος, εὑρέθησαν δὲ ὄντα, τοῖς βουλευταῖς τε έπέδεειξε, καὶ ἔδωκεν ἀναγνῶναι τοῖς τε γράψασιν αὐτὰ καὶ τοῖς καθ’ ὧν ἐγέγραπτο, καὶ μετὰ τοῦτο κατέφλεξε. τῆς τε γερουσίας ἀτιμῶσαι βουληθείσης τὸν Γάιον, ψηφισθῆναι μὲν τοῦτο αὐτὸς ἐκώλυσε, νυκτὸς δὲ τὰς εἰκόνας αὐτοῦ πάσας ἠφάνισε, καὶ τὰ ὑπὸ τοῦ Γαΐου καὶ ὑφ’ ἑτέρων δι’ ἐκεῖνον οὐκ ὀρθῶς γεγονότα ἀνέτρεψεν. ἀνδριάντων δὲ αὐτῷ ψηφισθέντων παρῃτήσατο· καὶ θύειν ἢ προσκυνεῖν ἐν ἀγάλμασιν αὐτῷ ἀπηγόρευσε. καὶ ἄλλα δὲ τοιαῦτα πολλὰ ἐποίει, μετριοφρονῶν καὶ κρίσει ταῦτα πράττων, ἀλλ’ οὐκ ἐπιτηδεύσει. τὰς γοῦν θυγατέρας κατηγγύησε τὴν μὲν Λουκίῳ Ἰουνίῳ Σιλανῷ, τὴν δὲ Γναίῳ Πομπηίῳ Μάγνῳ. καὶ οὐδὲν ὑπέρογκον ἔπραξεν, ἀλλὰ καὶ αὐτὸς ἐν ταῖς ἡμέραις ἐκείναις ἐδίκασε καὶ ἡ βουλὴ ἠθροίσθη. ταῦτά τε οὖν ἐπιεικῶς ἔπραττε, καὶ τῶν ὑπάτων ἐν τῷ συνεδρίῳ καταβάντων ἀπὸ τῶν δίφρων, ἔνα διαλεχθῶσιν αὐτῷ, προσεξαν ἔστη τε καὶ ἀντιπροσῆλθε σφίσιν. ἰδιωτικῶς τε ἔζη ὧς τὰ πολλὰ καὶ ἑλληνικῶς αὐτός τε καὶ οἱ περὶ αὐτὸν διῃτῶντο. Περὶ τὰ χρήματα δὲ θαυμαστὸς ἐγένετο. ἀπηγόρευσε γὰρ ἀργύριον αὐτῷ προσφέρεσθαι, ὃ καὶ ἐπὶ τοῦ Αὐγούστου ἐγίνετο. ἀπεῖπε δὲ μηδὲ κληροπαρά τινος συγγενεῖς ἔχοντας καταλιμπάνεσθαι. καὶ τῶν προδημευθέντων ἐπί τε τοῦ Τιβερίου καὶ τοῦ Γαΐου τὰ μὲν αὐτοῖς ἔτι περιοῦσι, τὰ δὲ τοῖς τέκνοις αὐτῶν ἀπέδωκε· καὶ πολλοῖς παρὰ τοῦ Γαΐου τὰς σφετέρας ἀρχὰς καὶ χώρας ἀφαιρεθεῖσιν αὐτὸς αὖθις ἐπανεσώσατο. καὶ ἄλλα τοιαῦτα ἔργα εἰργάσατο, δι’ ἃ ἐπῃνεῖτο. ὑπὸ δὲ τῶν ἐξελευθέρων αὐτοῦ 20 καὶ τῆς γυναικὸς Βαλερίας Μεσσαλίνης ἕτερα ἐπράχθη οὐχ ὁμοιότροπα. λιμοῦ μέντοι ἰσχυροῦ γενομένου οὐ μόνον τῆς τότε ἀφθονίας ἐφρόντισεν, ἀλλὰ καὶ τῆς εἰσέπειτα. ἐπεισάκτου γὰρ παντὸς σχεδὸν τοῦ σίτου τοῖς Ῥωμαίοις ὄντος, ἡ χώρα ἡ πρὸς ταῖς ἐκβολαῖς τοῦ Τιβέριδος οὔτε κατάρσεις ἀσφαλεῖς οὔτε λιμένας ἐπιτηδείους ἔχουσα ἀνωφελὲς σφίσι τὸ κράτος τῆς θαλάσσης ἐποίει· οὐδὲν γὰρ κατὰ τὴν χειμερινὴν ὥραν ἠδύνατο εἰσφοιτᾶν. τοῦτο οὖν συνιδὼν λιμένας τε κατεσκεύασε καὶ ἀπετέλεσε πρᾶγμα καὶ τοῦ φρονήματος καὶ τοῦ μεγέθους τῆς Ῥώμης ἄξιον. ἐν πᾶσι δὲ μετριάζων, οὔτε γεννηθέν- τος αὐτῷ υἱέος, ὃς τότε μὲν Κλαύδιος Τιβέριος Γερμανικός, ὕστερον δὲ καὶ Βρεττανικὸς ἐπωνομάσθη, ἄλλο τι ἐπιφανὲς ἔπραξεν, οὔτ’ Αὔγουστον αὐτὸν ἢ τὴν Μεσσαλῖναν Αὐγούσταν ἐπικληθῆναι ἐφῆκε.