Ancient Greek
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.7.1
Not analysed yet
Θωπευόντων δ’ αὐτὸν καὶ τῶν μὲν ἥρωα, τῶν δὲ θεὸν ἀποκαλούντων, δεινῶς ἐξεφρόνησεν. ἠξίου μὲν γὰρ καὶ πρότερον ὑπὲρ ἄνθρωπον νομίζεσθαι, καὶ τῆ Σελήνη συγγίνεσθαι καὶ Ζεὺς εἷναι ἐπλάττετο, καὶ διὰ τοῦτο μάλιστα ταῖς ἀδελφαῖς προεφασί- ζετο μίγνυσθαι, καὶ πάντας θεοὺς ὑπεκρίνετο, καὶ τὰς θηλείας αὐτάς, καὶ Ἥρα καὶ Ἄρτεμις καὶ Αφροδίτη ἐγίνετο, καὶ πρὸς τὴν τῶν ὀνομάτων μετάθεσιν καὶ πὰν τὸ σχῆμα μετήμειβεν, ὡς ποτὲ μὲν θηλυ- δρίαν ὁρᾶσθαι αὐτὸν καὶ κρατῆρα καὶ θύρσον φέρειν, ποτὲ δὲ ἀρρενωπὸν καὶ ῥόπαλον καὶ λεοντῆν ἐνημμένον, καὶ αὖθις λειογένειον ἢ πωγωνίαν δείκνυσθαι. τρίαινάν τε ἐκράτει καὶ ἀνέτεινε κεραυνόν, παρθένῳ τ’ ἑ κυνηγετικῇ ὡμοιοῦτο, καὶ ἐγυναίκιζεν αὖθις, καὶ τῆ στολῇ καὶ τοῖς προσθέτοις καὶ περιθέτοις ἀκριβῶς ἐποικίλλετο, καὶ πάντα μᾶλλον ἢ ἄνθρωπος δοκεῖν αὐτοκράτωρ ἐβούλετο. καί ποτε ἰδών τις αὐτὸν ἀνὴρ Γαλάτης ἐπὶ δίφρου ὑψηλοῦ ἐν εἴδει Δῖός χρηματίζοντα, ἐγέλασε. μαθὼν οὖν τοῦτο ἐκάλεσεν αὐτὸν καὶ ἤρετο “τί σοι δοκῶ εἶναι ”κἀκεῖνος “μέγα παραλήρημα” ἔφη. καὶ οὐδὲν ἔπαθε δεινόν· παρελογίσθη γὰρ σκυτοτόμος ὤν. ἠσπάζετό τε βραχεῖς, τοῖς δ’ ἄλλοις καὶ τῶν βουλευτῶν ἢ τὴν χεῖρα ἢ τὸν πόδα προσκυνεῖν ὤρεγε. πάντες δὲ αὐτὸν ἐκολάκευον. καί ποτε τὸν Λούκιον τὸν Οὐιτέλλιον ἄνδρα εὐγενῆ καὶ φρονήσεως εὖ ἔχοντα ἤρετο, τῇ Σελήνῃ μίγνυσθαι λέγων, εἰ ὁρῴη τὴν θεὸν συνοῦσαν αὐτῷ. ὁ δὲ κάτω νεύων, οἶα δὴ τεθηπώς, καὶ μικρόν τι φθεγξάμενος καὶ ὑπότρομον “ὑμῖν ἔφη “τοῖς θεοῖς, δέσποτα, μόνοις ἀλλήλους ὁρᾶν ἴξεστιν.” Οὕτω δ’ ἐξεμάνη ὁ Γάιος ὡς καὶ τοῖς ἐν τῇ Ἀσίᾳ τέμενος ἑαυτῷ ἀνεγεῖραι κελεῦσαι κατὰ τὴν Μίλητον. καὶ ἐν τῇ Ρώμῃ δύο ναοὶ αὐτῷ ἱδρύθησαν· τὸν μὲν γὰρ αὐτὸς ἑαυτῷ ἐν τῷ παλατίῳ ἐτε- κτήνατο, ὁ δ’ ὑπὸ τῆς βουλῆς αὐτῷ ἐψηφίσθη καὶ ἐδομήθη. ἐπενεκάλει δὲ καὶ τῷ Διὶ ὅτι τὸ Καπιτώλιον προκατέλαβε. καὶ ἀγάλματα δ’ ἑαυτοῦ πανταχοῦ τῆς οἰκουμένης ἀπέστειλε, προσκυνεῖσθαι ταῦτα κε- λεύσας. τὸν δ’ ἐν Ἱεροσολύμοις ναὸν εἰς οἰκεῖον ἱερὸν μεθηρμόζετο, ἵνα Δῖός ἐπιφανοῦς νέον χρη- ματίζῃ Γαΐου, εἰ καὶ ὁ Ἰώσηπος τοῦτο παρεσιώπησεν ἀρχαιολογῶν. ὅθεν καὶ ἡ τῶν Ἰουδαίων ἀποστασία ἔσχηκε τὴν ἀρχήν. ἱερέας τε πολλοὺς ἑαυτῶ κατε- στήσατο, καὶ αὐτὸς δ’ ἑαυτῷ ἱερᾶτο. ταῖς τε βρον- ταῖς ἐκ μηχανῆς ἀντεβρόντα, ἀντήστραπτέ τε ταῖς ἀστραπαῖς. καὶ ὁπότε κατήνεκτο κεραυνός, λίθους ἀντηκόντιζεν, ἐπιλέγων ἐφ’ ἑκάστῳ τὸ τοῦ Ὁμήρου ἡ μ’ ἀνάειρ’ ἢ ἐγὼ σέ. Ἐπὶ τούτου, ὡς Εὐσέβιος ἱστορεῖ, ἐκ τῶν τὰς Ὀλυμπιάδας ἀναγραψάντων ἀναλέξασθαι ταῦτα λέγων, τοσαύταις περιέπεσε συμφοραῖς ὁ Πιλάτος ὥστε ἀναγκασθῆναι ἑαυτοῦ γενέσθαι αὐτόχειρ, τῆς θείας δίκης μετελθούσης αὐτόν. Ὡς οὖν πάντα τρόπον ἐξεμαίνετο, ἀπαριθμεῖν γὰρ τὸ καθ’ ἕκαστον πολλῆς ἂν εἴη λέσχης καὶ ἀηδίας, ἐπεβούλευσαν αὐτῷ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος. συνώμοσαν μὲν γὰρ πλείονες καὶ συνῄδεισαν τὸ πραττόμενον καὶ οἶ περὶ αὐτὸν ὄντες· καὶ ὅσοι δὲ οὐ συνώμοσον, γνόντες οὔτ’ ἐξέφηναν καὶ ἄσμενοι εἶδον αὐτὸν ἐπιβουλευόμενον. ἐπεβουλεύθη δὲ θέαν ἐπιτελῶν. ὁ γὰρ Χαιρέας καὶ ὁ Σαρῖνος ἐπὶ τοῖς γινομένοις αἰσχροῖς ἀλγοῦντες, ὅμως ἐκαρτέρουν ἐπὶ πέντε ἡμέρας. ὡς δὲ καὶ αὐτὸς ὁ Γάιος καὶ ὀρχήσασθαι καὶ τραγῳδίαν ἠθέλησεν ὑποκρίνασθαι, καὶ διὰ τοῦτο ἑτέρας τρεῖς ἡμέρας προήγτὸν γειλε, τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐξερχόμενον ἐν στενωπῷ τινι περιστάντες ἀπέκτειναν, καὶ πε- σόντος οὐδεὶς τῶν παρόντων ἀπέσχετο, ἀλλὰ καὶ νεκρὸν αὐτὸν κατετίτρωσκον. καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα αὐτίκα ἀπέσφαξαν. Γάιος μὲν δὴ ταῦτα ἔν τ’ ἑ τρισὶν ἔτεσι καὶ μησὶν ἐννέα καὶ ἡμέραις ὀκτὼ καὶ εἴκοσι πράξας ἔργοις αὐτοῖς ὡς οὐκ ἦν θεὸς ἔγνωκεν. ὡς δὲ ὁ θάνατος αὐτοῦ διηγγέλθη, πλὴν ὀλίγων τῶν συνησελγηκότων αὐτῷ πάντες ἔχαιρον, μεμνημένοι καὶ τοῦ λεχθέντος ποτὲ ὑπ’ αὐτοῦ, ὅτε ὀργισθεὶς τῷ δήμῳ ἔφη εἴθε ἴνα αὐχένα εἴχετε”, καὶ ἐπιλέγοντες ὅτι “σὺ μὲν ἕνα ἔχεις αὐχένα, ἡμεῖς δὲ χεῖρας πολλάς.” διαθεόντων δέ τινων ὀλίγων καὶ θορυβούντων βοώντων τε ‘τίς Γάιον ὰπέσφαξεν;” Οὀαλἐριος Ἀσιατικός, ἀνὴρ ὑπατευκώς, ἀνῆλθεν εἰς ἄποπτόν τι χωρίον, καὶ ἐκβοήσας ἔφη “εἴθε ἐγὼ αὐτὸν ἤμην ἀπεκτονώς.” καὶ οὕτω καταπλαγέντες οἶ θορυβοῦντες ἡσύχασαν.