Ancient Greek · ~19 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.14.1
Not analysed yet
Ἄβιτος δὲ ὁ ψευδαντωνῖνος ἢ Ἀσσύριός τε καὶ Σαρδανάπαλος ἐς τὴν Ῥώμην ἐλθὼν ἔν τι χρηστοῦ αὐτοκράτορος ἔργον ἐποίησε. πολλὰ γὰρ καὶ ἰδίᾳ καὶ κοινῇ λόγῳ τε καὶ ἔργῳ ὑβρισθεὶς παρὰ τῶν ἐν τῇ Ῥώμῃ, τοῦ Μακρίνου περὶ αὐτοῦ αὐτοῖς ἐπιστείλαντος, οὐδένα ἐκόλασεν. ἐς τἄλλα δὲ καὶ αἰσχρότατος καὶ παρανομώτατος καὶ μιαιφονώτατος ἦν. ὁ μὲν οὖν Εὐτυχιανὸς τῶν τ’ ἑ δορυφόρων ἦρξε καὶ μετὰ τοῦτο καὶ ὑπάτευσε δὶς καὶ τρίς, οἱ δὲ ἄλλοι τῶν ἐπιφανῶν ἀνδρῶν ἢ προφάσεων πλαττομένων ἢ καὶ δίχα προφάσεως ἐφονεύοντο, ὅτι τοῖς πραττομένοις παρ’ αὐτοῦ οὐκ ἠρέσκοντο· οὐδὲ γὰρ ᾐσχύνθη τοῦτο τῇ βουλῇ γράψαι. ἐκεῖνος δὲ ἠνδρίζετό τε καὶ ἐθηλύνετο, καὶ ἔδρα καὶ ἔπασχεν ἑκάτερα ἀσελγέτατα. γέστατα. καὶ οὐ τοὺς ἄλλους ἔκτεινε μόνον, ἀλλὰ καὶ τῶν πάνυ φιλτάτων τινάς, οἱ σωφρόνως αὐτὸν παρῄνουν βιοῦν. καὶ θεὸν δέ τινα ξενικὸν εἰς τὴν Ῥώμην εἰσήνεγκεν Ἐλεαγάβαλον καλούμενον, καὶ τοῦ Δῖός αὐτὸν προετίμησεν· ὅθεν κἀκεῖνος ἐπωνομάσθη Ἐλεαγάβαλος. περιετμήθη τε τὸ αἰδοῖον καὶ κρεῶν χοιρείων ἀπείχετο καὶ ἐσθῆτα βαρβαρικὴν δημοσιεύων ἠμπίσχετο, οἵᾳ αἱ τῶν Σύρων κέχρηνται ἱερεῖς· ὅθεν καὶ ἐπεκλήθη Ἀσσύριος. ἔγημε δὲ πρὸς ταῖς ἄλλαις καὶ ἱερωμένην τῇ Ἑστίᾳ παρθένον, ἀσεβήσας περὶ τὰ πάτρια ἀναιδέστατα. καὶ ἔλεγε διὰ τοῦτο γῆμαι τὴν τῆς Ἑστίας ἱέρειαν, ἴν’ ἐξ ἐκείνου ἀρχιερέως ὄντος τοῦ Ἐλεαγαβάλου καὶ τῆς ἱερείας παῖδες γένωνται θεοπρεπεῖς. οὐ μόνον δὲ βαρβαρικὰς ᾠδὰς ἅμα τῇ μητρὶ καὶ τῇ τήθῃ τῷ ξένῳ θεῷ αὐτοῦ ᾖδε, καὶ ἀπορρήτους προσῆγε θυσίας, παῖδας σφαγιάζων καὶ γοητεύμασι χρώμενος καὶ περιάπτοις μυρίοις ἑκάστοτε, ἀλλὰ καὶ γυναῖκα τῷ θεῷ αὐτοῦ ἐκείνῳ ἐμνήστευσεν ὡς καὶ παίδων δεομένῳ, καὶ τὴν γυναῖκα ἐς τὸ παλάτιον καθιδρύσατο, καὶ ἕδνα αὐτῇ ἐκ τῶν ὑπηκόων ἐπράξατο. αὐτὸς δὲ ἀσελγέστατα διεβίω. ἀλλ’ ἕκαστον τόν ἐκείνου καταριθμεῖν καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσιν ἀηδέστατον· εἰήσθω δ’ ὀλίγα τινά. ἐς καπηλεῖα νυκτὸς εἰσῄει, κόμας περιθέτους περιάπτων τῇ κεφαλῇ, καὶ ταῖς καπηλίσι συνεξητάζετό τε καὶ συνειργάζετο. καὶ εἰς τὰ περιβόητα τῶν πορνείων ἐφοίτα καὶ τὰς ἑταίρας ἐξελαύνων ἐπόρνευε. καὶ ἐν τῷ παλατίῳ οἴκημά τι ἀποτάξας, γυμνός τε ἐπὶ τὰς θύρας τούτου ἑστὼς ὡς αἱ πόρναι καὶ τὸ σινδόνιον διασείων, γυναικώδει καὶ ἀβρᾶ καὶ κεκλασμένῃ φωνῇ τοὺς παριόντας προσ- ηταιρἰζετο, χρήματά τε συνέλεγε παρ’ αὐτῶν. καὶ πρὸς τοὺς συνασχημονοῦντας αὐτῷ διεφέρετο, πλείους αὐτῶν ἐραστὰς ἔχειν αὐχῶν καὶ μᾶλλον αὐτῶν ἀργυρίζεσθαι. καὶ οὐχ οὕτω μόνον ἠσέλγαινεν, ἡρματηλάτει τε καὶ ὠρχεῖτο, ἀλλὰ καὶ ἄνδρα σχεῖν ἤθελεν ἔνα ὥσπερ γαμέτην δή τινα νόμιμον, καὶ Καίσαρα αὐτὸν ἐβούλετο προχειρίσασθαι, καὶ δέσποινα καὶ βασιλὶς ὠνομάζετο, καὶ ἐφόρει κεκρύφαλον καὶ ἐριούργει καὶ τοὺς ὀφθαλμοὺς ὑπεγράφετο. ἅπαξ τε τὸ γένειον ἀποκείρας μετέπειτα ἐψιλίζετο, ἵνα δοκοίη γυνή. ὁ δ’ ἀνὴρ αὐτῆς Καρικὸν ἦν ἀνδράποδον, ἐκαλεῖτο δ’ Ἱεροκλῆς. ἤθελε δὲ καὶ μοιχεύεσθαι δοκεῖν, ἔνα τὰς ἀσελγεστάτας μιμῆται τῶν γυναικῶν. καὶ ἐπ’ αὐτοφώρῳ ἑκουσίως ἡλίσκετο, καὶ ἐλοιδορεῖτο πρὸς τοῦ ἀνδρός, ἐπλήττετό τε ὑπώπια. καί τις δ’ Αὐρήλιος καλὸς μὲν καὶ πᾶν τὸ σῶμα, τὰ δ’ αἰδοῖα φέρων ὑπερμεγέθη, ἐμηνύθη αὐτῷ, καὶ αὐτίκα ὑπὸ πομπῇ μεγαλοπρεπεῖ προσήχθη. ᾧ προσειπόντι “χαῖρε, κύριε αὐτοκράτορ’ ἐκεῖνος θρύψει γυναικώδει τὸν αὐχένα παρεγκλίνας καὶ ἐπιμύσας βραχύ τι τὰ ὄμματα “μή με λέγε κύριον” ἔφη· “ἐγὼ γὰρ κυρία εἰμί.” ἐπεὶ δὲ συλλουσάμενος αὐτῷ εὗρε τὴν φήμην οὐ ψευσαμένην, ἔν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη καὶ ἐν τοῖς κόλποις ὡς ἐρωμένη ἐδείπνησε. δείσας οὖν ὁ Ἱεροκλῆς μὴ ὑπὸ τοῦ Αὐρηλίου παρευδοκιμηθῇ, γοητείαις ἢ καὶ φαρμάκῳ τινὶ ἐξεθήλυνεν αὐτὸν καὶ ἐνάρκωσεν, ὡς ἐπὶ πᾶσαν τὴν νύκτα μείναι πρὸς μίξιν ἀκίνητον· διὸ καὶ ἐκ τοῦ παλατίου ἐξηλάθη καὶ ἐκ τῆς Ῥώμης καὶ ἐκ τῆς Ἰταλίας αὐτῆς. ἐς τοσαύτην δὲ συνηλάθη ἀσέλγειαν ὡς καὶ τοὺς ἰατροὺς ἀξιοῦν αἰδῶ γυναικείαν δι’ ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τούτου μισθοὺς αὐτοῖς προισχόμενος. Διὰ ταῦτα ἐμισήθη ὑπὸ πάντων ὁ Σαρδανάπαλος, μὴ στεγόντων τὰς μιαρίας καὶ αἰσχροπαθείας αὐτοῦ εἶτα Βασιανὸν τὸν υἱὸν Μαμαίας τῆς ἀδελφῆς τῆς μητρὸς αὐτοῦ εἰς τὸ συνέδριον ἀγαγὼν παῖδα ἔθετο, καὶ Ἀλέξανδρον αὐτὸν καλεῖσθαι ἐκέλευσεν. μετ’ οὐ πολὺ μέντοι πάντας ὑποπτεύων, μανθάνων δὲ καὶ εὐνοεῖν ἐκείνῳ τοὺς πλείονας, μετέγνω, καὶ τέλος ἀνελεῖν αὐτὸν ἐπεχείρει. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν ἐπιμελῶς ἐφυλάσσετο, καὶ οἶ δορυφόροι διὰ τοῦτο δεινῶς ἐθορύβησαν. ἐκεῖνος δὲ σὺν τῷ Ἀλεξάνδρῳ εἰς τὸ στρατόπεδον εἰσελθὼν ἐπει- ρᾶτο καταπαῦσαι τὸν θόρυβον. ὡς δ’ ᾔσθετο παρὰ τῶν στρατιωτῶν ἐπιβουλευόμενος, ὥρμησε μὲν ἐκδρᾶναι, φωραθεὶς δὲ ἀνῃρέθη, καὶ ἡ μήτηρ περιπλακεῖσα αὐτῷ συναπώλετο. ὧν ἀμφοῖν γυμνωθέντα τὰ σώματα ἐσύρησαν διὰ μέσης τῆς πόλεως· εἶτα τὸ τοῦ Σαρδαναπάλου εἰς τὸν Τίβεριν ἐνεβλήθη· διὸ πρὸς τοῖς ἄλλοις καὶ Τιβερῖνος ἐπωνομάσθη. συγκατεσφάγη δ’ αὐτῷ καὶ ὁ Ἱεροκλῆς καὶ ἄλλοι πολλοί, ἄρξαντι ἔτη τρία ἐπὶ μησὶν ἐννέα ἡμέραις τε τέσσαρσιν, ἐξ ὅτου τὸν Μακρῖνον νικήσας ἐν τῇ μάχῃ τῆς αὐταρχίας τετύχηκε. Τούτου κρατοῦντος Ζεφυρῖνος ὁ τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπος μεταλλάττει τὸν βίον, ἰθύνας ταύτην ἔτεσιν ὀκτωκαίδεκα· μεθ’ ὃν Κάλλιστος προέστη τῶν ἐκεῖσε πιστῶν ἐπὶ πέντε ἐνιαυτούς· καὶ τοῦτον Οὐρβανὸς διαδέχεται.