Ancient Greek · ~12 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.13.1
Not analysed yet
Τοῦ δ’ Ἀντωνίνου διαφθαρέντος, ὃν καὶ Καράκαλλον ἐκάλουν, ὡς εἴρηται, ἀλλὰ μέντοι καὶ Τάραντα ἐκ μονομάχου τινὸς εἰδεχθεστάτου καὶ μιαιφονωτάτου, ὁ Μακρῖνος μετὰ τετάρτην ἡμέραν τὴν ἡγεμονίαν εἰλήφει παρὰ τῆς στρατιᾶς, τὸ μὲν γένος Μαυρὸς τυγχάνων ἐκ Σικελίας καὶ γονέων ἀσημοτάτῶν ὅθεν κατὰ τὸ τῶν Μαύρων ἔθος τῶν ὤτων τὸ ἴτερον διετέτρητο, ἐπιεικὴς δὲ καὶ τῶν νόμων φύλαξ πιστότατος. ὃς καὶ ἔπαρχος γεγονὼς ἄριστα τὰ τῆς ἀρχῆς διῳκήσατο, αὐταρχήσας δὲ οὐ πάντα καλῶς ἔπραξεν. ἀναξίους γὰρ ἐφίστα ταῖς ἀρχαῖς, ὃ τὸ μἐγιστόν ἐστι μέρος τῆς βασιλικῆς διοικήσεως, καὶ τρυφερωτέρᾳ ἐχρήσατο βιοτῇ, ἀλλὰ μέντοι καὶ σοβαρότητι. Ἰουλία δὲ ἡ μήτηρ τοῦ Ἀντωνίνου ἐν Ἀντιοχείᾳ διάγουσα καὶ τὸν θάνατον τοῦ υἱοῦ μαθοῦσα ἑαυτὴν διαχρήσασθαι ὥρμησεν, οὐ διὰ τὸν υἱόν, ἀλλὰ δεδοικυῖα περὶ ἑαυτῇ μὴ ἰδιωτεύσῃ. ἐπεὶ δὲ οὐδὲν ἠλλοίωτο τῶν περὶ αὐτήν, ἀλλὰ καὶ τὴν θεραπείαν καὶ τοὺς δορυφόρους εἶχεν, ἐφιλοψύχησεν. εἶτα τοῦ Μακρίνου λοιδορεῖσθαι παρ’ ἐκείνης ἀκούσαντος καὶ τῇ αὐταρχίᾳ αἰσθομένου ἐπιχειρούσης, ἐκελεύσθη ἐκλελοιπέναι τὴν Ἀντιόχειαν καὶ ὅπῃ βούλοιτο ἀπελθεῖν. ἡ δὲ τότε διέφθειρεν ἑαυτήν. Τοῦ δ’ Ἀρταβάνου δυνάμεσι μεγάλαις φερομένου κατὰ Ῥωμαίων, συμβαλὼν αὐτῷ περὶ τὴν Νίσιβιν ὁ Μακρῖνος δὶς ἡττήθη καὶ ἠναγκάσθη πολλῶν χρημάτων τὴν εἰρήνην ἐκπρίασθαι. ὁ μὲν οὖν πρὸς Ἀρτάβανον κατηύναστο πόλεμος, ἀνερράγη δὲ τοῖς Ῥωμαίοις ἐμφύλιος ἕτερος. Εὐτυχιανὸς γάρ τις τῶν Καισαρείων, τὴν τῶν στρατιωτῶν εἰς τὸν Μακρῖνον ἀπέχθειαν συνιδὼν ὅτι μὴ ἄπλετα ὡς ὁ Ἀντωνῖνος αὐτοῖς ἐχαρίζετο, καὶ ὑπὸ μαντείων ἀναπεισθείς, ἐπαναστάσει κατὰ τοῦ Μακρίνου ἐπικεχείρηκε. Μαίσης οὖν τῆς ὁμαίμονος τῆς Ἰουλίας τῆς βασιλίδος θυγατέρας ἐχούσης δύο, Σοαιμίδα καὶ Μαμαίαν, καὶ δύο ἐγγόνους ἄρσενας ἐξ αὐτῶν, τὸν ἔνα τούτων λαβὼν ὁ Εὐτυχιανός, καὶ υἱὸν εἶναι μοιχίδιον τοῦ Καρακάλλου πλασάμενος, εἰς τὸ στρατόπεδον ὑπὸ νύκτα εἰσήγαγε, καὶ τοὺς στρατιώτας λαβὴν ζητοῦντας ἐπαναστάσεως νεωτερίσαι ἀνέπεισεν. οἱ καὶ Ἀντωνῖνον αὐτὸν ὀνομάσαντες αὐτοκράτορα αὐτίκα ἀνεῖπον, καίτοι παιδίον τυγχάνοντα. καὶ τοῦτον παραλαβόντες ἐπὶ τὸν Μακρῖνον ἤλασαν ἐν Ἀντιοχείᾳ διάγοντα· καὶ συμβαλόντες αὐτῷ ἔν τινι χωρίῳ πολὺ τῆς Ἀντιοχείας ἡττήθησαν μέν· εἶτ’ αὖθις ἐπισυστάντας αὐτοὺς ὁ Μακρῖνος ἰδὼν εἰς φυγὴν ἐτράπη, καὶ ἀπῄει εἰς Ἀντιόχειαν ὡς δῆθεν νενικηκώς, ἔνα μὴ ἀποκλεισθείη τῆς πόλεως. τὸν δὲ υἱὸν πρὸς τὸν Ἀρτάβανον ἔπεμψεν. ἀγγελθείσης δὲ τῆς ἥττης αὐ- τοῦ, καὶ φόνων γινομένων πολλῶν, ἀπέδρα νυκτός, τὴν κεφαλὴν ξυράμενος καὶ τὸ γένειον, καὶ φαιὰν ἐσθῆτα λαβών, ὡς ἂν μὴ ἐπιγινώσκοιτο· καὶ μετ’ ὀλίγων εἰς Αἰγὰς τῆς Κιλικίας παραγενόμενος, κὼ διὰ Καππαδοκίας Γαλατίας τε καὶ Βιθυνίας ἐλθὼν μέχρις ἐριβώλου τοῦ ἐπινείου κατ’ ἀντικρὺ κειμένου Νικομηδείας, διέπλευσεν εἰς Χαλκηδόνα. καὶ πρός τινα στείλας τῶν ἐπιτρόπων ἀργύριον ᾔτησεν. ὅθεν γνωσθεὶς συνελήφθη παρὰ τῶν τὰ ψευδαντωνίνου φρονούντων, καὶ ἤχθη μέχρι Καππαδοκίας. ἔνθα μαθὼν ὡς ὁ υἱὸς αὐτοῦ ἑαλώκει, ἐκ τοῦ ὀχήματος ἑαυτὸν ἔρριψε καὶ τὸν ὦμον συντέτριπτο. μετ’ οὐ πολὺ δὲ καὶ ἐσφάγη, ζήσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα, αὐταρχήσας δὲ Ῥωμαίων ἴνα ἐνιαυτὸν καὶ μῆνας δύο τριῶν δέοντας ἡμερῶν, καὶ καταλυθεὶς ὑπὸ παιδαρίου. λέγεται δὲ τοῦτο τὸ ἔπος ἐν τῷ χρησμῷ ῥηθῆναι αὐτῷ ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει.