Ancient Greek · ~23 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.20.1
Not analysed yet
Ὅ γε μὴν Δέκιος πάντων, ὡς εἴρηται, τῶν στρατευμάτων προσχωρησάντων αὐτῷ εἰς τὴν Ῥώμην ἐπανελήλυθε καὶ τῆς ἡγεμονίας γέγονεν ἐγκρατής. ἀποσκοπήσας δὲ πρὸς τὸν τῆς ἐξουσίας ὄγκον καὶ τὴν τῶν πραγμάτων οἰκονομίαν, ὡς ἔνιοι λέγουσι, τὸν Βαλεριανὸν ἐπὶ τῇ τῶν πραγμάτων διοικήσει προσείλετο. καὶ αὐτίκα ἀλλήλους εἰς θεομαχίαν παρακροτήσαντες, διωγμὸν ἐπήγειραν κατὰ τῶν χριστωνύμων σφοδρότατον. εἰσὶ δ’ οἱ καὶ δι’ ἔχθος τὸ πρὸς τὸν Φίλιππόν φασι τοῖς χριστιανοῖς ἐπιθέσθαι τὸν Δέκιον, οἷα παρ’ ἐκείνου σεβαζομένοις· ἐμεμήνει γοῦν κατὰ τῶν πιστῶν. ὅτε καὶ Φλαβιανὸς ὁ τῆς ἐν Ῥώμῃ προιστάμενος ἐκκλησίας ἔτυχε τέλους μαρτυρικοῦ, καὶ Βαβύλας ὁ τῶν ἐν Ἀντιοχείᾳ πιστῶν τὴν ἐκκλησίαν διέπων, καὶ Ἀλέξανδρος ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, ὃς οὐ τότε πρώτως ὑπερήθλησε τῆς εἰς τὸν σωτῆρα κύριον πίστεως, ἀλλὰ καὶ πρῴην, ὡς ἤδη προείρηται, καὶ τότε δὲ καθειρχθεὶς κατὰ τὸ δεσμωτήριον τελευτᾷ. ἀλλὰ καὶ ὁ μέγας Κυπριανὸς τῆς Καρθαγένης ἐπίσκοπος ὢν τηνικαῦτα τῆς εἰς Χριστὸν ὑπερήθλησε πίστεως. τῶν οὖν εἰρημένων ἀρχιερέων μετηλλαχότων τὸν βίον, ἐν μὲν Ῥώμᾐ ἀντὶ Φλαβιανοῦ Κορνήλιος ἐπεσκόπησεν, ἐν Ἀντιοχείᾳ δὲ ἀντὶ Βαβύλα Φλαβιανός, καὶ ἐν Ἀλεξανδρείᾳ Διονύσιος, ἐν δ’ Ἱεροσολύμοις ἀντὶ Ἀλεξάνδρου Μαζαβάνης· καὶ ἄλλοι δὲ πλεῖστοι τότε μαρτυρίου κατηξιώθησαν. Τότε καὶ Ὠριγένης παρήχθη μὲν εἰς βῆμα ραννικὸν ὡς σεβόμενος τὸν Χριστόν, οὐκ ἔτυχε δὲ τέλους μαρτυρικοῦ, οἶμαι τοῦ θεοῦ ταύτης αὐτὸν μὴ κρίναντος ἄξιον διὰ τὸ περὶ τὰ ὀρθόδοξα δόγματα τοῦ ἀθλίου ἐκείνου διάστροφον. λειποτακτεῖ γάρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. οὗτος, ὡς ἔμπρο- σθεν εἴρηται, μέγας ἐν λόγοις γενόμενος κἀντεῦθεν ὑπερφρονήσας καὶ ἀλαζονευσάμενος, οὐ τοῖς τῶν πρὸ αὐτοῦ πατέρων ἱερῶν ἠκολούθησε δόγμασιν, ἀλλ’ ἑαυτῷ θαρρήσας καινῶν δογμάτων εἰσαγωγεὺς ἐχρημάτισε, καὶ βλασφημίας εἴς τε τὴν ἁγίαν τριάδα καὶ εἰς τὴν θείαν ἐνανθρώπησιν ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξηρεύξατο, καὶ πάσης σχεδὸν αἱρέσεως ἐγένετο ἀρχηγός. τόν τε γὰρ μονογενῆ τοῦ θεοῦ υἱὸν κτιστὸν ἐδογμάτισε καὶ τῆς δόξης αὐτὸν ἠλλοτρίου καὶ τῆς οὐσίας τῆς πατρικῆς· καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπεβίβαζε τῆς τοῦ πατρὸς ἀξίας καὶ τῆς τοῦ υἱοῦ, λέγων ὡς οὔτε τὸν πατέρα δύναται ὁρᾶν ὁ υἱὸς οὔτε μὴν τὸν υἱὸν τὸ πνεῦμα, ὥσπερ οὐδὲ οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε τοὺς ἀγγέλους οἱ ἄνθρωποι. αὗται μὲν αἱ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος βλασφημίαι τοῦ Ὠριγἐνους· περὶ δέ γε τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλασφήμει, δυσσεβῶς εἰσάγων μὴ σάρκα ἐψυχωμένην ἐκ τῆς παρθένου τῆς ἁγίας λαβεῖν τὸν Χριστόν. ἡνῶσθαι γὰρ ἐμυθεύετο τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν πρὸ καταβολῆς κόσμου τῷ νῷ, ὃν ἀνέπλαττεν ἐκεῖνος ἐκλελεγμένον καὶ κλόνον οὐχ ὑποστάντα, καὶ σὺν τούτῳ ἐπ’ ἐσχάτων ἐνανθρωπῆσαι καὶ σάρκα προσεἰληφέναι l0 δίχα ψυχῆς λογικῆς τε καὶ νοερᾶς. καὶ ἀποθέσθαι δὲ τὴν σάρκα πάλιν τὸν κύριον, καὶ τέλος ἕξειν τὴν βασιλείαν αὐτοῦ ἐδογμάτιζε. καὶ τῶν δαιεἰμόνων εἰσηγεῖτο ἔσεσ0θαι μέλλειν ἀποκατάστασιν, καὶ τὴν κόλασιν χρονικήν, ἀλλ’ οὐκ αἰωνίζουσαν· πρὸς κάθαρσιν δὲ τῶν ἁμαρτημάτων γενήσεσθαι, μετὰ τὸ καθαρθῆναι δὲ πάντας εἰς τὴν ἑνάδα ἀποκαταστῆναι καὶ τοὺς ἀνθρώπους καὶ τοὺς δαίμονας. τὰ δὲ περὶ τῆς ἑνάδος ταύτης, πολλῆς μακρηγορίας δεόμενα, ἔν' ὁ ταύτης ὕθλος σαφηνισθείη, παρείθησαν, ὥσπερ καὶ ἄλλαι τῶν ἐκείνου βλασφημιῶν. Τὰ μὲν οὖν κατὰ τὸν Ὠριγένην, ὃν ἐκάλουν καὶ Ἀδαμάντιον, ἐν τούτοις· τότε δὲ καὶ Ναυάτος τῆς κατὰ Ῥώμην ἐκκλησίας· πρεσβύτερος αἱρεσιάρχης ἐγένετο καὶ τῶν καλούντων ἑαυτοὺς Καθαροὺς ἀρχηγός, ἀρνούμενος τοῖς ἐν τῷ διωγμῷ ὑποκύψασι καὶ θυσίαν τοῖς εἰδώλοις προσαγαγοῦσιν,εἶτ' ἐπιστρέφουσι καὶ ἐξομολογουμένοις, τὴν μετάνοιαν, καὶ προσπίπτοντας αὐτοὺς καὶ θεραπείαν ζητοῦντας τοῦ σφάλματος ἐν μεταμελείᾳ καὶ συντριβῇ καρδίας μὴ προσιέμενος. καθ’ οὗ καὶ σύνοδος ἐν Ῥώμῃ συνέστη, Κορνηλίου ταύτης προϊσταμένου. ἐν ᾗ προσδέχε- σθαι μὲν τοὺς ἐν τῷ καιρῷ τοῦ διωγμοῦ παραπεπτωκότας δεῖν ἔδοξεν, ἐπιστρέφοντας, καὶ μετανοίας φαρμάκοις θεραπεύειν αὐτούς· τὸν δὲ Ναυάτον τοῖς τῇ συνόδῳ δόξασι μὴ πειθόμενον οἶ θεῖοι πατέρες ἐκεῖνοι τῆς ἐκκλησίας ἀπηλλοτρίωσαν καὶ ἀπεκήρυξαν ὡς μισάδελφον. Μέμνηται δέ τινος ὁ Εὐσέβιος ἱστορίας ἐξ ἐπιστολῆς Διονυσίου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπισκοπήσαντος τοιαύτης. φησὶ γὰρ ταῦτ’ ἐπιστεῖλαι πρὸς ῥῆμα τὸν Διονύσιον “Σαραπίων τις ἦν παρ’ ἡμῖν πιστὸς γέρων, ἀμέμπτως μὲν βιούς, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. νοσήσας δὲ τριῶν ἑξῆς ἡμερῶν ἄφωνος διετέλεσε καὶ ἀναίσθητος· ἀνασφήλας δὲ τῇ τετάρτῃ βραχύ, προσεκαλέσατο τὸν θυγατριδοῦν, καί σπεῦσον εἶπε, κάλεσόν μοι τῶν πρεσβυτέρων τινά· καὶ πάλιν ἦν ἄφωνος. ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· ὁ δὲ ἀφικέσθαι μὲν οὐκ ἠδυνήθη, καὶ γὰρ ἠσθένει, ἐντολῆς δὲ παρ’ ἐμοῦ δεδομένης, τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἔν εὐέλπιδες ἀπαλλάττοιντο, βραχὺ τῆς εὐχαριστίας δέδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. ἐπανῆκεν ὁ παῖς φέρων. ἐγγὺς δὲ γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σαραπίων ‘ἧκες’ ἔφη ‘τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν καὶ ἀπάλλαττέ με.’ ἀπέβρεξεν ὁ παῖς, καὶ ἄμα τε ἐνέχεε τῷ στόματι τοῦ πρεσβύτου, καὶ μικρὸν ἐκεῖνος καταβροχθίσας βροχθίσας εὐθέως ἀπέδωκε τὸ πνεῦμα. ἆρ’ οὐκ ἐναργῶς διετηρήθη καὶ παρέμεινεν ἕως λυθῇ καὶ τῆς ἁμαρτίας λυθείσης ἐπὶ πολλοῖς οἶς ἔπραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ;” ταῦτα ἡ τοῦ Διονυσίου διέξεισιν ἐπιστολή. Δέκιος δὲ οὕτω διατεθεὶς εἰς τοὺς τὸν χριστὸν σεβομένους, οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπὶ τῇ τῶν Ῥωμαίων ἀνύσας ἀρχῇ αἴσχιστα διεφθάρη. βαρβάρων γὰρ ληιζομένων τὸν Βόσπορον ὁ Δέκιος αὐτοῖς συνεπλέκετο καὶ πολλοὺς ἀνῄρει· τῶν δὲ στενοχωρηθέντων καὶ αἰτουμένων ἀφεῖναι τὴν λείαν πᾶσαν, εἰ παραχωρηθεῖεν ἀναχωρῆσαι, ὁ Δέκιος οὐκ ἐνέδωκεν, ἀλλὰ Γάλλον ἕν ἁ τῶν τῆς συγκλήτου τῇ διόδῳ τῶν βαρβάρων ἐπέστησε, μὴ συγχωρῆσαι κελεύσας αὐτοῖς παρελθεῖν. ὁ δὲ Γάλλος ὑπέθετο τοῖς βαρβάροις, ἐπιβουλεύων Δεκίῳ, πλησίον τέλματος βαθέος ὄντος, ἐκεῖ παρατάξασθαι. οὕτω δὲ παραταξαμένων τῶν βαρβάρων καὶ τὰ νῶτα τρεψάντων ὁ Δέκιος ἐπεδίωκε· καὶ αὐτός τε σὺν τῷ υἱῷ καὶ πλῆθος τῶν Ῥωμαίων ἐνεπεπτώκει τῷ τέλματι, καὶ πάντες ἐκεῖσε ἀπώλοντο, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, καταχωσθέντα τῇ ἰλύι· τοῦ τέλματος.