Ancient Greek
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.21
Not analysed yet
Κρατεῖ οὖν ὁ Γάλλος, ὃν τινὲς μὲν τῶν συγγραφέων καὶ Βολουσιανὸν κεκλῆσθαί φασιν ὡς διώνυμον, ἄλλοι δὲ τὸν Βολουσιανὸν υἱὸν αὐτοῦ εἶναι γεγράφασι καὶ συνάρχειν αὐτῷ. κρατήσας τοίνυν τῆς τῶν Ῥωμαίων ὁ Γάλλος ἀρχῆς, σπένδεται τοῖς βαρβάροις ἐπὶ συνθήκαις τοῦ λαμβάνειν ἐκείνους παρὰ Ῥωμαίων δασμὸν ἐνιαύσιον καὶ μὴ τὰ Ῥωμαίων ληίζεσθαι. καὶ σπεισάμενος οὕτως ἐπανῆλθεν εἰς Ῥώμην, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βολουσιανὸν ἀνηγόρευσε Καίσαρα. βαρὺς δὲ καὶ οὗτος γέγονε τοῖς χριστιανοῖς, καὶ οὐχ ἧττον Δεκίου, διωγμὸν κατ’ αὐτῶν ἐγείρας καὶ πολλοὺς ἀνελών. ἤρξατο δ’ αὖθις ἐπὶ τούτου ἡ κίνησις τῶν Περσῶν, καὶ κατεσχέθη παρ’ αὐτῶν ἡ Ἀρμένια, τοῦ ταύτης βασιλέως Τιριδάτου φυγόντος, τῶν δὲ παίδων ἐκείνου προσρυέντων τοῖς Πέρσαις. καὶ Σκύθαι δὲ εἰς τὴν Ἰταλίαν εἰσέβαλον, πλῆθος ὄντες σχεδὸν ὑπερβαῖνον καὶ ἀριθμόν, καὶ Μακεδονίαν καὶ Θεσσαλίαν καὶ Ἑλλάδα κατέδραμον. λέγεται δὲ τούτων μοῖράν τινα διὰ Βοσπόρου παρελθοῦσαν καὶ τὴν Μαιώτιδα λίμνην ὑπερβάσαν ἐπὶ τὸν Εὔξεινον γενέσθαι πόντον καὶ χώρας πορθῆσαι πολλάς. καὶ ἄλλα δὲ πολλὰ τῶν ἐθνῶν τότε κατὰ τῆς ῬωμαΪΚῆς ἐπικρατείας ὡρμήκεσαν. ἀλλὰ καὶ λοιμὸς τηνικαῦτα ταῖς χώραις ἐνέσκηψεν, ἐξ Αἰθιοπίας ἀρξάμενος καὶ πᾶσαν σχεδὸν ἐπινεμηθεὶς χώραν ἑῴαν τε καὶ ἐσπέριον, καὶ πολλὰς τῶν πόλεων τῶν οἰκητόρων ἐκένωσεν, ἐπὶ πεντεκαίδεκα διαρκέσας ἐνιαυτούς. οἵ γε μὴν Σκύθαι τεταγμένα παρὰ Ῥωμαίων κατὰ συνθήκας λαμβάνοντες ἐπετείως, ἥκασι ταῦτα ληψόμενοι, καὶ ἥττονα λέγοντες εἶναι τῶν ὑπεσχημένων τὰ σφίσι διδόμενα, ἀπῄεσαν ἀπειλούμενοι. Αἰμιλιανὸς δέ τις Λίβυς ἀνήρ, ἄρχων τοῦ ἐν Μυσίᾳ στρατεύματος, τοῖς στρατιώταις δώσειν πάντα τὰ τοῖς Σκύθαις διδόμενα ἐπηγγείλατο, εἰ τοῖς βαρβάροις συνάψειαν πόλεμον. οἷ δὲ ἀπροόπτως ἐπελθόντες τοῖς Σκύθαις, ἄτερ ὀλίγων ἀπέκτειναν ἅπαντας, καὶ λάφυρα ἐξ ἐκείνων πλεῖστα συνήγαγον, τὴν χώραν καταδρμόντες αὐτῶν. ἐντεῦθεν ὁ Αἰμιλιανὸς ὑπερφρονήσας τῷ κατορθώματι, μέτεισι τοὺς ὑπ’ αὐτὸν στρατιώτας· καὶ Ῥωμαίων αὐτὸν ἀναγορεύουσιν αὐτοκράτορα. ὃς αὐτίκα τὰς δυνάμεις ἀγείρας ἔσπευδε τὴν Ἰταλίαν καταλαβεῖν. ὡς γοῦν εἰς γνῶσιν ἦλθον ταῦτα τῶ Γάλλῳ, κἀκεῖνος ἑτέρωθεν παρασκευασάμενος τῷ Αἰμιλιανῷ ἀντιπαρετάξατο. καὶ συρραγέντων ἀλλήλοις λοις τόν στρατευμάτων ἥττηντο οἱ τοῦ Γάλλου, ἡττώμενοι δὲ ἐπέθεντο τῷ σφῶν αὐτοκράτορι· καὶ ἀνελόντες κἀκεῖνον καὶ τὸν παῖδα αὐτοῦ, βασιλεύσαντας λεύσαντας ἔτη δύο καὶ μήνας ὀκτώ, προστίθενται τῷ Αἰμιλιανῷ, καὶ αὐτοὶ τὴν βασιλείαν αὐτῷ ψηφι- ψηφισάμενοι.