Ancient Greek
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.29
Not analysed yet
Καὶ τούτου σφαγέντος ἔντος δύο κατὰ τ’ αὐτὸν ἀνερρήθησαν βασιλεῖς, Πρόβος μὲν ἐν τῇ ἑῴᾳ παρὰ τῶν στρατιωτῶν, έν δὲ Ῥώμῃ παρὰ τῆς συγκλήτου Φλωριανός. καὶ ἦρχον ἄμφω, Πρόβος μὲν ἐν τῇ Αἰγύπτῳ καὶ Συρίᾳ καὶ Φοινίκῃ καὶ Παλαιστίνῃ, ὁ δέ γε Φλωριανὸς ἐκ Κιλικίας μέχρις Ἰταλίας καὶ τῶν Ἑσπερίων. ἀλλ’ οὗτος οὐδ’ ὅλον τρίμηνον ἀνύσας ἐν τῇ ἀρχῇ καὶ τῆς ζωῆς ἅμα καὶ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀναιρεθεὶς ὑπὸ στρατιωτῶν παρὰ Πρόβου λεγομένων σταλῆναι. τοῦ δὲ θανόντος, ὡς εἴρηται, ὁ Πρόβος τὴν ὅλην ἐξουσίαν περιεζώσατο. ὃς ἐλλογιμώτατος εἶναι ἱστόρηται, καὶ κατὰ πολλῶν ἐθνῶν τρόπαια στήσασθαι, καὶ τοὺς στρατιώτας, οἱ τὸν Αὐρηλιανὸν καὶ τὸν Τάκιτον ἀνῃρήκασι, συναγαγεῖν καὶ πολλὰ ὀνειδίσαι καὶ ἀποκτεῖναι. Σατορνίνου δὲ Μαυρουσίου τυραννίδι ἐπιχειρήσαντος, ὃς ἦν αὐτῷ φίλτατος, τὸν τοῦτο μεμηνυκότα ἐτιμωρήσατο, τῇ ἀγγελίᾳ διαπιστῶν· ὁ δὲ Σατορνῖνος ὑπὸ στρατιωτῶν ἀνῃρέθη. ἕτερος δέ τις ἐν Βρεττανίαις ἀποστασίαν διεμελέτησεν, ὃν ἐπὶ τῆς ἀρχῆς ὁ βασιλεὺς ἐποιήσατο, Βικτωρίνου Μαυρουσίου ᾠκειωμένου αὐτῷ τοῦτο αἰτησαμένου. καὶ τοῦτο μαθὼν ὁ Πρόβος ᾐτιᾶτο τὸν Βικτωρῖνον. καὶ ὃς πεμφθῆναι πρὸς ἐκεῖνον ᾐτήσατο, καὶ ἀπῄει ὡς δῆθεν φεύγων τὸν αὐτοκράτορα, καὶ ἀσπασίως ὑπὸ τοῦ τυραννήσαντος ὑπεδέδεκτο. ὁ δὲ διὰ τῆς νυκτὸς ἀνελὼν αὐτὸν ἐπανῆλθε πρὸς Πρόβον. ἐφιλεῖτο δὲ παρὰ πάντων ὁ Πρόβος ὡς πρᾷος καὶ εὐμενὴς καὶ φιλόδωρος. Οὗτος τῷ ἔθνει τῶν Γερμανῶν ἐπιτιθεμένων ταῖς ὑπὸ Ῥωμαίους πόλεσιν ἀντιταττόμενος, τοῦ πολέμου πλείονα χρόνον ἐπικρατήσαντος ἐν περιστάσει ἐγένετο, λιμοῦ συμβεβηκότος ἐπὶ τῇ αὐτοῦ στρατᾷ. ὅτε λάβρος λέγεται καταρραγῆναι ὄμβρος ἐν τό αὐτοῦ στρατοπέδῳ, τῷ δ’ ὑετῷ καὶ σῖτον συγκατενεχθῆναι πολύν, εἰ τισι τοῦτο πιστεύοιτο· καὶ τὴν στρατιὰν συναγαγοῦσαν αὐτὸν δι’ αὐτοῦ τραφῆναι καὶ διαπεφευγέναι τὸν κίνδυνον καὶ τοὺς ἐναντίους κατατροπώσασθαι. Γέγονε δὲ κατ’ αὐτοῦ καὶ ἄλλη τις ἐπανάστασις. μέρους γὰρ τῆς Εὐρώπης ὁ κάρος ἄρχων ἔγνω τοὺς ὑπ’ αὐτὸν στρατιώτας βουλευομένους ἀνειπεῖν αὐτὸν αὐτοκράτορα, καὶ τοῦτο τῷ Πρόβῳ ἐδήλωσε, δεόμενος ἐκεῖθεν ἀνακληθῆναι. ὁ δὲ οὐκ ἤθελεν ἀφελέσθαι αὐτὸν τὴν ἀρχήν. περιστάντες οὖν οἱ στρατιῶται τὸν κάρον καὶ ἄκοντα καταδέξασθαι τὴν C τῶν Ῥωμαίων ἀρχὴν ἐβιάσαντο, καὶ αὐτίκα σὺν αὐτῷ ἐπὶ Ἰταλίαν ὡρμήκεσαν. καὶ ὁ Πρόβος τοῦτο μαθὼν στράτευμα ἔπεμψε σὺν ἄρχοντι ἀντιστῆναι αὐτῷ. ἤδη δὲ πλησιάσαντες οἶ πεμφθέντες τῷ Κάρῳ, δεσμήσαντες τὸν ἄρχοντα ἑαυτῶν, κἀκεῖνον καὶ ἑαυτοὺς τῷ Κάρῳ παραδεδώκασιν. ὁ δὲ Πρόβος ὑπὸ τῶν οἰκείων ἀνῄρητο δορυφόρων, μαθόντων τὴν τῶν στρατιωτῶν πρὸς Κᾶρον προσχώρησιν. ὁ δὲ χρόνος τῆς αὐταρχίας τοῦ Πρόβου οὐχ ὁλόκληροι γεγόνασιν ἐνιαυτοὶ ἔξ.