Ancient Greek · ~14 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.30.1
Not analysed yet
Κάρος δὲ τῆς βασιλείας γενόμενος ἐγκρατὴς τοὺς οἰκείους υἱοὺς Καρινὸν καὶ Νουμεριανὸν ἐταινίωσε βασιλικῷ διαδήματι. καὶ αὐτίκα κατὰ Περσῶν ἑξεστράτευσεν ἅμα τῷ ἑνὶ τῶν παίδων Νουμεριανῷ, καὶ κατέσχε Κτησιφῶντά τε καὶ Σελεύκειαν. μικροῦ δ’ ἂν ἐκινδύνευσε τὸ στράτευμα τῶν Ῥωμαίων. ἐν κοίλῳ γὰρ ἐστρατοπεδεύσατο τόπῳ· ὅ οἱ Πέρσαι θεασάμενοι τὸν ἐκεῖ παραρρέοντα ποταμὸν εἰς τὸν κοῖλον ἐκεῖνον τόπον διὰ διώρυχος ἐπαφείκασι. τοῖς Πέρσαις δὲ προσβαλὼν ὁ κάρος εὐτύχησε καὶ κατετροπώσατο αὐτούς· καὶ ἐπανέζευξεν εἰς Ῥώμην ἄγων αἰχμαλώτων πληθὺν καὶ λείαν πολλήν. εἶτα τοῦ ἔθνους ἐπαναστάντος τῶν Σαρμάτων κἀκείνοις προσμίξας νικᾷ καὶ τὸ ἔθνος ὑπέταξεν. ὃς τὸ μὲν γένος Γαλάτης ἦν, ἀνδρεῖος δὲ καὶ τὰ πολέμια δεξιός. ὁ δὲ περὶ τῆς τελευτῆς αὐτοῦ λόγος οὐχ ὁμοίως τοῖς ἱστορήσασι συγγράφεται. οἶ μὲν γάρ φασι κατὰ οὕννων ἐστρατευκότα ἐκεῖσε ἀναιρεθῆναι, οἶ δὲ παρὰ τῷ ποταμῷ Τίγρητι λέγουσι αὐτὸν ἐσκηνῶσθαι, ἐκεῖ καὶ τῆς αὐτοῦ στρατιᾶς βαλομένης τὸν χάρακα, ἔνθα κεραυνῷ τὴν ἐκείνου σκηνὴν βληθῆναι καὶ συνδιαφθαρῆναι αὐτῇ κἀκεῖνον ἶστόρησαν. Ὦι ἐπεὶ τὸ βιώσιμον εἴθ’ οὕτως εἴτ’ ἄλλως ἐπιλελίπει, λελοίπει, Νουμεριανὸς ὁ υἱὸς αὐτοῦ μόνος βασιλεὺς ἐν τῷ στρατοπέδῳ περιελέλειπτο. καὶ αὐτίκα κατὰ Περσῶν ἐστρατεύσατο· καὶ συρραγέντος πολέμου, ἐπικρατεστέρων τε τῶν Περσῶν γεγονότων καὶ κλι- νάντων νῶτα Ῥωμαίων, οἶ μὲν αὐτὸν ἐν τῇ φυγῇ συλληφθῆναι ἱστόρησαν καὶ ὅλου τοῦ σώματος τὴν δορὰν ἀποσυρῆναι δίκην ἀσκοῦ καὶ οὕτω διαφθαρῆναι, οἷ δὲ ἐκ Πέρσιδος αὐτὸν ἐπανιόντα ὀφθαλμίᾳ περιπεσεῖν συνεγράψαντο, καὶ παρὰ τοῦ οἰκείου πενθεροῦ ἐπάρχοντος τοῦ στρατοπέδου ἀναιρεθῆναι, τῇ αὐταρχίᾳ ἐποφθαλμίσαντος, μὴ μέντοι καὶ τυχόντος αὐτῆς. ἡ γὰρ στρατιὰ τὸν Διοκλητιαν ’ν αὐτοκράτορα εἵλετο, ἐκεῖ τότε παρόντα καὶ ἀνδρείας ἔργα πολλὰ ἐν τῷ κατὰ Περσῶν πολέμῳ ἐπιδειξάμενον. Θάτερος μέντοι τῶν Κάρου υἱῶν ὁ Καρῖνος εἰς Ῥώμην διάγων χαλεπὸς τοῖς Ῥωμαίοις ἐτύγχανεν, ἀσελγὴς γενόμενος καὶ ὠμὸς καὶ μνησίκακος· ὃς ὑπὸ Διοκλητιανοῦ εἰς Ῥώμην ἐπιδημήσαντος διεφθάρη. ὁ δὲ τῆς τούτων ἀρχῆς χρόνος οὐ γέγονε καθ’ ὁλόκληρον τριετής. Ἐν τούτοις τοῖς χρόνοις Μάνης ὁ τρισκατάρατος ἐκ τῶν Περσῶν εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην παρεισφθαρείς, ἐν ταύτῃ τὸν οἰκεῖον ἰὸν ἐξήμεσεν. ἀφ’ οὗ τὸ τῶν Μανιχαίων ὄνομα μέχρι τοῦ νῦν οὐκ ἐπέλιπεν. ὃς ποτὲ μὲν παράκλητον ἑαυτὸν καὶ πνεῦμα ὠνόμαζεν ἅγιον, ᾧ τὸ τῆς πονηρίας πνεῦμα προφανῶς ἐγκατῴκιστο, ποτὲ δὲ Χριστὸν ἑαυτὸν ἐκάλει, ὁ ὑπὸ τῶν δαιμόνων εἰς λειτουργίαν ἐκείνοις χρισθείς, καὶ μαθητὰς ἐπήγετο δώδεκα, τῆς αὐτοῦ φλυαρίας κοινωνούς τε καὶ κήρυκας, ἣν ἐκ πολλῶν ἀθέων δογμάτων τῶν ἤδη ἀπεσβηκυιῶν αἱρέσεων συνεφόρησε. Διονυσίου μέντοι τοῦ τοὺς ἐν Ῥώμῃ πιστοὺς ποιμαίνοντος ἔτη ἐννέα ἐν ταύτῃ τῇ λειτουργίᾳ ἠνυκότος καὶ μεταστάντος, Φῆλιξ τὸν τῆς Ῥώμης ἱερατικὸν διεδέξατο θρόνων. τούτου δὲ μετὰ χρόνον θανόντος πενταετῆ, Εὐτυχιανὸς ἠξιώθη τῆς Ῥωμαίων ἐπισκοπῆς οὔπω δὲ μησὶ δέκα καὶ οὗτος ἐπισκοπήσας μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη εἰς τὸ τῆς ποιμαντικῆς λειτούργημα Γάιος οὗπερ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος τῆς ἐκκλησίας Μαρκελλῖνος διάδοχος γέγονεν. οὗτοι δ’ ἦσαν ἐν τοῖς χρόνοις τῶν διωγμῶν. ἐν δέ γε τῇ Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Δόμνον ἐπεσκόπησε Τιμαῖος, τὸν δὲ Τιμαῖον διεδέξατο Κύριλλος, καὶ μετὰ Κύριλλον Τύραννον ὁ θρόνος ἐδέξατο, καθ’ ὃν ἡ τῶν ἐκκλησιῶν πολιορκία τὴν ἀκμὴν ἔσχηκε καὶ ἡ τυραννὶς ἀφόρητος γέγονε. τῆς δὲ τῶν Ἱεροσολύμων ἐκκλησίας τὸν Ὑμέναιον προέστη Ζάβδας, οὗ κεκοιμηένου μετ’ οὐ πολὺ Ἑρμῶν τὸν θρόνον τοῦτον ἐκόσμησεν. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ, Μαξίμου, τοῦ μετὰ Διονύσιον ἔτεσιν ὀκτωκαίδεκα τὴν ἱερουργίαν ἀνύσαντος, τὸ χρεὼν λειτουργήσαντος, Θεωνᾶς ἐπεσκό- πησεν. ὃν διεδέξατο Πέτρος, ὃς καὶ τὸν τοῦ μαρτυρίου· στέφανον ἤρατο, τὴν κεφαλὴν ἐκτμηθείς.