Ancient Greek · ~7 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.34
Not analysed yet
Καὶ ὁ μὲν οὕτως τόν τε κίνδυνον διαπέφευγε καὶ τῆς πατρῴας βασιλείας ἠξίωτο. Μαξιμῖνος δὲ κοινωνὸν τῆς ἀρχῆς τὸν Λικίνιον προσειλήφει, ἐκ Δακῶν ἕλκοντα τὴν τοῦ γένους σειρὰν καὶ γαμβρὸν ὄντα ἐπ’ ἀδελφῇ τοῦ μεγάλου Κωνσταντίνου. κοινωνὸν δὲ τῆς βασιλείας αὐτὸν ποιησάμενος τὸν μὲν ἐν τῷ Ἰλλυρικῷ καταλέλοιπεν, ἔν’ ἀμύνῃ τοῖς Θρᾳξὶν ὑπὸ βαρβάρων ληιζομένοις, ἐκεῖνος δ’ εἰς Ῥώμην ἀφίκετο μαχόμενος πρὸς Μαξέντιον. εἶτα τοὺς οἰκείους ὑπόπτους σχὼν στρατιώτας, καὶ φοβηθεὶς μὴ πρόσθοιντο τῷ ἐχθρῷ, ἀπέστη τῆς μάχης καὶ ἀνεχώρησε. μεταμεληθεὶς δ’ ἐπὶ τῇ προσλήψει τοῦ Λικινίου, πρότερον μὲν λαθραίως αὐτῷ ἐπεβούλευεν, εἶτα καὶ μάχην κατ’ αὐτοῦ εἰς τοὐμφανὲς συνεστήσατο. καὶ συμβαλὼν αὐτῷ τρέπεται, καὶ ἡττώμενος ἔφυγε, καὶ ἐν τῇ φυγῇ ἑαυτὸν διεχρήσατο. Οἱ μὲν οὖν τοιούτῳ τέλει καταλῦσαι τὴν ζωὴν τὸν Μαξιμῖνον ἱστόρησαν, οἱ δὲ κατὰ χριστιανῶν ἐκμανέντα μετελθεῖν αὐτὸν τὴν θείαν παραδεδώκασι δίκην. ἕλκος γὰρ ἐνσκῆψαν αὐτοῦ περὶ τὸν βουβῶνα καὶ τὴν αἰδῶ χαλεπώτατον τὰ τῆς ἀκολασίας αὐτοῦ ἐπιβόσκεσθαι ὄργανα. ἐκ δέ γε τῆς σήψεως τούτων καὶ σκώληκας ἀναβράσσεσθαι, καὶ εἶναι τὸ πάθος ἀνίατον. ἰατρῶν δὲ τοὺς μὲν αὐτόθεν ἀπαγορεύοντας τὴν ἐγχείρησιν ὠμῶς ἀποσφάττεσθαι, τοὺς δ’ ἐπιχειροῦντας μέν, μὴ δυναμένους δ’ ἀκέσασθαι, κτείνεσθαι ἀπηνέστατα, ὅτι μὴ ἀδύνατα. ὀψὲ δ’ οὑν ὑποτοπῆσαι τὸν τύραννον διὰ τοὺς ἀδίκους φόνους τῶν τὸν Χριστὸν σεβομένων τιννύναι δίκην, καὶ ἐκθέσθαι θεσπίσματα πανταχοῦ κελεύοντα παυθῆναι τὸν κατὰ χριστιανῶν διωγμόν, καὶ ζῆν ἐκείνους καὶ θρησκεύειν ὡς βούλοιντο, εὔχεσθαί τε ὑπὲρ αὐτοῦ. κἀνταῦθα δὲ διττοὶ λέγονται λόγοι. ὁ μὲν γὰρ ἀπαλλαγῆναι τοῦ πάθους αὐτὸν παρὰ πᾶσαν ἐλπίδα φησίν, εἶτ’ αὖθις ἐπεγεῖραι τὸν διωγμόν, καὶ ἀδιόρθωτον μεῖναι, ἕως οὗ τοὐ ἐν χειρὶ κυρίου ποτηρίου τὸν τρυγίαν ἐξέπιεν· ὁ δ’ ἕτερος ἀρνεῖται τῷ ἀσεβεῖ τὴν ἀνάρρωσιν, ὡς ἐκ τῆς εἰρημένης Β τελευτήσαντι νόσου καὶ ἀνενεγκόντι διὰ στόματος σκώληκας. Ὁ μὲν οὖν καθ’ ἴνα τρόπον τῶν ἱστορηθέντων βιαίως ἀπέρρηξε τὴν ζωήν.