Ancient Greek · ~21 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.1.1
Not analysed yet
Οὕτω μὲν οὖν, ὡς εἴρηται, τῆς τοῦ πατρὸς βασιλείας ὁ μέγας Κωνσταντῖνος διάδοχος γέγονεν, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος καὶ ἐν ὀρθοδόξοις ἐπισημότατος. ὃς ἐκ τῆς μακαρίας Ἑλένης γεγένητο τῷ πατρί, περὶ ἧς διαφωνοῦσιν οἱ συγγραφεῖς καὶ παρ’ αὐτοῖς τὰ περὶ ταύτης οὐχ ὡμολόγηται. οἱ μὲν γὰρ τῷ Κώνσταντι νόμῳ γάμου φασὶν αὐτὴν συνοικεῖν, ἀποπεμφθῆναι δέ, τοῦ Μαξιμιανοῦ Ἑρκουλίου, ὡς ἔμπροσθεν εἴρηται, τὴν οἰκείαν παῖδα τὴν Θεοδώραν τούτῳ κατεγγυήσαντος καὶ ἀναδείξαντος Καίσαρα· οἶ δὲ οὐ γαμετὴν αὐτὴν γενέσθαι νόμιμον τοῦ Κώνσταντος ἱστόρησαν, ἀλλὰ πάρεργον ἐρωτικῶν ἐπιθυμιῶν, καὶ ἐξ ἐκείνου τοῦτον δὴ συλλαβέσθαι τὸν μέγαν Κωνσταντῖνον. διαδεξάμενος δὲ τὴν βασιλείαν τὴν πατρικὴν ἦρχε τῆς Βρετανίας τε καὶ τῶν Ἄλπεων καὶ ἐπὶ ταύταις τῶν Γαλλιῶν, ἔτι τῇ τῶν Ἑλλήνων θρησκείᾳ προσκείμενος καὶ τοῖς χριστιανοῖς ἀντικείμενος, παρὰ Φαύστας τῆς γαμετῆς εἰς ζῆλον τῆς τῶν εἰδώλων τιμῆς ἐκκαλοῦ μένος. θυγάτηρ δ’ ἦν ἡ Φαύστα τοῦ Μαξιμιανοῦ· αὐτὸς γὰρ καὶ ὁ πατὴρ ἀδελφαῖς συνῴκουν δυσί. τριῶν δ’ ὄντων τῶν βασιλέων, αὐτοῦ Κωνσταντίνου καὶ Λικινίου καὶ Μαξεντίου, ὃς ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ ἐκράτει, ὁ Μαξέντιος οὗτος, οὐχ ὡς βασιλεύς, ἀλλ’ ὡς τύραννος ἄντικρυς διῆγε, πλεῖστα δεινὰ καὶ ἄτοπα τοῖς ὑπ’ αὐτοῦ τυραννουμένοις ἐπάγων, ὡς ἤδη μοι ἀναγέγραπται. ἃ μὴ φέροντες οἶ ἐν τῇ Ῥώμῃ διαπέμπονται πρὸς τὸν Κωνσταντῖνον, ἀπαλλάξαι σφᾶς τῆς τυραννίδος τοῦ Μαξεντίου δεόμενοι. ἐντεῦθεν ἐντεῦθεν πρὸς καθαίρεσιν αὐτοῦ διανίσταται καὶ στρατεύει καὶ πρὸς τὴν Ῥώμην χωρεῖ. ὁ δέ γε Μαξέντιος ἐπὶ πολὺ μὲν ἐντὸς καθῆστο τειχῶν, μὴ ἀντεπεξιὼν τοῖς πολιορκοῦσιν αὐτόν, ὥστε καὶ σκώμματα κατ’ αὐτοῦ πεποιῆσθαι ὑπό τινων. ὀψὲ δέ ποτε ἀντιπαρετάξατο, γοητείαις κεχρημένος καὶ δι’ ἀνατομῆς βρεφῶν μαντευόμενος καὶ ἄλλα πράττων ἀθέμιτα, ἃ δέος ἐνεποίει τῷ Κωνσταντίνῳ. ἀγωνιῶντι γοῦν διὰ ταῦτα τύπος αὐτῷ σταυρικὸς μεσούσης ἡμέρας δι’ ἀστέρων ἐφάνη κατ’ οὐρανὸν καὶ γραφὴ περὶ τὸν σταυρὸν Ῥωμαϊκοῖς στοιχείοις, δι’ καὶ αὐτοῖς τυπουμένοις καὶ φράζουσιν, ἐν τούτῳ νίκα. ἐκ χρυσοῦ τοίνυν αὐτίκα σχεδιάσας σταυρὸν κατὰ τὸν φανέντα τύπον αὐτῷ, καὶ τοῦτον κελεύσας τῆς στρατιᾶς αὐτοῦ προπορεύεσθαι, τοῖς τοῦ Μαξεντίου συρρήγνυται καὶ ὑπερτερεῖ, ὡς τοὺς πλείους τῶν ὑπ’ ἐκείνῳ στρατευομένων ἀναιρεθῆναι, τοὺς δὲ λοιποὺς εἰς φυγὴν ἀπιδεῖν. οἶς καὶ αὐτὸς ὁ Μαξέντιος συναποδιδράσκων, καὶ ἐν τῇ γεφύρᾳ γενόμενος τοῦ Τιβέριδος τῇ καλουμένῃ Βουλβίᾳ, σὺν τῷ ἵππῳ κατὰ τοῦ ποταμοῦ ἐξωλίσθησε καὶ ἀπώλετο. καὶ ὁ μὲν οὕτω διέφθαρτο. οἶ δέ γε Ῥωμαῖοι τῆς ἐκείνου τυραννίδος ἀπαλλαγέντες τὰς πύλας τῆς Ῥώμης ἀναπετάσαντες εἰσεδέξαντο τὸν Κωνσταντῖνον λαμπρῶς, πρῶς, καὶ ὡς ἐλευθερωτὴν αὐτὸν τῆς πόλεως εὐφήμουν καὶ ἀπεσέμνυνον, καὶ στήλην αὐτῷ ἐν τῇ τῆς Ῥώμης ἀγορᾷ στῆσαι κοινῶς ἐψηφίσαντο. ὁ δὲ τὸ τοῦ σταυροῦ σημεῖον ἐγκεχαραγμένην τὴν στήλην αὐτοῦ πλασθήσεσθαι διετάξατο· καὶ δόγματα δὲ μὴ κολάζεσθαι διό τὴν θρησκείαν τοὺς τὸν Χριστὸν σεβομένους ὡς θεὰν ἐκπεφώνηκεν. οὕτω δὲ καὶ τῆς τί καὶ τῆς Ῥώμης αὐτῆς προστεθείσης τῇ βασιλείᾳ αὐτοῦ, αὐτός τε καὶ Λικίνιος ὁ ἐπ’ ἀδελφῇ γαμβρὸς αὐτοῦ κατελείφθησαν βασιλεῖς. ὁ γὰρ Λικίνιος τόν τε τοῦ Μαξιμίνου υἱὸν καὶ τὴν θυγατέρα ἀπέκτεινε καὶ λοιπὸν ἑκάτερος τούτων τὸν ἕτερον ὑπεβλέπετο· ᾤετο γὰρ ἕκαστος τοῦ ἑνὸς ἐπιλείποντος αὐτὸς μόνος ἔσεσθαι μόναρχος, μὴ ὄντος τοῦ ἀμφισβητήσοντος περὶ τῆς ἀρχῆς. οἶ μὲν οὖ ’ν οὕτω τὸν Λικίνιόν φασιν ἐγκρατῆ γενέσθαι τῆς Ιαλερίου μερίδος, κοινωνὸν παρ’ ἐκείνου προσληφθέντα. ὡς εἴρηται· οἶ δὲ τῆς τοῦ Κωνσταντίνου ἀδελφῆς παρ’ αὐτοῦ συζυγείσης αὐτῷ, λέγουσι τοὺς στρατιώτας τῷ Κωνσταντίνῳ χαριζομένους Καίσαρα αὐτὸν ἀνειπεῖν, καὶ παρ’ ἐκείνου σταλῆναι αὐτὸν τῷ Μαξιμίνῳ ἀντιπαραταξόμενον, νενικηκότι δ’ ἐκεῖνον καὶ κατατροπωσαμένῳ ἐκχωρῆσαι τῆς βασιλείας ἐκείνῳ, μὴ ἐνοχλεῖν χριστιανοῖς ἐπισκήψαντα, μὴ μέντοι τὰς ἐντολὰς τηρῆσαι αὐτόν, ἀλλὰ λυττῆσαι κατὰ χριστιανῶν, οὐδὲν ἧττον τῶν πρὸ αὐτοῦ, εἰ μὴ καὶ μᾶλλον. πᾶσαν γὰρ ὑπερβολὴν ὑπερελάσαι ὠμότητος· πρὸς ἄλλαις δ’ αἰτίαις τῶν πρὸς ἀλλήλους διαφορῶν καὶ ταύτην γενέσθαι. κινήσας οὖν κατὰ Λικινίου τὴν στρατιὰν ὁ Κωνσταντῖνος, καὶ πολλάκις αὐτῷ συμβαλών, τέλος νικᾷ. εἶτα σπένδεται τούτῳ διὰ τὴν ἀδελφήν, καὶ τὴν ἀρχὴν αὐτὸν οὐκ ἀφείλετο, ἀλλ’ ἐπὶ συνθήκαις αὖθις αὐτῆς αὐτῷ παρεχώρησεν· ὁ δὲ ἄπιστος ὢν οὐκ ἐτήρησε τὰς συμβάσεις. ὅθεν καὶ πάλιν αὐτῷ ὁ Κωνσταντῖνος ἐπολέμησε· καὶ νικήσας εἶλε τότε τὸ Βυζάντιον καὶ τὴν Χρυσόπολιν. ὁ δέ γε Λικίνιος εἰς Νικομήδειαν ἔφυγε, καὶ ἡ ἀδελφὴ τοῦ Κωνσταντίνου προσελθοῦσα αὐτῷ ἐδέετο ὑπὲρ τοῦ ἀνδρὸς τηρηθῆναι αὐτῷ τὴν ἀρχήν. ὡς δὲ πρὸς τοῦτο οὐκ ἔσχηκε τὸν ἀδελφὸν κατανεύοντα, περὶ τῆς ἐκείνου σωτηρίας προσῆγε τὴν δέησιν· καὶ ἔπεισε τὸν ὁμαίμονα. πρόσεισιν αὐτῷ ὁ Λικίνιος ἐν σχήματι ἰδιωτικῷ, καὶ εἰς Θεσσαλονίκην ἐνδιατρίβειν ἰδιωτεύων κελεύεται. καὶ ὁ μὲν ἐκεῖσε διῆγεν· οἱ δέ γε στρατιῶται ᾐτιῶντο τὸ σώζεσθαι τὸν Λικίνιον, ἄπιστον φανέντα πολλάκις καὶ παραβάτην τῶν συνθηκῶν· διὸ καὶ τῇ συγκλήτῳ κλητῷ διὰ γραμμάτων τοῦ βασιλέως ἡ περὶ τούτου ἀνετέθη βουλή. τινὲς μὲν οὖν τοῖς στρατιώταις ἐνδοθῆναι παρὰ τῆς γερουσίας ἱστόρησαν ὃ σφίσι δοκεῖ ἐπὶ τῷ Λικινίῳ διαπράξασθαι, κἀκείνους ἐν Θεσσαλονίκῃ αὐτὸν ἀναιρῆσαι ἢ πλησίον Σερρῶν ἀπιόντα ποι. ἄλλοι δὲ οὐδὲ ἐν Θεσσαλονίκῃ αὐτόν φασι διατρίβοντα ἠρεμῆσαι, τυραννίδα δὲ μελετᾶν· καὶ τοῦτο γνόντα τὸν βασιλέα Κωνσταντῖνον στεῖλαι τοὺς αὐτὸν ἀναιρήσοντας. λέγεται δὲ ἐν ταῖς πρὸς C αὐτὸν μάχαις ἢ ταῖς πρὸς Μαξέντιον θεάσασθαί τινα τὸν Κωνσταντῖνον ἱππότην καὶ ὡπλισμένον τὸν τοῦ σταυροῦ τύπον ἀντὶ σημαίας ἐπιφερόμενον καὶ τῆς αὐτοῦ προπορευόμενον παρατάξεως. καὶ αὖθις ἐν Ἀδριανουπόλει δύο ὤφθησαν αὐτῷ νεανίαι τὰς τῶν ἐναντίων συγκόπτοντες φάλαγγας. καὶ περὶ τὸ Βυζάντιον δὲ νυκτὸς καθευδόντων ἁπάντων φῶς ὤφθη αὐτῷ περιαστράψαν τὸν τοῦ οἰκείου στρατεύματος χάρακα. ἐκ τούτων οὖν εἰς ἔννοιαν ἐνήγετο τοῦ θεόθεν αὐτῷ τὰς εὐτυχίας καὶ τὰς νίκας προσγίνεσθαι.