Ancient Greek · ~17 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.4.1
Not analysed yet
Κόμοδος δὲ ὁ υἱὸς Ἀντωνίνου Μάρκου ἄριστα παρὰ τοῦ πατρὸς τραφείς τε καὶ ἀναχθεὶς οὐ κατὰ τὴν παιδείαν ἀποβεβήκει ἥνπερ πεπαίδευτο. ἀλλ’ ἄκακος μὲν ἦν καὶ πρὸς πανουργίαν ἀποπεφύκει, δειλὸς δὲ ὢν καὶ τοῖς συνοῦσι πειθόμενος δι’ ἀπλότητα τὰ ἤθη τε διεφθάρη καὶ εἰς ἀσέλγειαν καὶ μιαιφονίαν προήχθη, ἐννεακαιδεκέτης τυγχάνων ὅτε τῆς ἐξουσίας ἐκράτησεν. ὅθεν τὰς συμβουλίας τῶν ἀρίστῶν τῆς βουλῆς παρωσάμενος, οὓς ἐπιτρόπους αὐτῷ ἐπέστησεν ὁ πατήρ, σπένδεται τοῖς βαρβάροις καὶ εἰς τὴν Ῥώμην ὑπονοστεῖ, οὔτε πονεῖν ἐθέλων καὶ ἐρρᾳστωνευμένης ἐρῶν βιοτῆς. ὅθεν καὶ πλειστάκις ἐπεβουλεύθη, καὶ συχνοὺς ἀπέκτεινεν οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας, καὶ σχεδὸν πάντας τοὺς τότε ἀνθήσαντας, ἄτερ Πομπηιανοῦ καὶ Περτίνακος καὶ Βικτωρίνου, ὥστ’ ἄπορον λογίζεσθαι τοῖς ταῦτα συγγραψαμένοις ὅπως ἐκεῖνοι τὸν φόνον τότε διέφυγον. εἰσιόντι δὲ αὐτῷ εἰς τὸ θέατρον τὸ κυνηγετικὸν ἐπεβούλευσε Κλαύδιος Πομπηιανὸς. ξίφος γὰρ ἐν τῇ τῆς εἰσόδου ἀνατείνας στενοχωρίᾳ ἔφη “τοῦτό σοι πέπομφεν ἡ βουλή.” τούτῳ κατηγγύητο μὲν ἡ θυγάτηρ Λουκίλλης τῆς τοῦ Κομόδου ὁμαίμονος, συνεφθείρετο δὲ καὶ αὐτὴ ἡ Λουκίλλα οὔτ’ ἐπιεικεστέρα οὔτε σωφρονεστέρα οὖσα τοῦ ἀδελφοῦ. διὸ καὶ τὸν Πομπηιανὸν ἀνέπεισεν ἐπιθέσθαι τῷ Κομόδῳ, καὶ ἐκεῖνον καὶ ἑαυτὴν προσαπώλεσεν. ἀνεῖλε δὲ καὶ τὴν γυναῖκα Κρισπῖναν ὁ Κόμοδος, μοιχείαν ἐπεγκαλέσας αὐτῇ. καὶ εἴ τις ἕκαστον τῶν ὑπ’ ἐκείνου κτανθέντων ἢ διὰ συκοφαντίας ψευδεῖς ἢ δι’ ὑποψίας εἰκαίας ἢ διὰ πλοῦτον βαθὺν ἢ διὰ γένους λαμπρότητα ἢ διὰ παιδείας ὑπεροχὴν ἢ δι’ ἀρετῆς εὐδοκίμησιν ἀκριβώσασθαι τῇ συγγραφῇ βουληθῇ, ὄχλον ἂν παρέξοι τοῖς ἐπιέναι τὸ σύγγραμμα μέλλουσιν. Ἐγένοντο δὲ καὶ πόλεμοι αὐταρχοῦντος αὐτοῦ πρός τε τοὺς ὑπὲρ τὴν Δακίαν βαρβάρους καὶ μέγιστος ὁ Βρεττανικός, ἐφ’ ὃν Μάρκελλον Οὔλπιον ἔπεμψεν, ἄνδρα ἐγκρατῶς τε ζῶντα καὶ στρατιωτικῶς, ἀδωρότατόν τε καὶ ἀυπνότατον φύσει καὶ ἔτι μᾶλλον ἐξ ἐγκρατείας. ἔνα γὰρ μηδὲ ἄρτου κορέννυται, πολυήμερόν τε καὶ παλαιότατον αὐτὸν ἤσθιεν, ὥστε μηδὲ δύνασθαί τι φαγεῖν τοῦ ἀναγκαίου πάνυ ἐπέκεινα. οὗτος τοὺς ἐν Βρεττανίᾳ βαρβάρους σφόσυγγραψαμένοις] δρᾶ ἐκάκωσεν. ὅθεν διὰ τὴν ἀρετὴν αὐτοῦ ὀλίγου ἀπέκτεινεν ἂν τὸν ἄνδρα ὁ Κόμοδος. Περέννιος δὲ· ὁ τοῦ δορυφορικοῦ ἄρχων, τοῦ Κομόδου ἁρματηλασίαις καὶ ἀσελγείαις ἐσχολακότος, ἠναγκάζετο τά τε στρατιωτικὰ καὶ τὰ τοῦ κοινοῦ διοικεῖν. εἴ τι γοῦν τοῖς στρατιώταις ἀπήντα που δυσχερές, ἐπ’ ἐκεῖνον τοῦτο ἀνέφερον καὶ ἐμηνίων αὐτῷ. οἶ ἐν Βρεττανίᾳ τοίνυν στρατιῶται στασιάζοντες καὶ διὰ τοῦτο ἐπιτιμηθέντες χιλίους ἐπὶ πεντακοσίοις ἐξ ἑαυτῶν εἰς τὴν Ἰταλίαν ἔπεμψαν· οἷς τῇ Ῥώμῃ πλησιάσασιν ὁ Κόμοδος προυπήντησε καὶ εἶπεν “ὦ συστρατιῶται, τί βουλόμενοι πάρεστε;” οἱ δέ “ἥκομεν” ἔφασαν “ἐπεί σοι ἐπιβουλεύει Περέννιος.” καὶ ὅς ἐπείσθη καὶ τὸν ἄνδρα ἐξέδωκεν· καὶ οἶ στρατιῶται αὐτὸν καὶ ᾐκίσαντο καὶ κατ’ κατέκοψαν, διαγαγόντα τὴν ἀρχὴν ἀδωρότατά τε καὶ σωφρονέστατα. οὗπερ ἀπαλλαγέντες οἶ Καισάρειοι, ὧν ὁ Κλέανδρος Κορυφαιότατος ἐτύγχανεν ὤν, ἅπαν ἔδρων χείριστον ἀδεῶς· πάντα γὰρ ἐπώλουν καὶ ὕβριζον καὶ ἠσέλγαινον. Ὁ δὲ Κλέανδρος μέγα ὑπὸ τῆς τύχης ἀρθεὶς καὶ ἐχαρίσατο καὶ ἐπώλησε βουλείας, στρατείας, ἐπιτροπείας, ἡγεμονίας καὶ ἁπλῶς ξύμπαντα. καί τινες πάντων ὧν εἶχον τὸ βουλευταὶ γενέσθαι ἐπρίαντο, ὥστε καὶ λεχθῆναι ἐπὶ Ἰουλίῳ Σόλωνι ἀφανεστάτῳ ἀνδρὶ ὅτι τὴν οὐσίαν ἀφαιρεθεὶς ἐξωρίσθη εἰς τὸ συνέδριον. καὶ ὑπάτους εἰς ἴνα ἐνιαυτὸν εἴκοσι καὶ πέντε ἀπέδειξεν, ὃ μήτε πρότερον μήτε ὕστερον ἐγένετο. πάντοθεν οὖν ἀργυρολογῶν ἐκτήσατο πάμπολλα, ἀφ’ ὧν πλεῖστα τῷ τε Κομόδῳ ἐδίδου καὶ ταῖς αὐτοῦ παλλακαῖς. καίτοι δ’ οὕτως ὑπὸ τῆς τύχης ἀρθεὶς ἀτίμως ἀπώλετο. σιτοδείας γὰρ ἐν Ῥώμῃ συμβάσης πλέον αὐτὴν Παπίριος Διονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπέτεινεν, ὡς ἂν τὸν Κλέανδρον οἶ Ῥωμαῖοι μισήσωσί τε καὶ διαφθείρωσιν ὡς αἴτιον τοῦ κακοῦ διὰ κλέμματα. ἤγετο τοίνυν ἱπποδρομία· καὶ μελλόντων τῶν ἵππων ἀγωνιεῖσθαι εἰσέδραμε παιδίων πλῆθος εἰς τὸν ἱππόδρομον· καὶ τῶν παρθένος τις ἡγεῖτο μεγάλη καὶ βλοσυρά, ἣ δαίμων ἐς ὕστερον ἐνομίσθη. καὶ συνεβόησαν μὲν τὰ παιδία, καὶ ὁ δῆμος ἐκ τούτου ἐξέκραγε καὶ ὥρμησε πρὸς τὸν Κόμοδον ἐν προαστείῳ ὄντα, ἐκείνου μὲν ὑπερευχόμενος, τοῦ Κλεάνδρου δὲ κατευχόμενος· ὁ δὲ στρατιώτας ἔπεμψεν ἐπ’ αὐτούς, οἳ καὶ ἔτρωσάν τινας καὶ ἀπέκτειναν, ἀνεῖρξαι δὲ τὸν δῆμον οὐκ ἴσχυσαν, ἀλλὰ τῷ πλήθει θαρρῶν ἢ τῇ τῶν δορυφόρων ἰσχύι· ἐκεῖνος ἠπείχθη. πλησιαζόντων δὲ οὕτως ὁ Κόμοδος ἔδεισε, δειλότατος ὤν, ὡς αὐτίκα τόν τε Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ σφαγῆναι κελεῦσαι. τὸ μὲν οὖν παιδίον προσουδισθὲν διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα λαβόντες οἶ Ῥωμαῖοι ὢ ἔσυραν καὶ ᾐκίσαντο, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐπὶ δόρατος περιήνεκτο. καί τινας ἑτέρους τῶν παρὰ τῷ αὐτοκράτορι δυναμένων διέφθειραν.