Ancient Greek
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.3.1
Not analysed yet
Ὁ δὲ Κάσσιος ἐν τῇ Συρίᾳ διάγων ἐνεωτέρισεν· ὃς Σύρος ἦν, ἀνὴρ δὲ ἄριστος καὶ οἶον ἄν τινες ἕξειν εὔξαιντο αὐτοκράτορα. ἐκινήθη δὲ πρὸς ἀποστασίαν, ἀγγελίας αὐτῷ ψευδοῦς κομισθείσης ὡς ὁ Μάρκος ἀπέθανεν. ἅπαξ δὲ πρὸς τὸ ἔργον ὁρμήσας οὐκ ἀπέστη, μετ’ ὀλίγον μαθὼν τὴν ἀγγελίαν εἶναι ψευδῆ· ἡτοιμάζετο δὲ πολέμῳ τὴν ἐξουσίαν ἕξειν. ὁ δὲ Μάρκος τοὺς στρατιώτας συγκαλεσάμενος ἐδημηγόρησε καὶ παρεθάρρυνε σφᾶς πρὸς τὸν πόλεμον. παρασκευαζομένῳ δὲ νῖκαί τε πλεῖσται κατὰ βαρβάρων διαφόρων ἠγγέλθησαν καὶ ἡ Κασσίου σφαγή, ὃν ἑκατόνταρχός τις βαδίζοντι προσελθὼν ἔτρωσεν αἰφνίδιον, οὐ μέντοι καιρίως, προσκατειργάσατο δὲ τὸν φόνον ὁ δέκαρχος. καὶ ὁ μὲν οὕτως ἀπώλετο μῆνας τρεῖς καὶ ἡμέρας ἕξ τὴν ἀρχὴν ὀνειρώξας, καὶ ὁ υἱὸς δὲ αὐτοῦ ἐφονεύθη τυγχάνων ἑτέρωθι· ὁ δ’ αὐτοκράτωρ οὐδένα τῶν ἐκείνῳ συναποστάντων διεχρήσατο, ἀλλ’ ἐπιεικῶς ἐχρήσατο ξύμπασι. καὶ τῇ βουλῇ δὲ ἐπέστειλε μηδένα τῶν Κασσίῳ συναραμένων τεθνάναι· “μὴ γὰρ γένοιτο” ἔφη “μηδένα ὑμῶν δι’ ἐμὲ μήτε τῇ ἐμῇ μήτε τῇ ὑμετέρᾳ ψήφῳ σφαγῆναι. ἂν δὲ μὴ τούτου τύχω, σπεύσω θανεῖν.” οὕτω διὰ πάντων καὶ εὐσεβὴς ἐγένετο καὶ χρηστός. ἐνομοθε- τήθη δὲ τότε μηδένα τοῦ ἔθνους ἄρχειν ὅθεν ἐγένετο, ὅτι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ ἡγεμονεύων, ὅπου καὶ ἡ πατρὶς αὐτοῦ ἦν, ἐνεόχμωσεν. Ἐλθὼν δ’ εἰς Ἀθήνας ὁ Μάρκος τιμάς τε τοῖς Ἀθηναίοις ἔνειμε καὶ διδασκάλους ἐπὶ πάσης παιδείας ἔταξε, μισθὸν ἐτήσιον ἐκ τοῦ ταμείου κομιζομένους. ἐς δὲ τὴν Ῥώμην ἐλθὼν τοῖς ὄφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ πᾶσιν ἀφῆκε τὰς ὀφειλάς. πόλεσί τε χρήματα δέδωκε, καὶ τὴν Σμύρναν ὑπὸ σεισμοῦ παθοῦσαν ἀνοικοδομηθῆναι προσέταξεν. ὡς δ’ αὖθις τὰ Σκυθικὰ κεκίνητο, γυναῖκα τῶ υἱῷ θᾶττον ἢ ἐβούλετο Κρισπῖναν συνῴκισέ, καὶ κατ’ αὐτῶν ἐξεστράτευσε. καὶ χρήματα ἐκ τοῦ δημοσίου ᾔτησε· πάντα γὰρ τῆς βουλῆς καὶ τοῦ δήμου ἔλεγεν εἶναι. καταπολεμηθέντων δὲ τῶν βαρβάρων αὐτοκράτωρ προσηγορεύθη τὸ δέκατον. καὶ εἰ ἔτι ἐζήκει, τὰ ἐκεῖ πάντα ὑπὸ Ῥωμαίους ἂν ἐποιήσατο· ἀλλὰ μετήλλαξε, τῶν ἰατρῶν αὐτὸν κατεργασαμένων, ὡς λέγεται, τῷ Κομόδῳ χαριζομένων. ἄρτι δὲ θνήσκων τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο, ἵνα μὴ δοκῆ ὑπ’ αὐτοῦ θνήσκειν, καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι “πρὸς τόν ἀνατέλλοντα” εἷπεν “ἄπιθι· ἐγὼ γὰρ δύομαι ἤδη.” ἄριστα οὖν ἄρξας μετήλλαξε, ζήσας μὲν ἔτη πεντήκοντα καὶ ἐννέα, τριάκοντα καὶ ὀκτὼ ἐνδέοντα ἡμερῶν, αὐταρχήσας δὲ ἔτη ἐννεακαίδεκα καὶ ἡμέρας ἕνδεκα. ἦν γὰρ καὶ φύσει ἀγαθὸς ἀνήρ, πλεῖστα δὲ καὶ ὑπὸ παιδείας βελτίων ἐγένετο. οὐ μέντοι ἀξίως τῆς ἀρετῆς εὐδαιμόνησεν. ἐντεῦθεν δὲ μᾶλλον θαυμάσειεν ἄν τις αὐτόν, ὅτι καὶ ἀλλοκότοις καὶ ἐξαισίοις χρησάμενος πράγμασιν αὐτός τε περιεγένετο καὶ τὴν ἀρχὴν δεισώσατο. Τούτου κρατοῦντος ὁ ἱερὸς Πολύκαρπος ὁ Σμύρἀρχιερεὺς τὸν μαρτυρικὸν ἀνεδήσατο στέφανον· καὶ ὁ μέγας ἐπὶ λόγοις καὶ μείζων ἐν ὁμολογίᾳ Ἰουστῖνος ἐνήθλησεν, οὗ πολλὰ μέχρι τοῦδε συγγράμματα σώζονται. τῷ δὲ ὀγδόῳ ἔτει τῆς Μάρκου Οὐήῥοῦ τοῦ Ἀντωνίνου τούτου ἀρχῆς Ἀνίκητος τελευτᾷ, ἔτη ἓν ἐπὶ δέκα τῆς Ῥωμαίων ἐκκλησίας προστάς· καὶ τοῦτον Σωτὴρ διαδέχεται. καὶ Κελαδίωνος μετὰ δέκα καὶ τέσσαρα ἔτη τὴν ζωὴν ἐκμετρήσαντος Ἀγριππῖνος τὴν Ἀλεξανδρέων ἐπισκοπὴν ἐγκεχείριστο. καὶ τῆς Ἀντιοχέων ἐκκλησίας μετὰ Ἣρωνα Κορνηλίου προστάντος τετάρτου, πέμπτος Ἔρως ὰὐτὸν διεδέξατο, κἀκεῖνον ἕκτος Θεόφιλος, ὃς καὶ κατὰ Μαρκίωνος ἐγγράφως ὡπλίσατο· ὃν ἴβδομος διεδἐξατο Μαξιμῖνος. τοῦ Ῥωμαίων δὲ ἀρχιερατεύσαντος Σωτῆρος μεταστάντος τῶν γηίνων, ἀντεισῆκτο Ἐλεύθερος.