Ancient Greek
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.9.1
Not analysed yet
Σευῆρος δὲ δοξομανῶν κατὰ τῶν Ὀσροηνῶν βαρβάρων καὶ τῶν Ἀδιαβηνῶν καὶ τῶν Ἀραβίων ἐστράτευσε, καὶ εἰς τὴν Νίσιβιν ἀφικόμενος ἐκεῖθεν ἔπεμψε στρατηγούς τε καὶ τάγματα κατὰ τῶν εἰρημένων ἐθνῶν, οἳ τήν τε χώραν αὐτῶν ἐδῄουν καὶ τὰς πόλεις ἐλάμβανον. Αὖθις δὲ πόλεμος συνηνέχθη τῷ Σευήρῳ ἐμφύλιος. ὁ μὲν γὰρ τῷ Ἀλβίνῳ οὐδὲ τὴν τοῦ καίσαρος ἐδίδου τιμήν, ὁ δ’ ᾔτει καὶ τὴν τοῦ αὐτοκράτορος. συγκινουμένης δὲ διὰ ταῦτα τῆς οἰκουμένης, ὁ δῆμος ἐν ἱπποδρομίᾳ συνειλεγμένος πολὺς ἐκφανέστατα κατωδύρατο, ἁ μέχρι πότε τοιαῦτα πάσχομεν κράζοντες καί “μέχρι ποῦ πολεμούμεθα; καὶ ἄλλα δέ τινα τοιαῦτα ὡς ἐκ θειοτέρας τινὸς ἐπιπνοίας ἐνθουσιῶντες ἐβόησαν. πῶς γὰρ τοσαῦται μυριάδες ὡς ὑπὸ χορολέκτῃ ὁμοφώνως εἶπον καὶ ἀπταίστως ἃ εἶπον; τέως μέντοι μάχης συγκροτηθείσης καὶ πολλὰς ἰδέας τε καὶ τροπὰς καὶ μετακλίσεις τοῦ πολέμου ἐσχηκότος ὁ Ἀλβῖνος ἡττήθη, πεσόντων μὲν ἀμφοτέρωθεν Ῥωμαίων σχεδὸν ὑπερβαινόντων καὶ ἀριθμόν, τοῦ δὲ Ἀλβίνου ἑαυτὸν ἀνελόντος. ᾧ κειμένῳ ἐπεντρυφήσας ὁ Σευῆρος καὶ γλωσσαλγήσας τὸ μὲν ἄλλο σῶμα ῥιφῆναι ἐκέλευσε, τὴν κεφαλὴν δ’ ἐς τὴν Ῥώμην στείλας ἀνεσταύρωσε. καὶ πολλοὺς τῶν τῆς γερουσίας ἀπέκτεινε, τινὰς δὲ καὶ ἀπέλυσε. Μετὰ ταῦτα δὲ κατὰ τῶν Παρθῶν ἐστράτευσε τὴν Μεσοποταμίαν ἑλόντων. καὶ πλοῖα κατασκευάσας ἐν τῷ Εὐφράτῃ τήν τ’ ἑ Σελεύκειαν καὶ τὴν Βαβυλῶνα ἐκλειφθεῖσαν ἔλαβε. καὶ τὴν Κτησιφῶντα ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκε, πολλούς τε ἀνεῖλε καὶ ζῶντας πλείονας εἷλεν. οὔτε δὲ τὸν Οὐολόγαισον ἐπεδίωξε τὸν τῶν Παρθῶν ἡγεμονεύοντα ἀναχωρήσαντα οἴκαδε, οὔτε τὴν Κτησιφῶντα κατέσχεν, ἀλλ’ ᾤχετο ὥσπερ ἔνα διαρπάσῃ ταύτην μόνον ἐστρατευκώς. Ἐν ᾧ δὲ ἐπολέμει, ἄνδρας δύο ἀπέκτεινε τῶν ἐπιφανῶν, τὸν μὲν Κρίσπον Ἰούλιον χιλιαρχοῦντα τῶν δορυφόρων, ὅτι ἤχθετο τῇ τοῦ πολέμου κακώσει καί τι καὶ παρεφθέγξατο, καὶ τὸν κατηγορήσαντα αὐτοῦ στρατιώτην χιλίαρχον ἀπέδειξεν ἀντ’ αὐτοῦ· τὸν δὲ Λαῖτον, ὅτι φρόνημα εἶχε καὶ ὅτι ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, καὶ οὐκ ἄλλως στρατεύσειν ἔλεγον εἰ μὴ Λαῖτος αὐτῶν ἡγοῖτο. καὶ τὸν φόνον αὐτοῦ τοῖς στρατιώταις προσῆπτεν, ὅτι φθόνῳ αὐτὸν ἀνελὼν οὐκ εἶχε λέγειν αἰτίαν. Εἶτα ἐπὶ τὰ Ἄτρα ἐστράτευσε. πόλις δὲ ταῦτα Ἀράβιος, ἐν ᾗ πολλά τε ἄλλα ἀπέκειντο χρήματα καὶ τὰ τοῦ Ἡλίου δὲ ἀναθήματα, ᾧ ἡ πόλις ἀπέκειτο. οὐδὲν δὲ ἀνύσας, καίτοι τὸ ἐκτὸς τεῖχος καθῃρηκώς, καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλών, ἀνεχώρησε· καὶ εἰς τὴν Παλαιστίνην ἀφίκετο καὶ ἐς Αἴγυπτον, καὶ πᾶσαν εἶδε καὶ τὰ κεκρυμμένα ἐπολυπραγμόνησεν. ἦν γὰρ οἷος μήτε θεῖον μήτε τι ἀνθρώπινον καταλιπεῖν ἀνερεύνητον. καὶ τὰ βιβλία ἅ τι εἶχον ἀπόρρητον ἐκ πάντων τῶν ἀδύτων ἀνείλετο, ὅσα τέως εὑρεῖν δεδύνητο. Ταῦτα μὲν οὕτως· εἰρήσθω δ’ ὡς ἐν παρόδῳ καὶ ὅσα τὸν Δίωνα περὶ τοῦ Νείλου λέγοντα εὕρομεν, ὅθεν τε ἀναδίδοται καὶ διὰ τί κατὰ τὸ θέρος πεποίηται τὴν ἀνάβασιν. λέγει τοίνυν ὅτι ἐκ τοῦ Ἄτλαντος ἀναδίδοται τὸν δὲ Ἄτλαντα ὄρος εἶναι ἐν τῇ Μακεννίτιδι παρ’ αὐτῷ τῷ Ὠκεανῷ πρὸς ἐσπέραν, καὶ ὀρῶν ἁπάντων ὑπερανίστασθαι, ὥστε καὶ κίονα αὐτὸν διὰ τὸ ὕψος παρὰ τῶν ποιητῶν κληθῆναι θῆναι τοῦ οὐρανοῦ. μήτε γὰρ ἀναβῆναί τινά ποτε εἰς ἄκρον αὐτοῦ μήτ’ ἰδέσθαι τὰς αὐτοῦ κορυφὰς χιόνος ἀεὶ πληθούσας, ἐξ ἧς πολὺ καταρρεῖν τὸ ὕδωρ ὑπὸ τὸ θέρος, καὶ διὰ τοῦτο τότε τὸν Νεῖλον πληθύνεσθαι. λέγει δὲ ταῦτα Ῥωμαίοις ἀκριβωθῆναι ἐκ τῶν τῆς κάτω Μαυριτανίας ἀνθρώπων, προσοίκων ὄντων τῇ Μακεννίτιδι, καὶ πολλοὺς τῶν ἐκεῖ στρατευσαμένων Ῥωμαίων ἀφικέσθαι καὶ πρὸς τὸν Ἄτλαντα. ταῦτα μὲν οὑν περὶ τοῦ Νείλου τῷ Δίωνι, εἰ καὶ ἄλλοις οὐχ οὕτω τὰ περὶ αὐτοῦ δεδιηγηται.