Ancient Greek · ~20 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.10.1
Not analysed yet
Πλαυτιανὸς δὲ παραδυναστεύων τῷ Σευήρῳ καὶ τὴν ἐπαρχικὴν ἔχων ἐξουσίαν καὶ μέγιστα δυνηθεὶς πολλοὺς τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὁμοτίμων αὐτῶ ἐθανάτωσεν. ἄπληστος δὲ ὢν παρὰ πάντων ᾔτει, καὶ οὔτε ἔθνος οὔτε πόλιν ἀφῆκεν ἀσύλητον, καὶ πλείονα αὐτῷ πάντες ἢ τῷ Σευήρῳ ἐδίδουν. ἐξέτεμε δὲ καὶ ἀνθρώπους Ῥωμαίους καὶ εὐγενεῖς ἑκατόν, οὐ παῖδας μόνον οὐδὲ μέντοι μειράκια, ἀλλὰ καὶ ἄνδρας γυναῖκας ἔχοντας, ὥσθ’ ὁρᾶσθαι τοὺς αὐτοὺς καὶ εὐνούχους καὶ ἄνδρας καὶ πατέρας ἀόρχεις καὶ ἐκτομίας καὶ πωγωνίας. πρὸ δὲ τούτου κῆτος ὑπέρογκον εἰς τὸν Αὐγούστου κεκλημένον λιμένα ἐξώκειλε καὶ ἑάλω, καὶ μίμημα αὐτοῦ γεγονὸς καὶ εἰς τὸ κυνηγέσιον εἰσαχθὲν πεντήκοντα ἄρκτους εἴσω λέγεται τᾶι δέξασθαι. τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα Πλαυτίλλαν τοῦ Σευήρου τῷ υἱῷ Ἀντωνίνῳ συζεύξαντος, τοσαῦτα τῆ θυγατρὶ ὁ Πλαυτιανὸς ἔδωκεν ὅσα πολλαῖς βασιλίσσαις ἤρκεσεν ἄν. οὗτος ὑπέρμεγας γεγονὼς καὶ πλεῖστον δυνηθείς, ἢ καὶ ὑπὲρ τὸν Σευῆρον αὐτόν, ὑπὸ τοῦ γαμβροῦ Ἀντωνίνου ἐπιβουλευθεὶς ἐσφάγη καὶ ἄνωθεν εἰς ὁδόν τινα ἐρρίφη. οἶ δὲ τοῦ Σευήρου παῖδες Ἀντωνῖνος καὶ Γέτας ὥσπερ τινὰ παιδαγωγὸν τὸν Πλαυτιανὸν ἀποσεισάμενοι ἅπαν μετῄεσαν χείριστον. Τότε καὶ Βούλλας Φῆλιξ Ἰταλὸς ἀνὴρ λῃστήριον συστησάμενος ἑξακοσίων ἀνδρῶν ἐληίζετο τὴν Ἰταλίαν ἐπ’ ἔτη δύο. πολλῶν δὲ φιλοτιμουμένων κατασχεῖν αὐτὸν ὁ δὲ οὐχ ἡλίσκετο, εὐμεθόδως διὰ τρόπων πολλῶν τοὺς αὐτὸν διώκοντας κατασοφιζόμενος· ὧν ἴνα εἰς ἔνδειγμα τῶν ἄλλων ἐροῦμεν. ἑκατοντάρχου παρὰ Σευήρου κελευσθέντος λοχῆσαι αὐτόν, αὐτὸς ἐκείνῳ προσῆλθε δι’ ἑαυτοῦ ὡς ἄλλος τις, καὶ διεβεβαιώσατο, εἰ ἕψοιτο, παραδοῦναι αὐτῷ τὸν λῃστήν. τοῦ δὲ πεισθέντος εἰς λοχμώδη τόπον ἀπαγαγὼν αὐτὸν ῥᾳδίως συνέλαβεν. εἶτα ἐπὶ βήματος καθίσας, ὡς δῆθεν ἄρχων τοῦ λῃστηρίου, μεταστειλάμενος τὸν ἑκατόνταρχον, τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ ἀπεξύρησε καὶ ἀφῆκεν, εἰπών, ἄγγελλε τῷ δεσπότῃ σου ὅτι “τοὺς δούλους ὑμῶν τρέφετε, ἵνα μὴ λῃστεύωσι.” πολλοὺς γὰρ τῶν Καισαρείων εἶχεν αὐτῷ προσχωρήσαντας. ὕστερον μέντοι ἐλήφθη καὶ θηρίοις ἐδόθη. Σευῆρος δὲ εἰς τὴν Βρεττανίαν ἐστράτευσεν, ἔνα μήθ’ ὁἱ παῖδες ἐκδιαιτῶνται αὐτοῦ μήτε τὰ στρατεύματα ὑέ ἀργίας ἐκλύωνται. δύο δὲ γένη τῶν Βρεττανῶν εἰσι μέγιστα, Καληδόνιοι καὶ Μαιᾶται· καὶ νέμονται ἑκάτεροι ἄγρια ὄρη καὶ πεδία ἔρημα καὶ ἑλώδη, μήτε πόλεις ἔχοντες μήτε γεωργοῦντες τὴν γῆν, ἀλλ’ ἐκ νομῆς καὶ θήρας καὶ ἀκροδρύων τὰ πρὸς τὸ ζῆν ποριζόμενοι· ἰχθῦς γὰρ καίτοι παμπληθεῖς παρὰ τῇ νήσῳ τυγχάνοντας οὐ σιτοῦνται. σκηνῖται δ’ εἰσί, γυμνοί τε ζῶσι καὶ ἀνυπό δετοὶ, κοιναῖς κεχρημένοι ταῖς γυναιξί, καὶ τὰ γεννώμενα πάντα ἐκτρέφοντες. δημοκρατοῦνταί τε καὶ λῃστεύουσι· καὶ στρατεύονται ἐπὶ ἁρμάτων, ἵππους ἔχοντες μικροὺς καὶ ταχεῖς, καὶ πεζοί· τρέχουσί τε ὀξύτατα. ὅπλοις δὲ κέχρηνται ἀσπίδι καὶ βραχεῖ τινι δόρατι καὶ ἐγχειριδίῳ. λιμῷ δὲ καὶ ψύχει ταλαιπωροῦ ία ἕνοι καὶ ἄλλαις κακώσεσι φέρουσι, καὶ εἰς τὰ ἔλη καταδυόμενοι καρτεροῦσιν ἐπὶ πλείους ἡμέρας μόνην τὴν κεφαλὴν ἔξω τοῦ ὕδατος ἔχοντες, καὶ ἐν ταῖς ὕλαις τρέφονται ταῖς ῥίζαις καὶ τῷ φλοιῷ. σκευάζουσι δὲ καί τι βρῶμα ἐξ οὗ ὅσον κυάμου μέγεθος ἐμφαγόντες οὔτε πεινῶσιν οὔτε διψῶσιν. Ἡ μὲν οὖν Βρεττανία τοιαύτη τίς ἐστι νῆσος, καὶ ὑπὸ τοιούτων ἡ μὴ Ῥωμαίοις τότε ὑποκειμένη ᾠκεῖτο. εἶχον γὰρ ταύτης μοῖραν Ῥωμαῖοι οὐκ ἐλαττουμένην πολλῷ τοῦ ἡμίσεος. καὶ τὸ μὲν μῆκος τῆς ὅλης νήσου ἐς στάδια ἑπτακισχίλια ἑκατὸν τριάκοντα δύο ἐκτείνεσθαι λέγεται, τὸ δὲ πλάτος ὡς ἐπίπαν ἐς δισχίλιά που καὶ τριακόσια, ἔστι δ’ οὗ καὶ ἐλάττονα. ὁ δ’ οὖν Σευῆρος πάσης κρατῆσαι τῆς νήσου διανοούμενος εἰς τὴν Καληδονίαν εἰσέβαλε, καὶ πράγματα ἔσχε μήτε μαχεσάμενος μήτ’ ἐν παρατάξει τάξει πολέμιον θεασάμενος, ἀλλ’ ὑλοτομῶν καὶ τὰ μετέωρα κατασκάπτων. οἶ δὲ αὐτοῦ στρατιῶται σκιδνάμενοι ἐκτιννύοντο ἐπιβουλευόμενοι, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο. τέως μέντοι ἐς ὁμολογίαν τοὺς Βρεττανοὺς ἐλθεῖν κατηνάγκασε. Φρόντισι δὲ αὐτὸν ὁ Ἀντωνῖνος ὁ υἱὸς περιέβαλεν ἀκολάστως βιοὺς καὶ δῆλος ὤν, εἰ δυνηθείη, τὸν ἀδελφὸν διαχειρισόμενος. καὶ αὐτῷ δὲ τῷ πατρὶ ἐπεβούλευε, καὶ ἐπεφώρατο δίς. ἀλλ’ οὐδὲν δεινὸν ἔπαθεν ὁ Ἀντωνῖνος πρὸς τοῦ πατρός· καλέσας δὲ αὐτὸν καὶ τὸν Παπιανὸν καὶ τὸν Κάστορα, δοῦλος δ’ ἦν ὁ Κάστωρ αὐτοῦ, ἄριστος ἀνὴρ καὶ πιστότατος, καὶ ξίφος εἰς τὸ μέσον θέμενος, ἔφη πρὸς τὸν υἱόν εἰ ἀποκτεῖναί με θέλεις, ἐνταῦθά με κατάχρησαι, χρησαι, καὶ μὴ πάντων ὁρώντων· εἰ δ’ αὐτόχειρ μου γενέσθαι ὀκνεῖς, κέλευσον παρόντι Παπιανῷ τῷ ἐπάρχῳ ἵνα με ἐξεργάσηται· οὐ γὰρ ἀπειθήσει σοι αὐτοκράτορι ὅντι.” Ἀποστάντων δ’ αὖθις τῶν Βρεττανῶν ἡτοιμάζετο ὡς πολεμήσων αὐτοῖς. ἐν δὲ τῷ μεταξὺ κατὰ τὴν νῆσον διάγων ἀπήλλαξε νοσῶν, καὶ τοῦ Ἀντωνίνου ὡς λέγεται συνεργασαμένου πρὸς τοῦτο. πρὶν οὖν ἐκπνεῦσαι, λόγος αὐτὸν τοῖς παισὶν εἰπεῖν “ὁμονοεῖτε, τοὺς στρατιώτας πλουτίζετε, τῶν ἄλλων μὴ ἀμελεῖτε.” ἦρξε δὲ ἑπτακαίδεκα ἔτη καὶ μῆνας ὀκτὼ ἐφ’ ἡμέραις τρισί, βιώσας τὸ σύμπαν ἔτη ἑξήκοντα καὶ πέντε καὶ μῆνας ἐννέα καὶ ἡμέρας ἐννέα καὶ εἴκοσι. Τοιαύτη δ’ ἦν αὐτῷ ἡ διαγωγὴ ἐν εἰρήνης καιρῷ. ἔπραττέ τι νυκτὸς ὑπὸ τὸν ὄρθρον, εἶτα ἐβάδιζε λέγων καὶ ἀκούων τὰ τῇ ἀρχῇ πρόσφορα, καὶ οὕτως ἐδίκαζεν ἴς μεσημβρίας, εἰ μή τις μεγάλη ἦν ἑορτή, καὶ τοῖς συνδικάζουσι παρρησίαν ἐδίδου· καὶ ἐπὶ τούτοις ἵππευεν, εἶτ’ ἐλούετο, ἠρίστα τε καὶ ἐκάθευδε, καὶ ἀναστὰς τὰ λοιπὰ προσδιῴκει, καὶ λόγοις ὡμίλει ἐν περιπάτῳ Λατίνοις τε καὶ Ἑλληνικοῖς, καὶ πρὸς ἑσπέραν ἐλούετο αὖθις καὶ ἐδείπνει· καὶ ἐν ταῖς πάνυ ἀναγκαίαις ἡμέραις τὰ πολυτελῆ δεῖπνα συνεκρότει.