Ancient Greek · ~23 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.12.1
Not analysed yet
Ἀγγελθείσης δὲ τῷ Ἰουλιανῷ τῆς τοῦ Κωνσταντίου τίου τελευτῆς τὰ μὲν στρατεύματα Αὔγουστον αὐτὸν ἀνευφήμησαν, ἐκεῖνος δὲ τὸ βασιλικὸν ἀμείψας σχῆμα καὶ πενθῆρες ἐνδὺς σκυθρωπάζων ὦπτο. καὶ δημόσιον ἐπὶ τῷ τελευτήσαντι βασιλεῖ κατ’ ἔθος πεποίηκε πένθος. εἶτα ἐπὶ τὸ Βυζάντιον ὥρμησε· καί οἱ προσυπήντησεν ἡ σύγκλητος καὶ ὁ δῆμος καὶ σὺν εὐφήμοις φωναῖς προῆλθεν εἰς τὰ βασίλεια, καὶ τῆς τῶν κοινῶν διοικήσεως ἥψατο. τὸ δὲ τοῦ Κωνσταντίου σῶμα τὸ σὺν ἐκείνῳ στρατιωτικὸν καὶ οἱ ἄρχοντες ἐπ᾿ ὀχήματος εἰς Κωνσταντινούπολιν διεκόμισαν· ᾧ καὶ ὁ Ἰουλιανὸς προσυπήντησε καὶ προέ πεμψε, περιελόμενος τῆς κεφαλῆς τὸ διάδημα. κατετέθη δὲ ὁ τοῦ τελευτήσαντος νεκρὸς αὐτοκράτορος ἐν τῷ τῶν ἁγίων Ἀποστόλων ναῶ. πολλοὺς δὲ τῶν περὶ τὰ βασίλεια ὁ Ἰουλιανὸς τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ ὑπερώρισε καὶ τῶν οὐσιῶν ἀπεστέρησε. ταῖς δὲ λοιπαῖς τῆς βασιλείας διοικήσεσι καὶ τὸ δικάζειν συνέταττε. ποτὲ γοῦν δικάζων τινὶ κεκλοφέναι κατηγορουμένῳ δημόσια χρήματα καὶ τὴν κλοπὴν ἀρνουμένῳ, νουμένῳ, ἐπεὶ ὁ κατήγορος “τίς” ἔφη “βασιλεῦ, ἐπ᾿ ἐγκλήματι δίκην ὑπόσχῃ, εἰ ἐξ ἀρνήσεως ὠφελοῖντο οἱ αἰτιώμενοι”; ἐκεῖνος ἀνταπεκρίνατο “καὶ τίς ἔσται ἀναίτιος, εἰ ἐλέγχων ἄνευ πιστεύοιντο οἱ κατήγοροι”; ἐχρημάτιζε δὲ καὶ πρέσβεσιν ἐκ διαφόρων ἐθνῶν σταλεῖσι πρὸς τὸν Κωνστάντιον. καὶ τὰ στρατεύματα δὲ ἐπεσκέπτετο καὶ ἐξήταζε, τὸ πολύ τε τῆς βασιλικῆς θεραπείας ἀπεπέμψατο. κουρέα τε ζητήσας, ὡς προσῆλθεν αὐτῷ τῶν Κωνσταντίου κουρεὺς πολυ- ἐσταλμένος, κουρέα ζητεῖν εἶπεν, ἀλλ᾿ οὐ συγκλητικόν, καὶ αὐτὸν ἀπεπέμψατο. καὶ μάγειρον δὲ τῶν βασιλικῶν ἐν ἐσθῆτι λαμπροτέρᾳ τῆς ὑπουργίας αὐτοῦ θεασάμενος, καὶ τὸν ἑαυτοῦ μετεπέμψατο μάγειρον κατὰ μάγειρον ἐσταλμένον· καὶ ἤρετο τοὺς παρόντας πότερον αὐτῶν κρίνοιεν μάγειρον. τῶν δὲ τὸν εὐτελῶς εἰπόντων ἐσκευασμένον, παρῃτήσατο τὸν λοιπόν. ταῦτα δ’ ἐποίει δόξαν θηρῶν ἐκ τοῦ δοκεῖν ἀπέριττος καὶ ὄντως φιλόσοφος. τοῖς στρα- τιώταις δὲ διανείμας χρήματα, εἰς τὸν κατὰ Περσῶν ἡτοιμάζετο πόλεμον. αὐτοκράτωρ δὲ γεγονὼς καὶ ἑαυτῷ τὴν ἀρχὴν κρατυνάμενος, αὐτίκα εἰς προῦπτον ἐξερράγη ἑλληνισμόν. ἐξωμόσατο μὲν γὰρ καὶ πρότερον, ὡς εἴρηται, τὰ χριστιανῶν, οὐ μὴν εἰς τοὐμφανὲς ἐκρῆξαι τὴν ὠδῖνα τῆς ἀσεβείας ἐτόλμησε. λέγεται γὰρ ὅτι ἔρωτα τρέφων τῆς βασιλείας, καὶ ὡς ὑπὸ σποδιᾷ τοῦτον κρύπτων ἐν τῇ ψυχῇ, μάντεσι προσῄει καὶ γόησιν, εἰ τοῦ κράτους τεύξεται πυνθανόμενος, καὶ παρ’ ἐκείνων διέφθαρτο καὶ μετήνεκτο εἰς ἑλληνισμόν. τυχὼν δὲ τοῦ κράτους τοῖς ἀνεφίκτοις κρίμασι τοῦ θεοῦ πολλοὺς εἰργάσατο μάρτυρας· οὕτω γὰρ ἐξεμάνη κατὰ χριστιανῶν ὡς καὶ κωλύειν αὐτοὺς μαθημάτων μετέχειν Ἑλληνικῶν, μὴ δεῖν λέγων μύθους αὐτὰ ὀνομάζοντάς τε καὶ διαβάλλοντας τῆς ἐξ αὐτῶν ὠφελείας ἀπολαύειν καὶ δι’ αὐτῶν ὁπλίζεσθαι κατ’ αὐτῶν. ὅθεν τῶν παίδων τῶν χριστωνύμων εἱργομένων μετιέναι τοὺς ποιητὰς ὁ Ἀπολλινάιος λέγεται εἰς τὴν τοῦ Ψαλῆρος ὁρμηθῆναι παράφρασιν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος εἰς τὴν ποίησιν τῶν ἐπῶν, ἴν ἀντὶ τῶν Ἑλληνικῶν μαθημάτων ταῦθ᾿ οἱ νέοι μανθάνοντες τήν τε γλῶσσαν ἐξελληνίζωνται καὶ τὰ μέτρα διδάσκωνται. οὗτος καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνεγεῖραι ναὸν τοῖς Ἰουδαίοις ἐπέτρεψε. κἀκείνων σπουδῇ πολλῇ καὶ μεγάλαις δαπάναις τῆς οἰκοδομῆς ἀρξαμένων καὶ ὀρύττειν τὴν γῆν εἰς καταβολὴν θεμελίων ἐπιχειρούντων, πῦρ λέγεται τῶν ὀρυγμάτων ἀθρόον ἀναδιδόμενον καταφλέγειν τοὺς σκάπτοντας, ὡς ἀναγκασθῆναι αὐτοὺς τῆς οἰκοδομῆς ἀποσχέσθαι. Εὐσέβιον δὲ τὸν εὐνοῦχον, ὡς τὸν φόνον τοῦ ἀδελφοῦ αὐτοῦ Γάλλου κατεργασάμενον, ἔκτεινε, καὶ τοὺς ἄλλους πάντας εὐνούχους τοῦ παλατίου ἐξήλασε. διιόντα δέ ποτε τὸν παραβάτην περὶ Χαλκηδόνα ὁ ταύτης ἐπίσκοπος Μάρις ἀλάστορα καὶ ἀρνησίχριστον ἐκάλει. ὁ δὲ τὸ ἀνεξίκακον προσποιούμενος “ἄπιθι” εἶπε “ταλαίπωρε, καὶ ἀποκλαίου σοῦ τῶν ὀμμάτων τὴν πήρωσιν·” ἦν γὰρ πάσχων ταύτην ἐξ ἐπιχύσεως. ὁ δέ “εὐχαριστῶ τῷ σωτῆρί μου Χριστῷ” ἀντεπήνεγκεν, “ὅτι μου προεμηθεύσατο μὴ ἰδεῖν τὸ ἀναιδές σου καὶ ἀσεβέστατον πρόσωπον. κατὰ Περσῶν δὲ τὴν στρατιὰν κινήσας κατήντησεν εἰς Ταρσὸν τῆς Κιλικίας πόλιν ἐπιφανῆ· ἔνθα γενομένῳ Ἀρτέμιος προσῆλθεν ὁ τοῦ Ἀσκληπιοῦ ἱερεύς. ἦν γὰρ ἐν Αἰγαῖς, πόλις δὲ καὶ αὗται τῆς Κιλικίας, περίφημον Ἀσκληπιοῦ ἱερόν, καὶ ᾔτησεν αὐτὸν τοὺς κίονας, οὑς ἔτυχεν ἀφελόμενος ἐκ τούτου τοῦ ἱεροῦ ὁ ἀρχιερεὺς τοῦ λαοῦ τῶν χριστιανῶν καὶ ἐποικοδομήσας αὐτοῖς οἰκεῖον ναόν, ἀποκαταστῆσαι αὖθις τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ. καὶ ὁ παραβάτης αὐτίκα τοῦτο γενέσθαι προσέταξε δαπάναις τοῦ ἐπισκόπου. μόλις οὖν οἱ Ἕλληνες καὶ πόνοις πολλοῖς καὶ ἀναλώμασι λώμασι πλείστοις ἔνα τῶν κιόνων καθελόντες καὶ μέχρι τῆς φλιᾶς τῆς πύλης τῆς ἐκκλησίας σὺν μηχανήμασιν ἀγαγόντες, καὶ χρόνῳ συχνῷ περαιτέρω προενεγκεῖν ἐκεῖνον οὐκ ἠδυνήθησαν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρησαν. τοῦ δὲ Ἰουλιανοῦ θανόντος, αὖθις αὐτὸν ὁ ἐπίσκοπος ἀνορθώσας ῥᾷστα εἰς τὸν τόπον τὸν ἑαυτοῦ ἐπανήγαγε. γενομένου δὲ τοῦ Ἰουλιανοῦ εἰς Ἀντιόχειαν, καὶ συνεχῶς προϊόντος εἰς τὸ τῆς Δάφνης χωρίον, ἐν ᾧ τοῦ Ἀπόλλωνος ἄγαλμα, ἔργον τι πρὸς τέχνην θαυμάσιον, ἵδρυτο, καὶ θυσίας αὐτῷ ποιοῦντος, οἱ Ἀντιοχεῖς ἀποσκώπτοντες εἰς αὐτὸν θύτην ἔλεγον καὶ οὐ βασιλέα σφίσιν ἐπιδημῆσαι. καὶ διὰ τὸ καθειμένον ἔχειν ἐκεῖνον τὸν πώγωνα τράγον αὐτὸν ὠνόμαζον οἱ αὐτοὶ καὶ πρὸς σχοίνων πλοκὴν ἔλεγον αὐτὸν ἐπι- τήδειον. ὁ δὲ ἀντεπισκώπτων αὐτοῖς εῖς βλακείαν καὶ θρύψιν καὶ τρυφερότητα ἔλεγε “μὴ παρέχειν τοῖς Ἀντιοχεῦσι τὸν πώγωνα εἰς σχοίνων πλοκήν, ἔνα μὴ τῇ τούτου τραχύτητι θλιβεῖεν αἱ χεῖρες αὐτῶν· πρὸς οὓς καὶ λόγον ἔγραψεν, ὃς ἐπιγέγραπται Ἀντιοχικὸς ἢ Μισοπώγων. ἔθυε δὲ τῷ Δαφναίῳ Ἀπόλλωνι ἑκατόμβας ὅλας, χρησμὸν ζητῶν ἐξ αὐτοῦ. ὡς δ’ ἦν τὸ εἴδωλον ἐκεῖνο κωφόν, οἶ νεωκόροι τὴν αἰτίαν τῆς σιωπῆς ἀπαιτούμενοι διὰ τοὺς κειμένους ἐκεῖ νεκροὺς σιωπᾶν τὸ ἄγαλμα ἔλεγον. ἦσαν γὰρ ἐκεῖ ἑτέρων τε μαρτύρων κείμενα λείψανα καὶ τοῦ ἱερομάρτυρος δὲ Βαβύλα. πάντα τοίνυν μετατεθῆναι ἐκεῖθεν προσέταξεν Ἰουλιανός. ὡς δὲ μετηνέχθησαν, σκηπτὸς ἐνσκήψας νυκτὸς τῇ Δάφνῃ καὶ τὸν ναὸν καὶ τὸ ἄγαλμα ἀπετέφρωσεν. οἰηθεὶς οὖν ἐξ ἐπιβουλῆς χριστιανῶν γενέσθαι τὸν ἐμπρησμὸν ὁ ἀλάστωρ ἐκεῖνος καὶ ἐκμανείς, τὰς τῶν πιστῶν ἐκκλησίας ἀπέκλεισεν. ὑπ’ αὐτοῦ καὶ ὁ μέγας Ἀρτέμιος ἐκολάσθη μὲν ὡς χριστιανός· ἐπήνεκτο δὲ αὐτῷ ὁ τοῦ Γάλλου φόνος αἰτίαμα, καὶ οἶ πρεσβύτεροι Εὐγένιος καὶ Μακάριος ὑπὸ τούτου κολασθέντες τῶν μαρτυρικῶν στεφάνων κατηξιώθησαν· καὶ οἰ ἐκ Πέρσιδος πρὸς αὐτὸν σταλέντες πρεσβείας χάριν, Μανουήλ, Σαβέλ, καὶ Ἰσμαὴλ καὶ πολλοὶ ἄλλοι.