Ancient Greek · ~19 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.11.1
Not analysed yet
Ὁ τύραννος δὲ πολλοὺς εἰδὼς ἐν τοῖς αὐτῷ συνοῦσι τὰ Κωνσταντόυ φρονοῦντας, πάντας ἐκεῖθεν ἐξήλασεν, αὐτὸς δὲ πρὸς ἐμφύλιον ἡτοιμάζετο πόλεμον. ἐν τούτοις καὶ ἡ αὐτοῦ γυνὴ τελευτᾷ, ὡς μέν τινές φασι, τίκτουσα παρ’ αὐτῷ, ὡς δ’ ἕτεροι, ἤδη ἐκβεβλημένη. ἐκεῖνος δὲ τοὺς στρατιώτας συναγαγὼν ἐπὶ τὸν ἐμφύλιον ἠρέθιζε πόλεμον, καὶ συνεβούλευε δεῖν αὐτοὺς κατὰ τοῦ Κωνσταντίου χωρήσαι καὶ μὴ μένειν ἐκεῖνον κατ’ αὐτῶν ἐπελθεῖν. ἤδη δὲ τὴν εἰς Χριστὸν ἐξομοσάμενος πίστιν, ηὐλαβεῖτο διὰ τοῦτο τοὺς στρατιώτας, εἰδὼς σχεδὸν ξύμπαντας χριστιανοὺς ὄντας. διὸ συσκιάζων τὴν ἑαυτοῦ κακίαν, ἕκαστον ἐκέλευε θρησκεύειν ὡς βούλοιτο. αὐτὸς δὲ τῆς γενεθλίου τοῦ Σωτῆρος ἡμέρας ἐφεστηκυίας, εἰσῆλθεν εἰς τὸν ναόν, καὶ προσκυνήσας, ἵν᾿ ὁμόδοξος τοῖς στρατιώταις δοκῇ, ἀπῆλθεν. ἐπέστησε δὲ καὶ ταῖς ἀρχαῖς οὓς ἐκεῖνος ἐβούλετο· καὶ οὕτως ᾔει πρός τὸν ἐμφύλιον πόλεμον. ἔλεγε δὲ μὴ κατὰ Κωνσταντίου χωρεῖν, ἀλλ’ ἐθέλειν εἰς ἔν συνελθεῖν τὰ ἑῷα στρατεύματα καὶ τὰ ἑσπέρια, ἵν ὁμοῦ γενόμενα τὸν αὐτῶν ἐκλέξωνται βασιλεύσοντα. ηὔχει δὲ καὶ προεγνωκέναι τὴν ἡμέραν καθ’ ἣν τεθνήξεται ὁ Κωνστάντιος, ἐν ὀνείρῳ αὐτὴν μυηθεὶς δι’ ἐπῶν ταῦτα φραζόντων· [χόοιο, Ζεὺς ὅταν εἰς πλατὺ τέρμα μόλῃ κλυτοῦὑδροπαρθενικῆς δὲ Κρόνος μοίρης βαίνῃ ἐπὶ πέμπτης εἰκοστῆς, βασιλεὺς Κωνστάντιος Ἀσίδος αἴης τέρμα φίλου βιότου στυγερὸν καὶ ἐπώδυνον ἔξει. τέθνηκε δὲ ὁ Κωνστάντιος τὰ μὲν τῶν Περσῶν λιπών, ἐπεὶ καὶ ὁ ἐκείνων βασιλεὺς ἐπ’ οἴκου κατὰ δὲ τοῦ τυραννήσαντος ἐπιών. φροντίσι γὰρ πολλαῖς συνεχόμενος, κἀντεῦθεν συνεχεῖ ληφθεὶς πυρετῷ χολήν τε ἀναγαγὼν μέλαιναν, ἐτελεύτησεν ἐν Μόψου κρήνῃ, κεῖται δὲ αὕτη κατὰ τὴν τοῦ Ταύρου ὑπώρειαν, ἐπὶ τρισίν, ὡς λέγεται, μεμφόμενος ἑαυτῷ, τῷ φόνῳ τῶν συγγενῶν· οὐ γὰρ τὸν Γάλλον μόνον ἀπέκτεινεν, ὡς εἴρηται ἤδη, ἀλλὰ καὶ τοὺς ἀδελφοὺς τοῦ οἰκείου πατρός· τῇ ἀναρρήσει τοῦ Ἰουλιανοῦ καὶ τῇ καινοτομίᾳ τῆς πίστεως. ἦν δὲ ὁ αὐτοκράτωρ οὗτος εὐμενὴς μὲν τοῖς ὑπηκόοις, δικαιοσύνῃ δὲ περὶ τὰς κρίσεις στοιχῶν, περὶ τὴν δίαιταν ἐγκρατής, καὶ ἐν ταῖς τῶν ἡγεμονιῶν καὶ ταῖς τῶν ἀξιωμάτων διανομαῖς τοῦ προσήκοντος στοχαζόμενος, μηδένα τῇ γερουσίᾳ συντάσσων ὃς οὐ παιδείας μετείληχεν οὐδὲ ἤσκητο πρὸς τὸ λέγειν καὶ ᾔδει γράφειν ἐμμέτρως τε καὶ πεζῶς. περὶ δὲ τὴν πίστιν ὑπῆρχεν οὐκ εὐαγής· οὐ γὰρ τῇ πατρικῇ εὐσεβείᾳ ἐστοίχησεν, ἀλλὰ προσέθετο τοῖς ἀρειανίξουσι, σπουδῇ τοῦ τῶν βασιλικῶν εὐνούχων πρωτεύοντος Εὐσεβίου, ὅθεν καὶ τὸν θεῖον Ἀλέξανδρον, ὃς μετὰ τὸν ἱερὸν Μητροφάνην πατριάρχης τῆς νέας Ῥώμης κεχειροτόνητο, ἠνάγκαζεν εἰς κοινωνίαν τὸν Ἄρειον δέξασθαι, ὁ δὲ οὐ κατένευε· διὸ καὶ σύνοδον ὁ βασιλεὺς συγκροτηθῆναι προσέταξεν. ὥριστο οὖν τῇ συνόδῳ ἡμέρα· καὶ ὁ Ἀλέξανδρος κατὰ τὴν ἐσπέραν ἐκείνην εἰς τὸ θυσιαστήριον εἰσελθὼν καὶ πρηνῆ καταβαλὼν ἑαυτὸν ἐδέετο τοῦ θεοῦ μὴ παραχωρῆσαι τὸν λύκον, τὸν Ἄρειον δηλαδή, εἰς τὴν ποίμνην αὐτοῦ εἰσελθεῖν, ἢ ἐμὲ πρότερον τῆς ζωῆς ἀπόλυσον, ἔλεγε. ταῦτα περιπαθῶς ἠντιβόλει σὺν δάκρυσιν. ἕωθεν οὖν ἄρτι τῆς συνόδου συνισταμένης ὁ Ἄρειος ἀπῄει μέγα φρονῶν. καὶ ἀπιὼν νύττεται τὴν γαστέρα πρὸς ἔκκρισιν κοιλίας καὶ κύστεως. παρεκκλίνας τ’ ἑ τῆς ὁδοῦ κεκάθικεν ἀποσκυβαλίσασθαι τὸ περίττωμα· συνεξερρύη δὲ τῇ κόπρῳ καὶ τὰ ἔγκατα τοῦ δειλαίου, βιαίως ἀπορρήξαντος τὴν ζωήν. ὁ μέντοι πατριάρχης Ἀλέξανδρος εἴκοσι πρὸς τρισὶν ἀρχιερατεύσας ἐνιαυτοὺς μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη παρὰ τῶν ὀρθοδόξων εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως Παῦλος ὁ ὁμολογητής. ἐπανελθὼν δ’ ὁ Κωνστάντιος ἐξ Ἀντιοχείας μεθίστησι τοῦ θρόνου αὐτὸν καὶ ἀντικαθίστησι τὸν Νικομηδείας Εὐσέβιον, αἱρεσιώτην Ἀρείου τυγχά- νοντα. ὁ δὲ ἄγιος Παῦλος τῷ πάπα τῆς Ῥώμης προσελθὼν Ἰουλίῳ, καὶ ὑπ’ αὐτοῦ εἰς τὸν θρόνον καταστὰς Κωνσταντινουπόλεως αὖθις ὑπὸ Κωνσταντίου διώκεται. καὶ σταλεὶς ὑπερόριος ὑπὸ Ἀρειανῶν ἀναιρεῖται. τοῦ δ’ Εὐσεβίου θανόντος, ὁ πνευματομάχος παρὰ τῶν Ἀρειανῶν εἰς τὸν τῆς νέας Ῥώμης θρόνον ἀνάγεται Μακεδόνιος, ὃς ὑπερφρονήσας μετήνεγκε μετήνεγκε τὸ ἱερώτατον σῶμα τοῦ ἐν ἀγίοις Κωνσταντίνου ἐκ τοῦ τῶν ἁγίων Ἀποστόλων ναοῦ εἰς τὸ τοῦ ἁγίου μάρτυρος Ἀκακίου θεῖον τεμένισμα. διόπερ ἐξώργιστο ὁ Κωνστάντιος, καὶ πρὸς τὴν πατρικὴν πόλιν ἐπανελθὼν τὸν μὲν Μακεδόνιον ἔτος ἔν ἠνυκότα τοῦ θρόνου κατέσπασέ τε καὶ ὑπερώρισε, καθίδρυσε δ’ ἐν αὐτῷ τὸν Εὐδόξιον, τὰ τοῦ Ἀρείου πρεσβεύοντα, ἐπὶ δέκα ἐνιαυτοὺς ἀρχιερατεύσαντα. μετεκόμισε δ’ αὖθις τὸ σῶμα τοῦ οἰκείου πατρὸς εἰς τὸν τῶν ἁγίων Ἀποστόλων ναόν. οὗτος δὴ οὖν ὁ Κωνστάντιος καὶ τὰ τῶν ἀγίων Ἀποστόλων ἱερώτατα σώματα Ἀνδρέου τε καὶ Λουκᾶ διὰ τοῦ δουκὸς Ἀλεξανδρείας, ὕστερον δὲ καὶ καλλινίκον μάρτυρος Ἀρτεμίου, εἰς τὸ πατρῷον ἀνεκόμισεν ἄστυ· καὶ ἐν τῷ ναῷ τῶν ἀγίων Ἀποστόλων ἀπεθησαύρισε τοῦ θυσιαστηρίου ἐντός. γαμετὴ δὲ αὐτῷ ἦν Εὐσεβία, ἣ ἐπὶ κάλλει γέγονε περιβόητος. περὶ δὲ τὸν γαμέτην ἠτύχησε, μαλθακὸν ὄντα καὶ τὰ πρὸς ἀφροδίτην νωθέστερον ἐκ νόσων τε καὶ ἐκ φύσεως. ὅθεν κατὰ βραχὺ φθίνουσα τοῦ Κωνσταντίου προτέθνηκεν, ἄπαις διὰ βίου μείνασα· ὡς δέ τινες λέγουσι, καὶ μητρομανίας νοσήματι περιπεσοῦσα ἐξέλιπε. λέγεται δὲ καὶ πρὸς τὸ ἱππεύειν καὶ ἀκοντίζειν περιδέξιος ὁ Κωνστάντιος εἶναι καὶ λόγοις ὡμιληκέναι, ὡς ἔπος δύνασθαι συντιθέναι.