Ancient Greek · ~17 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.19.1
Not analysed yet
Τότε καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος, κεκρυμμένως πρῴην διδάσκων τοὺς ὀρθοδόξους ἐν τῆς ἁγίας Ἀναστασίας ναῷ διὰ τὴν τῶν αἱρετικῶν ἀναίδειαν καὶ θρασύτητα τοῦ βασιλέως Θεοδοσίου τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις ἀνεικότος καὶ τοὺς ἀρειανίζοντας ἐκδιώξαντος, παρρησίᾳ τόν τε υἱὸν ὁμοούσιον ἐκήρυττε τῷ πατρὶ καὶ τὸ ἅγιον πνεῦμα θεὸν ἀμφοῖν συμπροσκυνούμενον καὶ συνδοξαζόμενον. ὁ γὰρ Μακεδόνιος, ὃς καὶ πατριάρχης ἐπ’ ὀλίγον, ὡς ἤδη ἱστόρηται, τῆς Κωνσταντινουπόλεως γέγονε, θεὸν αὐτὸ λέγεσθαι οὐκ ἠνείχετο, ἀλλ’ οὐδ’ ἰσοσθενὲς τῷ πατρὶ καὶ τῷ υἱῷ οὔτε μὴν ὁμοούσιον. διὸ καὶ ἡ δευτέρα τότε συγκεκρότητο σύνοδος, τοῦ βασιλέως προστάξαντος, ἑκατὸν καὶ πεντήκοντα σὐναθροισθέντων θεοφόρων πατέρων ἐν τῆ βασιλευούσῃ τῶν πόλεων, ὧν προεξῆρχον ἐν τοῖς ἀγῶσιν ὁ θεολόγος καὶ ὁ μέγας Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος καὶ ὁ ἱερὸς Ἀμφιλόχιος, τῆς Ἰκονιέων προεστὼς ἐκκλησίας, οἳ τὸ πνεῦμα τὸ ἅγιον καὶ θεὸν ἐδογμάτισαν καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ ὁμοούσιόν τε καὶ ὁμοδύναμον καὶ τὸν Μακεδόνιον καὶ τοὺς ὁμοδοξοῦντας αὐτῷ τῆς καθολικῆς ἐκκλησίας ἐξέκοψαν, καὶ εἰς τὸ ἅγιον σύμβολον τὴν περὶ τοῦ ἁγίου πνεύματος προσέθεντο συγγραφήν, ἀπὸ τοῦ καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον μέχρι τέλους, καὶ τὰ ἐν τῇ πρώτῃ συνόδῳ δογματισθέντα ἐπεβεβαίωσαν. ὅτε καί τινες τῶν ἐπισκόπων βασκήναντες τῷ θεολόγῳ τοῦ θρόνοῦ χάριν τῆς Κωνσταντινουπόλεως οὐ κανονικῶς εἶπον αὐτὸν ἐπιβεβηκέναι τοῦ θρόνου, ὡς ἑτέρῳ πρότερον ἐπικηρυχθέντα. διὸ καὶ τὸν συντακτήριον ὁ ἅγιος συγγραψάμενος καὶ δημοσίᾳ ἀνεγνωκὼς ἐξέστη τοῦ θρόνου καὶ εἰς τὴν οἰκείαν πατρίδα τὴν Ναζιανζὸν ἐπανῆλθε. κεχειροτόνητο δὲ τῆς Κωνσταντινουπόλεως πατριάρχης Νεκτάριος, συγκλητικὸς ἀνὴρ καὶ πολιτικὰς ἀρχὰς ἠνυκώς. τότε καὶ ὁ θρόνος τῆς νέας ῾Ρώμης δευτέραν τάξιν ἔλαχε, μετὰ τὴν πρεσβυτέραν ῾Ρώμην ταχθείς, τῶν ἑτέρων δὲ προκριθείς. ἀλλὰ καὶ ὁ μέγας Ἀμφιλόχιος τότε ἠξίου τὸν βασιλέα ἐξελαθῆναι τῆς πόλεως τοὺς Ἀρειανούς, οἷα τὸν υἱὸν τοῦ θεοῦ βλασφημοῦντας, ἢ τέως μὴ παραχωρεῖσθαι συνάξεις ποιεῖν. ὡς δὲ νωθῆ πρὸς τοῦτο ἑώρα τὸν Θεοδόσιον, φυλάξας καιρόν, ὅτε καὶ ὁ Ἀρκάδιος συνεδριάζων ἦν τῷ πατρί, εἰσῆλθε καὶ τῷ μὲν βασιλεῖ τὴν προσήκουσαν ἀπένει- με καὶ πρόσρησιν καὶ προσκύνησιν, πρὸς δὲ τὸν Ἀρκάδιον ἀμελῶς οὕτως ἔφη “χαίροις καὶ σύ, παιδίον.” χαλεπήναντος δὲ τοῦ βασιλέως ἐπὶ τῆ καταφρονήσει τοῦ υἱοῦ, εἶτά φησιν ὁ ἅγιος “σὺ μὲν ἄνθρωλπος ὢν τὴν τοῦ παιδὸς ἀτιμίαν τοῦ σοῦ πρᾴως οὐκ ἤνεγκας. οἴει δὲ τὸν θεὸν τοὺς τὸν ἐκείνου μονογενῆ παῖδα βλασφημοῦντας μὴ βδελύττεσθαί τε καὶ ἀπεχθάνεσθαι, μηδ’ ὀργίζεσθαι κατὰ τῶν ἐκχωρούντων ἐκείνοις τοῖς ὀρθοδόξοις συναναστρέφεσθαι καὶ διαφθείρειν πολλούς;” θαυμάσας οὖν ἐπὶ τῇ μεθόδῳ τοῦ ἁγίου ὁ βασιλεὺς δόγματι τοὺς τῶν αἱρετικῶν συλλόγους κεκώλυκε. τὸν τελευταῖον δὲ τυραννήσαντα ραννήσαντα καθελόντι Εὐγένιον τούτῳ τῷ βασιλεῖ ἡ τῶν Ῥωμαίων ἀρχὴ περιελήλυθε ξύμπασα, καὶ ἀναγορεύει τοὺς δύο υἱοὺς αὐτοῦ βασιλεῖς. θέλων δὲ καὶ τῆς ἐν λόγοις μετασχεῖν αὐτοὺς παιδείας καὶ τῆς ἐν ἤθεσιν, ἐκ Ῥώμης ἤγαγε τὸν μέγαν Ἀρσένιον διάκονον ὄντα τῆς ἐκεῖ ἐκκλησίας, ἐπὶ σοφίᾳ τε καὶ ἀρετῇ περιβόητον· καὶ αὐτῷ τοὺς παῖδας παρ’ ἔδωκε, μὴ ὡς βασιλεῦσιν αὐτοῖς, ἀλλ’ ὡς ἰδιώταις καὶ τοῖς τυχοῦσι προσφέρεσθαι ἐντειλάμενος, καὶ μαστίζειν, εἰ ἀμελοῦντας ὁρῴη ἤ παρεξιόντας τι τοῦ καθήκοντος, καὶ ὡς οἰκείοις τούτοις κεχρῆσθαι παισί. τιμῆς δὲ μεγάλης ἠξίωσε τὸν Ἀρσένιον καὶ χρήμασι κατεπλούτισεν. ὁ δὲ τοὺς παῖδας παραλαβών, ἐκείνους μὲν ἐπὶ θρόνων ἐκάθιζεν, αὐτὸς δ’ ἑστὼς ἐπλήρου τὴν διδασκαλίαν αὐτοῖς. καί ποτε ἀθρόον αὐτοῖς ὁ βασιλεὺς ἐπιστάς, καὶ τοὺς μὲν καθημένους εὑρών, ἱστάμενον δὲ τὸν Ἀρσένιον, ἠγανάκτησε, καὶ τοὺς μὲν παῖδας τῶν θρόνων ἐξαναστήσας, καθίσας δὲ τὸν Ἀρσένιον, οὕτω διδάσκειν αὐτοὺς διετάξατο. καὶ ἦσαν ἔκτοτε οἱ μὲν παρεστῶτες τῷ διδασκάλῳ, ὁ δὲ διδάσκων καθήμενος. ποτὲ τοίνυν παρασφαλέντι τῷ Ἀρκαδίῳ μάστιγας ἐνέτεινεν ὁ διδάσκαλος. ὁ δὲ μηνιῶν διὰ ταύτας αὐτῷ ἐπιβουλὴν συντίθησι κατ᾿ αὐτοῦ καὶ κτεῖναι τὸν ἄνδρα διεμελέτησε, καὶ τὸν σφαγέα ἡτοίμαζε. γνοὺς δὲ τὸ μελετώμενον ὁ Ἀρσένιος λάθρᾳ τῶν βασιλείων ὑπανεχώρησε, καὶ εἰς τὴν Σκῆτιν ἀπελθὼν τὴν μονήρη ζωὴν ὑπῆλθε καὶ ἰσάγγελος γέγονε. πολλὴν δὲ αὐτοῦ θέμενος ζήτησιν ὁ βασιλεὺς Θεοδόσιος οὐκ ἔγνω ὅποι γῆς ἦν. νοσήσας δ᾿ ὁ βασιλεὺς οὗτος ἐν Μεδιολάνοις μετήλλαξε τὴν ζωήν, ἑπτακαίδεκα ἔτη τὴν βασιλείαν ἰθύνας ἐπὶ πέντε μησί, μερίσας δὲ ταύτην τοῖς δυσὶν υἱέσιν αὐτοῦ, καὶ τῷ μὲν Ἀρκαδίῳ τὴν νέαν ἀπονείμας ῾Ρώμην καὶ τὸ ἑῷον τμῆμα, τῷ Ὁνωρίῳ δὲ τὴν πρεσβυτέραν ῾Ρώμην προσκληρώσας καὶ τὰ ἑσπέρια.