Ancient Greek · ~14 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.20.1
Not analysed yet
Ἦρχεν μὲν οὖν ἑκάτερος τούτων τῆς ἀπονεμηθείσης μοίρας αὐτῷ, καὶ γνόντες ὡς ἐν τῇ Σκήτει μονάζων ὁ μέγας Ἀρσένιος ἦν, πλειστάκις αὐτῷ ἐπεστάλκασιν εὔχεσθαι ἀξιοῦντες ὑπὲρ αὐτῶν. ὁ δέ γε Ἀρκάδιος καὶ ἰδίᾳ τῷν ἁγίῳ ἐπέστειλε, παρακαλῶν συγγνώμην νεῖμαι αὐτῷ διὰ τὴν κατ᾿ αὐτοῦ ἐπιβουλήν, καὶ ἐπέτρεπε λαβεῖν αὐτὸν τὸν τῆς Αἰγύπτου πάσης δασμὸν τοῦ ἔτους ἐκείνου καὶ χρήσασθαι ὡς αὐτῷ πρὸς βουλῆς. ὁ δὲ μέγας᾿ Ἀρσένιος ἀντεπιστεῖλαι μὲν τοῖς αὐτοκράτορσιν οὐκ ἠθέλησε, τοῖς δ’ εἰς αὐτὸν ἀποσταλεῖσιν εἰπεῖν αὐτοῖς ἐνετείλατο ὅτι ὁ θεὸς συγχωρήσει ὑμῖν καὶ τὰ αὐτοῦ πράττειν ποιήσει θελήματα· ἐμοὶ δὲ ἤδη νεκρωθέντι τῷ κόσμῳ τὰ χρήματα ἄχρηστα. οὗτος ὁ βασιλεὺς Ἀρκάδιος ἐν τῇ Θρᾴκῃ πόλιν οἰκοδομήσας Ἀρκαδιούπολιν αὐτὴν ἐπωνόμασε, καὶ τὸν ἐν Ξηρολόφῳ ἀνήγειρε κίονα, καὶ ἐπ᾿ αὐτοῦ ἀνδριάντα οἰκεῖον ἐνίδρυσε. τοῦ πατριάρχου δὲ Κωνσταντινου- πόλεως Νεκταρίου θανόντος, τὸν χρυσοῦν τὴν γλῶτταν Ἰωάννην ἐξ Ἀντιοχείας ἀγαγὼν τῆς μεγάλης πατριάρχην τῆς νέας ῾Ρώμης προβάλλεται. νωθὴς δὲ ὢν καὶ τὴν γνώμην πέρα τοῦ δέοντος μαλθακὸς ὑπὸ τῆς γαμετῆς κατήρχετο Εὐδοξίας. ἡ δὲ ἦν γύναιον ἰταμὸν καὶ χρημάτων ἡττώμενον ἔρωτος, κἀντεῦθεν καὶ ἀδικώτατον. ὅθεν καὶ παρὰ τοῦ μεγάλου πατρὸς ἀνακοπτόμενον τῆς ὁρμῆς, ἔστι δ᾿ οὗ καὶ ἐπιτιμώμενον, ἠρέθιστο εἰς ὀργὴν καὶ ἀμύνασθαι τὸν ἅγιον ἔσπευδεν. εὑροῦσα δὲ καὶ τὸν Ἀλεξανδρείας Θεόφιλον τῆς κακίας αὐτῆς συνεργόν, πείθει τὸν Ἀρκάδιον ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐκβέβλητο καὶ ἀπήγετο ὑπερόριος. ὁ δὲ τῆς πόλεως δῆμος, οἱ μὲν ἐθρήνουν, οἱ δὲ ἐστασίαζον. ὃ γνοὺς ὁ νωθὴς Ἀρκάδιος, στέλλει κατὰ τάχος τὸν Ἰωάννην ἀνακαλούμενος, καὶ ἐπαναχθεὶς αὖθις ἀπεδόθη τῇ ἐκκλησίᾳ. ὁ δὲ ἀδούλωτος ὤν, οὐκ ἐπαύετο κατὰ τῶν ἀδικούντων τὴν γλῶτταν κινῶν. ἡ δὲ βασιλὶς Εὐδοξία ἑαυτῇ τὰς περὶ ἀδικίας διδασκαλίας προσαρμόττουσα, ἤλεγχε γὰρ αὐτὴν ἡ συνείδησις τοιαύτην οὖσαν, ἐμηνία, καὶ τοὺς θυμοὺς ἐξέκαιε κατὰ τοῦ μεγάλου πατρός. καὶ πάλιν, ἔνα τὰ ἐν μέσῳ παρῶ, πείθει τὸν γαμέτην, ἕλκουσα τοότον ὥσπερ ἐκ φορβειᾶς, ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐξώσθη τυραννικῶς καὶ εἰς χώρας ἀπήγετο ἐπικινδύνους καὶ εἰς πορρωτάτω κειμένας ἐσχατιάς, πολλῶν πειραθεὶς κατὰ τὴν ὁδὸν δυσχερῶν, ἃ τῆς ἐκείνου χρυσέας γλώττης ἐν ἐπιστολαῖς ἔξεστιν ἀκούειν διηγουμένης. καταντήσας δ᾿ εἰς Κοὐκουσόν, κἀκεῖθεν εἰς Πιτυοῦντα ἀπαγόμενος, ἐν Κομάνοις γενόμενος, ἐκεῖ τὴν ζωὴν ἐξεμέτρησεν, ἐτῶν γεγονὼς δύο τε καὶ πεντή- κοντα, ἀρχιερατεύσας δὲ τῆς βασιλίδος τῶν πόλεων ἔτη πέντε πρὸς τῷ ἡμίσει. οὐκ ἐπενύσταξε μέντοι ἡ θεία δίκη, ἀλλὰ ταχέως μετῆλθε τὴν τριτάλαιναν ἐκείνην βασίλισσαν. οὔπω γὰρ τρεῖς παρῆλθον μῆνες μετὰ τὸν θάνατον τοῦ Χρυσοστόμου πατρὸς καὶ βιαίῳ περιπέπτωκε μόρῳ. κυούσης γὰρ τὸ ἔμβρυον τέθνηκε, καὶ ὠδῖνες ἐκείνην συνεῖχον δριμεῖαι· σαπέντος δ᾿ ἔνδον ἐκείνου καὶ ἡ νηδὺς τῆς βασιλίσσης μετέσχε τῆς σήψεως, καὶ οὕτως ἀθλίως μετήλλαξε τὴν ζωήν. τοῦ μέντοι χρυσορρήμονος ἐκείνου πατρὸς ἐκβληθέντος τῆς ἐκκλησίας ἀντεισάγεταί τις Ἀρσάκιος, καὶ ἐπὶ δύο ἐπισκοπήσας ἐνιαυτοὺς θνήσκει· μεθ᾿ ὃν κεχειροτόνητο Ἀττικός. τῆς δ᾿ Εὐδοξίας προτεθνηκυίας τοῦ ὁμευνέτου καὶ αὐτοκράτορος, καὶ αὐτὸς οὐ μετὰ μακρὸν ἐπαπῆλθεν αὐτῇ ὁ Ἀρκάδιος, βασιλεύσας μετὰ τὸν θάνατον Θεοδοσίου τοῦ οἰκείου πατρὸς ἔτη τεσσαρεσκαίδεκα καὶ μῆνας τρεῖς πρὸς ἡμέραις τρισί. λέγεται δὲ τῆς Εὐδοξίας τυγχάνειν ὁ εἰς τὰ λεγόμενα Πιττάκια ἑστὼς κίων. θνήσκων δὲ ὁ Ἀρκάδιος τὸν υἱὸν ἑαυτοῦ τῆς βασιλείας διάδοχον κατέλιπε Θεοδόσιον τὸν μικρὸν λεγόμενον πρὸς ἀντιδιαστολὴν τοῦ πάππου αὐτοῦ ἢ ὅτι ἐν παιδικῇ πάνυ ἐτύγχανεν ἡλικίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος· ἑπτὰ γὰρ ἦν τότε μόνον ἐνιαυτῶν. ἀλλ’ ἀναβεβλήσθω τὰ περὶ τούτου· τὰ δὲ κατὰ τὸν Ὁνώριον ὁ λόγος ἐν ἐπιτομῇ διεξίτω.