Ancient Greek · ~24 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.23.1
Not analysed yet
Τοῦ πατριάρχου δὲ Πρόκλου θανόντος μετὰ δωδέκατον ἔτος ἐξ ὅτου προέστη τοῦ ἐν Κωνσταντινουπόλει ὀρθοδόξου λαοῦ, ὁ θεῖος Φλαβιανὸς εἰς τὸν ἐκείνου θρόνον ἐγκαθιδρύεται. ὅτε καὶ ὁ Εὐτυχὴς ἀρχιμανδρίτης ὢν ἐδογμάτιζε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ τὰ ’ς δύο φύσεις τηρῆσαι μετὰ τὴν ἐνανθρώπησιν, ἀλλ’ εἰς μίαν φύσιν ἄμφω συγκραθῆναι καὶ συμφυρθῆναι. τοῦτον ἀδιόρθωτον μένοντα ὁ Φλαβιανὸς τοῦ τῆς ἐκκλησίας ἐξέκοψε σώματος, ἵνα μὴ τῆς λύμης καὶ τῷ ὑγιαίνοντι μεταδῷ. πρόσεισιν οὖν ὁ Εὐτυχὴς Χρυσαφίῳ τῷ ἐκτομίᾳ ὁμοδοξοῦντι αὐτῷ καὶ πλεῖστα δυναμένῳ παρὰ τῷ βασιλεῖ· καὶ ὃς πείθει τὸν Θεοδόσιον ἐπιτρέψαι τῷ μετὰ τὴν τοῦ ἁγίου Κυρίλλου μετάστασιν τῆς Ἀλεξανδρείας τὸν θρόνον διέποντι Διοσκόρῳ παραγενέσθαι εἰς Ἔφεσον μεθ’ ἑτέρων ἐπισκόπων καὶ τὰ κατὰ τὸν Εὐτυχῆ γυμνάσαι, παρόντος καὶ τοῦ Φλαβιανοῦ. οὗτος οὖν ὁ Διοσκόρος τοῦ Εὐτυχοῦς τυγχάνων ὁμόδοξος, καὶ ἄλλους ἐπισκόπους προσειληφὼς ὁμογνώμονας, εἰς Ἔφεσον παραγίνεται καὶ κυροῖ τὰ παρὰ τοῦ Εὐτυχοῦς εἰσαγόμενα. ἀντιλέγοντος δὲ τοῦ ἱερωτάτου Φλαβιανοῦ, οἷά τις ἄγριος ὄνος ἀναθορὼν ὁ Διοσκόρος λὰξ τῷ στέρνῳ ἐνέθορε τοῦ εὐσεβοῦς ἐκείνου ἀνδρὸς καὶ πὺξ αὐτὸν κατὰ κόρρης τύπτων οὐκ ἀνῆκεν ἕως τοῦ συνεδρίου ἐξώθησε. καὶ ὁ μὲν ἅγιος μετὰ τρίτην ἡμέραν ἐκ τῆς τοῦ στέρνου πληγῆς μετήλλαξε τὴν ζωήν, ἐν δύο ἐνιαυτοῖς τὸν ἀρχιερατικὸν κοσμήσας θρόνον τῆς νεωτέρας Ῥώμης. ὁ δὲ Διοσκόρος τοὺς ἐκεῖ παρόντας ἐπισκόπους ὑποσημήνασθαι ἐβιάσατο τῷ παρ’ αὐτοῦ ἐκτεθέντι ὅρῳ. ἡ γὰρ τοῦ δηλωθέντος εὐνούχου δυναστεία στρατιώτας ἐνόπλους ἐκεῖ παρεῖναι ἐποίησε καὶ τοὺς ἀντιλέγοντας ἐκφοβεῖν. Δόμνος δὲ ὁ τῆς Ἀντιόχου ὑπεσημήνατο μὲν καὶ αὐτὸς συναρπαγείς, εἶτα κατεβόα τοῦ Διοσκόρου, καὶ τὸν ὅρον διέβαλλεν ὡς ἀσεβείας μεστόν. ταῦτα μαθὼν ὁ βασιλεὺς Θεοδόσιος καὶ τὰ κατὰ τὸν Φλιαβιανὸν γνούς, ἐν αἰτίαις πεποίητο τὸν Χρυσάφιον καὶ ὠργίζετο. δείσας δὲ ὁ Διοσκόρος, ὑποτίθησιν αὐτῷ πεῖσαι τὸν βασιλέα πατριάρχην Κωνσταντινουπόλεως προχειρίσασθαι Ἀνατόλιον τὸν αὐτοῦ ἀποκρισιάριον, ἔνα καὶ τὸν Εὐτυχῆ δέξηται πρὸς κοινωνίαν καὶ τὰ κατὰ τὸν μακάριον Φλαβιανὸν μείνῃ ἀνεξερεύνητα. πείθει τοίνυν ὁ ἐκτομίας τὸν βασιλέα, εὐάγωγον ὄντα, καὶ χειροτονεῖται πατριάρχης ὁ Ἀνατόλιος. οὗτος ὁ εἰρημένος ρημένος Χρυσάφιος τῆς εὐκολίας τοῦ κρατοῦντος κατατρυφῶν ἔπεισεν αὐτόν, καὶ τὴν βασίλισσαν Εὐδοκίαν προσειληφὼς συνεργόν, τὴν Πουλχερίαν τῆς τῶν πραγμάτων μετενεγκεῖν διοικήσεως. καὶ ἡ μὲν τῶν ἀνακτόρων ὑποχωρήσασα καθ’ ἑαυτὴν ἔζη τ’ ἑ καὶ ἐν τῷ Ἑβδόμῳ ἡσύχαζεν. ὁ δὲ βασιλεὺς εἰς ἑαυτὸν ὀψὲ καὶ μόλις ἐλθών, καὶ τὴν κατὰ τοῦ μακαρίου Φλαβιανοῦ μιαιφονίαν ἀναλογισάμενος καὶ τὰ κατὰ τὴν Πουλχερίαν, καὶ πάντων αἴτιον τὸν βέβηλον ἐκεῖνον εὐνοῦχον εὑρών, εἰς δίκαιον κατ’ αὐτοῦ κινεῖται θυμόν, καὶ τοῦ μὲν ὑπερορίαν καταψηφίζεται καὶ δημεύει τὴν οὐσίαν αὐτοῦ, τὴν δὲ ἀδελφὴν μετακαλεσάμενος συγγνώμην ᾔτει, καὶ τὴν τῶν πραγμάτων διοίκησιν αὖθις αὐτῇ ἐνεχείρισεν. ἦν δὲ ἡ Πουλχερία συνετωτάτη, καὶ πολλὰ τῶν ἐλαττωμάτων τωμάτων τοῦ ἀδελφοῦ τὰ μὲν ἐπηνώρθου, τὰ δὲ συνεκάλυπτε. λέγεται γοῦν ἀπροσέκτως τὸν βασιλέα τοῦτον ὑποσημαίνεσθαι τὰς γραφάς ἡ δὲ παρῄνει αὐτῷ μὴ πᾶν τὸ προσαγόμενον βεβαιοῦν, ἀλλὰ τὰ γεγραμμένα προεπισκέπτεσθαι. ὁ δὲ διεβεβαιοῦτο μήτι παρά του κακουργεῖσθαι· εἰδέναι γὰρ αὐτὸς τὰ γραφόμενα ἀπισχυρίζετο. εἰς ἔλεγχον τοίνυν τῆς νωθρᾶς γνώμης τοῦ ἀδελφοῦ τοιόνδε τι τῆ Πουλχερίᾳ ἐπινενόηται. ἔγγραφον ἐξ ἐκείνου συντίθησι πράσεως, ὡς αὐτῇ τὴν Αὐγούσταν Εὐδοκίαν πωλήσαντος, καὶ ὡς ἕτερόν τι αὐτῷ προσαγαγοῦσα τὸ ὠνητήριον ἔπεισε βεβαιῶσαι τῇ οἰκείᾳ ὑπογραφῇ, εἶτα μετακαλουμένην παρ’ ἐκείνου τὴν Εὐδοκίαν ἀπιέναι οὐκ εἴα. ἐρομένου δὲ τὴν αἰτίαν τοῦ αὐτοκράτορος, τὸ πρατήριον ἡ Πουλχερία αὐτῷ ἐνεφάνισε, καὶ οὕτως ἤλεγξεν αὐτὸν πολλὰ ὑποσημαίνεσθαι, ἃ οὔτ’ οἶδεν οὔτ’ ἴσως βούλεται γίνεσθαι. τότε μὲν οὖν τῆς πεπλασμένης ἐκείνης πράσεως σχολασάσης, ἡ βασιλὶς ἀποκατέστη τῷ αὐτοκράτορι. μετέπειτα δ’ αἰτίας συμβάσης τινός, ἀπέστερξε τὴν Αὐγούσταν ὁ βασιλεύς· ἡ δ’ αἰτία, μῆλον ὑπερφυὲς εἰς ὄγκον ἐκομίσθη τῷ βασιλεῖ. ὁ δὲ τοῦτο θαυμάσας τῇ βασιλίδι ἀπέστειλε, κἀκείνη τῷ Παυλίνῳ τὸ μῆλον δέδωκεν. ἦν δὲ λόγιος ὁ ἀνήρ, κἀντεῦθεν τῇ βασιλίσσῃ ᾠκείω τὸ. ὁ δὲ τὸ τοῦ μήλου μέγεθος ἀγασθεὶς καὶ ἀγνοῶν περὶ αὐτοῦ προσάγει τοῦτο τῷ βασιλεῖ. ἐκεῖνος δ’ ἐπέγνω τὸ προσαχθέν, καὶ κρύψας αὐτὸ τὴν γυναῖκα ἠρώτησε ποῖ δῆτα τὸ σταλὲν αὐτῇ μῆλόν ἐστιν. ἡ δὲ φαγεῖν εἶπε τοῦτο, δείσασα μὴ ὁ ἀνὴρ ὑποπτεύσῃ ὃ ἐκεῖνος ἤδη ὑπώπτευσεν. ὁ δ’ ἔτι προσήρετο ἐπιτατικώτερον· ἡ δ’ αὖθις μεθ’ ὅρκου φαγεῖν τὸ μῆλον ἀπισχυρίζετο. ἐξάγει τοῦτο μεστὸς ὁ αὐτοκράτωρ ὀργῆς. καὶ ἡ μὲν ἐπ’ αὐτοφώρῳ ἑάλω μὴ ἀληθεύουσα. τῷ δὲ τὰ τῆς ὑπονοίας ἐστήρικτο. κἀντεῦθεν κτείνεται μὲν ὁ Παυλῖνος ἐξ ὑπονοίας ψευδοῦς, ἡ δ’ Εὐδοκία μεμίσητο. καὶ ᾔτησεν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, ἔνθα δὴ ἀπελθοῦσα σὺν πλούτῳ βαθεῖ ναούς τε ἐδείματο καὶ πολλὰ τοῖς πενομένοις καὶ τοῖς ἐκεῖ μοναστηρίοις δέδωκεν. ἐκεῖθεν δὲ ἐπανελ- θοῦσα αὖθις μετὰ θάνατον τοῦ ἀνδρὸς ἐκεῖσε ἀφίκετο, κἀκεῖ τετελεύτηκεν. οἵα δὲ περὶ λόγους ἦν αὕτη δηλοῦσι τὰ λεγόμενα Ὁμηρόκεντρα. Πατρικίου γάρ τινος ἐπιχειρήσαντος τῷ σπουδάσματι, ἀτελὲς δὲ καταλιπόντος αὐτὸ καὶ οἷον εἰπεῖν ἀνοργάνωτον, ἐκείνη καὶ εἰς τέλος ἤγαγε καὶ ὠργάνωσεν, ὡς καὶ ἡ παρ’ ἐκείνης διὰ στίχων ἡρωικῶν τῷ πονήματι γενομένη ἐπιγραφὴ τοῖς ταύτην ἐπιοῦσι παρίστησι. θνήσκει δὲ ὁ βασιλεὺς Θεοδόσιος πεντηκοντούτης γενόμενος καὶ σχεδὸν ἅπαντας οὓς ἐβίω ἐνιαυτοὺς βασιλεύσας, βραχεῖς μὲν πάνυ σὺν τῷ πατρί, τοὺς δ’ ἄλλους καθ’ ἑαυτόν. τὴν δ’ αἰτίαν τῆς αὐτοῦ τελευτῆς οἶ μὲν νόσον γεγονέναι φασίν, οἱ δ’ ἐν θήρᾳ οἱ ἐλαύνοντι συμπεσεῖν τὸν ἵππον ἱστόρησαν, καὶ πληγέντων αὐτῷ καιρίων μερῶν μετ’ ὀλίγον θανεῖν. ἦν δὲ λογικῆς παιδείας οὐκ ἀνομίλητος, ἀλλὰ καὶ τῶν ἄλλων μετεσχηκὼς μαθηματικῶν βίβλων καὶ τῆς ἀστρονομίας αὐτῆς ἀπεγεύσατο· ἱππεύειν δὲ καὶ τοξεύειν εἰς ἄκρον ἤσκητο, καὶ πρὸς τὴν γραφικὴν καὶ τὴν πλαστικὴν δεξιῶς εἶχεν. ἐπιεικὴς δὲ τὸν τρόπον γενόμενος μαλθακῶς πρὸς μεταχείρισιν πραγμάτων διέκειτο· ὅθεν καὶ οἱ παρ’ αὐτῷ δυνηθέντες ἐκτομίαι πολλὰ τῶν οὐ δεόντων εἰργάσαντο, ὁ Ἀντίοχος καὶ μετ’ ἐκεῖνον Ἀμάντιος, καὶ τελευταῖος Χρυσάφιος. ἐν τοῖς χρόνοις δὲ τούτου τοῦ βασιλέως, Πρόκλου τοῦ πατριάρχου λιτανεύοντος σὺν τῷ κλήρῳ καὶ πλείστῳ μέρει τοῦ πλήθους τῆς πόλεως, ἄφνω παιδίον αἴρεται ἐναέριον. τοῦ δὲ λαοῦ θαμβουμένου καὶ ἐπὶ πλεῖστον βοῶντος τὸ Κύριε ἐλέησον, αὖθις κατάγεται τὸ παιδίον, λέγον μυηθῆναι μὴ δεῖν προστίθεσθαι τῷ Τρισαγίῳ τὸ “ὃ σταυρωθεὶς δι’ ἡμᾶς”.