Ancient Greek · ~26 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.22.1
Not analysed yet
Ὁ δὲ μικρὸς Θεοδόσιος ἐν Κωνσταντινουπόλει διάγων παρὰ τῆς οἰκείας ἀνήγετο ἀδελφῆς τῆς Πουλχερίας ἐπιμελῶς τρεφόμενός τε καὶ παιδευόμενος. μηδενὸς ἐπὰν ἱσταμένου αὐτοῖς, φόβῳ τοῦ τῶν Περσῶν βασιλεύοντος Ἰσδιγέρδου. ὁ γὰρ Ἀρκάδιος τελευτῶν ἐπίτροπον τοῦ οἰκείου ὒ ἰοῦ, παιδὸς ἔτι, ὡς εἴρηται, ὄντος, ἔγραψεν ἐν διαθήκαις τὸν Ἰσδιγέρδην· ὅς τῆς διαθήκης κομισθείσης αὐτῷ, ἔστειλεν Ἀντίοχον τῶν παρ’ αὐτῷ εὐνούχων τόν ἐντιμότερον, φύλακα τοῦ βασιλέως Θεοδοσίου καὶ κηδεμόνα ἐσόμενον, παραινέσας διὰ γραμμάτων τοὺς ἄρχοντας ὑπείκειν τῷ σφετέρῳ βασιλεῖ· εἰ δὲ μὴ οὕτω ποιοῖεν, ἀπειλήσας αὐτοῖς αὐτὸς ἐπιστῆναι εἰς ἐκδίκησιν τοῦ παιδός. τούτῳ τοίνυν ἤδη τελεῖν ἠργμένῳ εἰς μείρακας ἡ ἀδελφὴ Πουλχερία μνηστεύεται τὴν ἐξ Ἀθηνῶν Εὐδοκίαν, κάλλους μὲν ἔχουσαν περιττός, σοφίας δὲ μετασχοῦσαν παντοδαπῆς. ἣ θυγάτηρ μὲν ἦν Λεοντίου τινὸς φιλοσόφου Ἀθήνηθεν ὡρμημένου, Ἀθηναῒς Ἀθηναὶς δ’ ὠνομάζετο. ὃς γνοὺς ἐξ ἐπιστήμης εὐτυχῆσαι μέλλουσαν τὴν θυγατέρα λαμπρῶς, διατιθέμενος τὴν μὲν περιουσίαν αὐτοῦ τοῖς υἱοῖς καταλέλοιπε· δύο δ’ ἦσαν Οὐαλέριος καὶ Γενέσιος· τῇ δὲ θυγατρὶ ἑκατόν χρυσίνους μόνους δοθῆναι ἐπέσκηψε, γράψας ἀρκεῖν αὐτῇ τὴν τύχην αὐτῆς. τῶν γοῦν συγγόνων αὐτῆς σφετερισαμένων τὴν πατρικὴν οὐσίαν, ἡ Ἀθηναΐς νόμιμον τὸ οἰκεῖον ἀπῄτει λάχος· καὶ ἠξίου τοὺς ἀδελφοὺς μὴ κατὰ τὰς τοῦ πατρὸς διαθήκας ἀδίκους οὔσας ποιεῖν. οἱ δὲ καὶ τῆς οἰκίας αὐτὴν ἐξῶσαν τῆς πατρικῆς. δεξαμένη τοίνυν αὐτὴν ἡ πρὸς μητρὸς θεία ἀνελήλυθεν εἰς Κωνσταντινούπολιν, καὶ τῆς Πουλχερίας ἐδέοντο, διηγούμεναι τὴν ὑπόθεσιν. ἰδοῦσα δ᾿ ἐκείνη τὴν κόρην περικαλλῆ καὶ νεάζουσαν, ἤρετο εἰ ἀπείρατος ἔτι ἀνδρός ἐστι· καὶ γνοῦσα τοῦτο, βαπτίζει αὐτὴν ἔτι οὖσαν ἀμύητον, καὶ Εὐδοκίαν μετονομάσασα τῷ ἀδελφῷ ταύτην Θεοδοσίῳ συζεύγνυσι καὶ διαδήματι ταινιοῖ καὶ Αὐγούσταν καλεῖ. γήμας δὲ ταύτην ὁ Θεοδόσιος τὸν Ἀντίοχον, ὃς τῶν βασιλικῶν εὐνούχων ὑπῆρχεν ὁ κράτιστος, καὶ πάντα συνεκύκα δυναστεύων, οὐ παραδυναστεύων, ἀποσκευάζεται. καὶ οὕτως παραλύεται ὁ Ἀντίοχος τῆς τοῦ πραιποσίτου τιμῆς· ἀφαιρεῖται δὲ καὶ πᾶσαν τὴν ὕπαρξιν, αὐτὸς δὲ κείρεται κληρικὸς εἰς τὸν ἐν Χαλκηδόνι ναὸν τῆς πανευφήμου μάρτυρος Εὐφημίας, καὶ θνήσκει μετ᾿ οὐ πολύ. ἡ δὲ βασιλὶς Εὐδοκία μετακαλεῖται τοὺς ἀδελφούς, καὶ μηδὲν αὐτοῖς μηνίσασα, ἀλλὰ χάριτας μᾶλλον ὁμολογήσασα, ὡς οὐκ ἂν τυχοῦσα τῆς βασιλείας, εἰ μὴ παρ᾿ αὐτῶν ἐξώσθη, καὶ διὰ τοῦτο εἰς τὴν Κωνσταντινούπολιν πεπόρευτο, τὸν μὲν 1 ενέσιον ἔπαρχον τῶν Ἰλλυριῶν διὰ τοῦ βασιλέως πεποίηκε, τὸν δὲ Οὐαλέριον ἐτίμησε μάγιστρον. ὁ μέντοι πατριάρχης Ἀττικὸς Ἰουδαῖόν τινα παράλυτον εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ διὰ παραινέσεων ἀγαγών, τοῦ θείου λουτροῦ κατηξίωσε καὶ ὑγιῆ ἐκ τῆς κολυμβήθρας ἐξή- γαγεν. οὗτος καὶ τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ὄνομα ἐν τοῖς τῆς ἐκκλησίας διπτύχοις ἐνέγραψε, μὴ πρότερον ἐγγραφέν· Ὠριγενιαστὴς γὰρ ὁ εὐσεβέστατος ἐκεῖνος πατὴρ καὶ ἐκαλεῖτο καὶ ἐνομίζετο. θανόντος δὲ Ἀττικοῦ, ὃς εἴκοσιν ἔτη τοῦ τῶν πιστῶν προέστη συστήματος, χειροτονεῖται Σισίννιος, καὶ ἐπὶ δύο ἔτη τὴν ἀρχιερωσύνην κατεσχηκώς, τὴν ζωὴν ἐξεμέτρησε, κατὰ τὸ εἰκοστὸν δεύτερον ἔτος τῆς βασιλείας Θεοδοσίου. καὶ ἀντεισήχθη Νεστόριος, ὃς ἐπὶ τρισὶν ἀρχιερατεύσας ἐνιαυτοῖς ἐδίδασκε τὴν ἁγίαν παρθένον Μαρίαν θεοτόκον μὴ λέγειν, ψιλὸν ἄνθρωπον τὸν Χριστὸν δογματίζων καὶ αὐτῷ ἐνοικῆσαι τὸν υἱὸν τοῦ θεοῦ φλυαρῶν ὡς ἐνὶ τῶν προφητῶν, καὶ εἰς δύο διαιρῶν αὐτόν, οὐ σάρκα λαβεῖν ἐκ τῶν ἁγνῶν αἱμάτων τῆς θεομήτορος τὸν τοῦ θεοῦ λόγον ἀπισχυρίζετο, ἀλλὰ ἄλλον μὲν εἶναι τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον, ἄλλον δὲ τὸν Χριστὸν θέσει υἱοποιηθέντα καὶ χάριτι Θεωθέντα. ταῦτα δὲ μαθόντες οἱ τῶν λοιπῶν πατριαρχικῶν προεστῶτες θρόνων, ὁ τῆς Ρώμης Κελεστῖνος, Κύριλλος ὁ Ἀλεξανδρείας, Ἰωάννης Ἀντιοχείας, Ἰουβενάλιος Ἱεροσολύμων, ἀναφέρουσι πρὸς τὸν ἄνακτα Θεοδόσιον καὶ τὴν Πουλχερίαν, αἰτούμενοι σύνοδον ἀθροισθῆναι καὶ γυμνασθῆναι τὰ παρὰ τοῦ Νεστορίου δογματιζόμενα. συγκροτηθείσης οὖν ἐν Ἐφέσω συνόδου διακοσίων πατέρων, ἧς ἐξῆρχεν ὁ ἁγιώτατος Κύριλλος, ἐπέχων καὶ τὸν τόπον Κελεστίνου τοῦ Ῥώμης, μὴ δυνηθέντος συνελθεῖν δι’ ἀσθένειαν, τὰ τοῦ Νεστορίου κατεξητάσθησαν δόγματα, καὶ ἀπεβλήθησαν ὡς κακόδοξα· ἡ δὲ ἁγία παρθένος θεοτόκος ἀπεδείχθη καὶ φρονεῖσθαι καὶ λέγεσθαι, καὶ ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀνάνδρως υἱὸς τοῦ θεοῦ καὶ θεὸς παρὰ τῶν ἱερῶν ἐκείνων πατέρων κεκήρυκτο. πρὸς τρανοτέραν δὲ τῆς πίστεως ὁμολογίαν καὶ τῆς δυσσεβείας τοῦ Νεστορίου σαφέστερον ἔλεγχον καὶ δώδεκα συντάξας κεφάλαια ὁ ἱερώτατος Κύριλλος τῆς ὀρθῆς δόξης ὑπομνήματα τῇ ἐκκλησίᾳ παρέδωκεν. ὁ δὲ Νεστόριος ἀπεβλήθη καὶ τοῦ τῶν ὀρθὰ φρονούντων ἀρχιερέων ἀπεκινήθη χοροῦ. μετὰ τρίτην δὲ τῆς συνόδου ἡμέραν ἐφίστανται τῇ Ἐφέσῳ ὅ τε Ἀντιοχείας Ἰωκάννης καὶ ὁ Κύρου ἐπίσκοπος Θεοδώρητος καὶ ὁ Ἐδέσσης Ἴβας καὶ ἕτεροι, καὶ ὅτι μὴ καὶ τὴν αὐτῶν παρουσίαν ἀνέμειναν οἱ τῆς συνόδου, ὀργισθέντες κατὰ τοῦ μεγάλου Κυρίλλου ὡς τῶν ἄλλων ἐξάρχοντος, τήν τε τοῦ Νεστορίου καθαίρεσιν ᾐτιάσαντο, καὶ ἐκείνῳ θέμενοι τοῦ τε θείου Κυρίλλου καὶ Μέμνονος τοῦ Ἐφέσου καθαίρεσιν ἐψηφίσαντο. ὁ Θεοδώρητος δὲ καὶ κατὰ τῶν δώδεκα κεφαλαίων τῶν τοῦ Κυρίλλου ἐχώρησε, καὶ εἰς ἀνατροπὴν αὐτῶν συνέταξεν ἕτερα, πρὸς ἃ πάλιν ὁ μέγας ἀντηγωνίσατο Κύριλλος, οὐκ ὀρθῶς δογματίζειν ἐλέγχων τὸν Θεοδώρητον. κατεγνώσθησαν δὲ παρὰ τῆς συνόδου ὅ τε Ἀντιοχείας καὶ οἱ λοιποί, καὶ τῶν ὀρθοδόξων ἠλλοτριώθησαν. οὕτως οὖν τούτων ἐχόντων καὶ κατ’ ἀλλήλων γενομένων τῶν ἐπισκόπων, καὶ σχίσματος ὄντος μέσον αὐτῶν, ὁ βασιλεὺς Θεοδόσιος ἀφικέσθαι πάντας ἐκέλευσεν εἰς Κωνσταντινούπολιν· καὶ παραγενομένων ἐνώπιον τοῦ βασιλέως, ἡ ζήτησις γέγονε, καὶ καθῃρέθη Νεστόριος καὶ εἰς τὴν ἑῴαν ὑπερωρίσθη, τοῦ Ἀντιοχείας καὶ τοῦ Θεοδωρήτου συμφρονησάντων τῇ ἱερᾷ συνόδῳ, ὡς διὰ λύπην καὶ ἔριν ἀντικαθισταμένων τὸ πρότερον. τοῦ δὲ Νεστορίου πολλοὺς διαστρέφοντος, ὁ Ἀντιοχείας Ἰωάννης ἀναφορὰν περὶ τούτου πρὸς τὸν αὐτοκράτορα έποιή- σατο, ἀξιῶν μετενεχθῆναι αὐτὸν ἀλλαχοῦ. καὶ ἀπηνέχθη ὁ δείλαιος εἰς Ὄασιν, χώραν οὖσαν τῆς Αραβίας λυπρὰν καὶ ὑπ’ ἀνέμων καταπνεομένην φθοροποιῶν. ἀντεισήχθη δὲ εἰς τὴν τῆς νέας Ῥώμης ποιμαντικὴν Μαξιμιανὸς τῆς ἐκκλησίας πρεσβύτερος. καὶ μετὰ τοῦτον ἐπὶ διετίαν ἀρχιερατεύσαντα Πρόκλος ὁ τοῦ Χρυσοστόμου μαθητὴς πατριάρχης προεχειρίσθη, ὑπὸ Σισιννίου τοῦ πατριάρχου πρῴην ἐπίσκοπος χειροτονηθεὶς Κυζίκου, μὴ δεχθεὶς δὲ παρὰ τῶν ἐκεῖ, ἕτερον ἑλομένων ἀρχιερέα, καὶ τὸν μεταξὺ χρόνον σχολάζων. οὗτος τοίνυν τῷ θρόνῳ τῆς Κωνσταντίνου ἐνθρονισθεὶς ἀξιοῖ τὸν βασιλέα τὸ σῶμα τοῦ Χρυσοστόμου ἐκ Πιτυοῦντος ἀνακομισθῆναι, καὶ μὴ μένειν καὶ θανόντα τὸν ἄγιον ὑπερόριον. πείθεται τούτω ὁ βασιλεύς, καὶ ἀνακομίζεται ὁ τοῦ ἁγίου νεκρός, καὶ ὑποδέχεται μεθ’ ὑπερβαλλούσης τιμῆς, καὶ κατατίθεται ἐντὸς τοῦ θυσιαστηρίου τοῦ τῶν ἁγίων Ἀποστόλων περιωνύμου ναοῦ. βουληθεὶς δὲ ὁ βασιλεὺς Θεοδόσιος τὰ τείχη μεταθεῖναι τῆς πόλεως καὶ μείζονα τὴν ταύτης θέσθαι περιοχήν, Κύρῳ τῷ ἐπάρχῳ τὸ ἔργον ἀνέθετο· καὶ ὃς σπουδῇ πολλῇ καὶ προθυμίᾳ χρησάμενος ἀνήγειρε τὸ χερσαῖον τεῖχος ἀπὸ θαλάσσης ἕως θαλάσσης δι’ ἐξήκοντα ἡμερῶν. ὁ γοῦν δῆμος τῆς πόλεως ἐπί τε τῷ ἔργῳ ἡσθεὶς καὶ τῆς ταχυτῆτος ὑπερθαυμάσας τὸν ἔπαρχον, ἐξεβόησε δημοσίᾳ, ὑπερθαυμάσας ἔκτισε, Κῦρος ἀνενέωσε.” διὸ φθονηθεὶς παρὰ τοῦ βασιλέως καὶ ὑποπτευθείς, καὶ ἄκων κείρεται κληρικός, εἶτα καὶ Σμύρνης ἐπίσκοπος γίνεται.