Ancient Greek
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.9.1
Not analysed yet
Τούτων οὕτω συμβεβηκότων ὁ Μαγνέντιος αὖθις πρὸς μάχην ηὐτρέπιστο, καὶ συμβαλὼν τοῖς τοῦ Κωνσταντόυ ἡττᾶται καὶ φεύγει. οἱ γοῦν αὐτῶ συμφυγόντες στρατιῶται, ἐπεὶ μηδαμόθεν ἑώρων αὐτοῖς σωτηρίας ἐλπίδα περιλιπῆ, καὶ μάταιον κρίναντες κινδυνεύειν ὑπὲρ ἀπεγνωσμένου ἀνδρός, ἐκδοῦναι αὐτὸν τῷ βασιλεῖ ἐβουλεύσαντο. καὶ περιστάντες τὴν οἰκίαν, ἔνθα κατέκειτο, ἐν σχήματι φρουρῶν ἐφρούρουν αὐτόν, ἴνα μὴ λάθῃ σφὰς ἐκφυγών. ὡς δὲ τὴν αὐτῶν διάνοιαν ὁ Μαγνέντιος καὶ ἐν ἀφύκτοις ἔγνω ἑαυτὸν περιειλημμένον, ἐξ ἀπονοίας μεμηνότος ἔργον, ὡς λόγος, εἰργάσατο, τοὺς μεθ’ ἑαυτοῦ πάντας συγγενεῖς τε καὶ φίλους ἀνῃρηκώς, εἶτα καὶ Δισιδερίῳ τῷ ἀδελφῷ πληγὰς πολλὰς διὰ ξίφους ἐπήνεγκεν, οὐ μέντοι τις αὐτῶν θανάσιμος ἦν. καὶ ταῦτα πράξας καὶ ἑαυτὸν ἀνεῖλεν, ἔνα μὴ παραδοθῇ πρὸς τῶν αὐτὸν φυλασσόντων Κωνσταντίῳ τῷ αὐτοκράτορι καὶ χρονιώτερον κολασθῇ. καὶ Δεκέντιος δὲ ὁ ἀδελφὸς αὐτοῦ, ὃν προεχειρίσατο Καίσαρα, ἐν Γαλλίαις ὢν καὶ πρὸς τὸν ἀδελφὸν ἑτοιμαζόμενος ἀφίξεσθαι σύμμαχος, ὡς τὸν ἐκείνου ἐπύθετο ὄλεθρον, ἀπογνούς, ἀγχόνῃ ἐχρήσατο. ὁ δὲ παρὰ τοῦ Μαγνεντίου πληγὰς δεξάμενος ἐκείνου ὁμαίμων ὁ Δισιδέριος, τὸν θάνατον ἐκφυγὼν καὶ ἀναρρωσθεὶς ἀπὸ τῶν πληγῶν, τῷ Κωνσταντίῳ προσῆλθεν ἐθελοντής. οὕτω δὲ τῆς τοῦ Μαγνεντίου τυραννίδος διαλυθείσης, ὅσα ἐκεῖνος κατεῖχε, καὶ ταῦτα ὑπὸ τὸν Κωνστάντιον γέγονε, καὶ ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς μόνος γέγονεν ἐγκρατής. τὰ μὲν οὖν ἑσπέρια εἰρήνην ἦγον ἐντεῦθεν· τὰ δὲ τῆς ἑῴας ἐταράττετο μοίρας. ὁ Γάλλος γὰρ τῷ εὐτυχήματι ἐπαρθείς, ἐπεὶ ἐν Ἀντιοχείᾳ ἐγένετο, βαρὺς τοῖς ὑπ’ αὐτὸν προσεφέρετο, κακουμένοις πολυειδῶς πρὸς αὐτοῦ, ἔχοντος καὶ τὴν ὁμόζυγα πρὸς τοῦτο αὐτὸν ἐρεθίζουσαν. δείσας οὖν ὁ Κωνστάντιος μή, εἰ κινηθεῖεν εἰς ἀποστασίαν οἶ ὑπ’ ἐκείνου κακούμενοι, ἐμφυλίου πολέμου δεήσῃ αὐτῷ, Δομιτιανόν, ἄνδρα ἐπιφανῆ τε καὶ γηραιόν, ἔπαρχον πραιτωρίων, προχειρισάμενος εἰς Ἀντιόχειαν ἔστειλεν, ἐντειλάμενος τῷ ἀνδρὶ ἐν ἀπορρήτοις εὐφυῶς πως τὸν Γάλλον ὑπελθεῖν καὶ πεῖσαι ἀφίξεσθαι πρὸς αὐτόν. ὁ δὲ εἰς Ἀντιόχειαν παραγεγονώς, καὶ πάνυ ἀδεξίως τὸ πρᾶγμα μετεχειρίσατο, ἀναφανδὸν ἐπιτάξας τῷ Καίσαρι πορεύεσθαι πρὸς τὸν αὐτοκράτορα, καὶ ἀπειλήσας, εἰ μὴ πείθοιτο, τὰς σιτήσεις τῶν ὑπ’ αὐτὸν ἐπισχεῖν. τούτοις εἰς θυμὸν ἐκεῖνος παροξυνθείς, καὶ ἄλλως εὐκίνητος ὢν πρὸς ὀργήν, συνέσχε τὸν ἔπαρχον καὶ φρουροὺς αὐτῷ στρατιώτας ἐπέστησε. Μοντίου δὲ τοῦ κοιαίστωρος αἰτιωμένου τὴν πρᾶξιν καὶ εἰς σαφῆ τυραννίδα ταύτην ἀνάγεσθαι λέγοντος, ἔτι χαλεπήνας ὁ Καῖσαρ, ἀλλὰ καὶ πρὸς τῆς γυναικὸς ἐξαφθεὶς εἰς ὀργὴν ὡς καταφρονούμενος, καὶ αὐτὸν ὑπὸ δεσμοῖς ἐποιήσατο τὸν κοιαίστωρα καὶ τοῖς στρατιώταις καὶ ἄμφω παρέδωκεν. οἶ δὲ ἄμφω τὼ ἄνδρε συνδήσαντες ἔσυραν διὰ τῆς ἀγορᾶς καὶ ᾐκίσαντο, καὶ τέλος ἐνέβαλον εἰς τὸν ποταμὸν καὶ διέφθειραν. ταῦτα μαθὼν ὁ Κωνστάντιος ἔπεμψε τοὺς ἄξοντας τὸν Γάλλον ὡς ἑαυτόν. ὁ δὲ τὴν γυναῖκα προέπεμψεν ἐξευμενισομένην τὸν ἀδελφόν· ἣν ὁδοιποροῦσαν ἔτι τὸ τέλος ἐκ νόσου κατέλαβε τῆς ζωῆς. γνοὺς οὖν τὸν τῆς ἀδελφῆς ὁ Κωνστάντιος θάνατον, αὐτίκα στείλας γυμνοῖ τὸν Γάλλον τοῦ ἀξιώματος καὶ ὑπερόριον τίθησιν. εἶτα στέλλει καὶ τοὺς αὐτὸν ἀναιρήσοντας, παρὰ τῶν περὶ αὐτὸν εἰς τοῦτο ἐρεθισθείς. μεταμεληθεὶς δ’ αὖθις ἑτέρους στέλλει τοὺς εἴρξοντας τὴν ἀναίρεσιν· οὓς ἀνέπεισαν οἱ τῶ Γάλλῳ ἐχθραίνοντες, καὶ μᾶλλον ὁ εὐνοῦχος Εὐσέβιος, τὴν τοῦ πραιποσίτου διέπων ἀρχὴν καὶ μεγάλα παρὰ τῷ Κωνσταντίῳ δυνάμενος, μὴ πρότερον ἀπαγγεῖλαι τοῖς τὸν Γάλλον ἐνταλθεῖσι κτανεῖν τὴν βασιλικὴν μεταμέλειαν πρὶν ἂν γνοῖεν ἀνῃρημένον τὸν ἄνθρωπον. ὁ μὲν οὖν ἀνῄρητο. Τῶν πέραν δὲ τοῦ Ῥήνου βαρβάρων ταῖς Γαλλίαις ἐπικειμένων, ἐκπέμπεται Σιλβανὸς ἀνακόψων αὐτῶν τὰς ὁρμάς, ἀνὴρ στρατηγικώτατος καὶ ἄριστος τὰ πολέμια. διαβολαῖς δὲ κατ’ αὐτοῦ πιστεύσας ὁ βασιλεύς, εἶχε γὰρ ἐπικλινεῖς τὰς ἀκοὰς πρὸς διαβολάς, ἐβυσσοδόμευε δεινὰ κατὰ τοῦ ἀνδρός. ὁ γνοὺς ἐκεῖνος, πρὸς ἀποστασίαν ἀπέκλινε, καὶ σχῆμα Καίσαρος ἑαυτῷ περιέθετο· οὐκ ἐπὶ μακρὸν δὲ τῇ ἀποστασίᾳ ἐχρήσατο. σταλεὶς γὰρ Οὐρσικῖνος ἐκεῖ, καὶ χρήμασι τῶν ἐκείνου στρατιωτῶν τινας ὑποφθείρας, δι’ ἐκείνων ἀνεῖλε τὸν Σιλβανὸν καὶ τὴν ἀποστασίαν κατέπαυσε. τῷ μέντοι Κωνσταντίῳ ἀναζευγνύντι ἀπὸ τῶν ἐσπερίων καὶ ἐπανιόντι πρὸς τὸ Βυζάντιον, ἐκ τῶν Περσῶν πρέσβεις περὶ τὸ Σίρμιον συνηντήκασιν, ἐσταλμένοι παρὰ Σαπώρου, ἀπαιτοῦντος ἀποδοθῆναι Πέρσαις τὴν Μεσοποταμίαν καὶ Ἀρμενίαν, ἵν᾿ οὕτω παύσαιντο Ῥωμαίοις μαχόμενοι· ταύτας γὰρ τὰς χώρας ἀνέκαθεν ἐκ προγόνων αὐτοῖς διαφέρειν· εἰ δ’ οὐ πείθοιτο, δηλοῦντος τῷ αὐτοκράτορι ὑπὸ τῷ Ἄρει δικαστῇ ποιήσασθαι τὴν τῆς ὑποθέσεως ζήτησιν. πρὸς ταῦτα ἀντεπέστειλεν αὐτῷ ὁ Κωνστάντιος θαυμάζειν εἰ ἐπελάθετο ὅτι Πέρσαι Μακεδόσιν ἐδούλευσαν καὶ ὅτι Μακεδόνων Ῥωμαίοις ὑποταγέντων καὶ οἶ ἐκείνοις δουλεύοντες ὑπήκοοι Ῥωμαίοις ἐγένοντο. τούτοις ὁ Σαπώρης παροξυνθεὶς πρὸς πόλεμον ἀπεῖδε. καὶ αὖθις εἰς πολιορκίαν κατέστη Νισίβεως. ὡς δ’ οὐδὲν ἐπέραινε κατ’ αὐτῆς, ἀπέστη καὶ ἑτέρων ἀπεπειρᾶτο. ὡς δὲ κἀκείνων ἀπεκρούσθη, εἰς Ἄμισαν κατηντήκει καὶ ταύτης ἐκράτησε.