Ancient Greek · ~19 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.10.1
Not analysed yet
Κωνστάντιος δὲ μὴ οἷός τε ὢν τὴν ὅλην διευθύνειν μόνος ἀρχήν, τοσαύτην οὖσαν ὡς ἐξ ἄκρων σχεδὸν περάτων γῆς εἰς ἄκρα πέρατα καταντᾶν, ἐξ Ἀθηνῶν τὸν τοῦ Γάλλου ὁμαίμονα τὰν Ἰουλιανὸν μετακαλεσάμενος, Καίσαρά τε ἀνεῖπε καὶ Ἑλένην αὐτῷ τὴν οἰκείαν συνῴκισεν ἀδελφήν. λέγεται δὲ τῇ μητρὶ αὐτοῦ κυούσῃ αὐτὸν ἐνύπνιον γενέσθαι καὶ δόξαι τὸν Ἀχιλλέα τεκεῖν. ἡ δὲ διυπνισθεῖσα καὶ τὸ ὄναρ διηγουμένη τῷ ἀνδρὶ ἔτεκε τοῦτον μηδ’ ὠδίνων σχεδὸν ἐπ’ αὐτῷ πειραθεῖσα καὶ τεκοῦσα πρὶν ἢ γνοίη ὡς μέλλει τίκτειν. ἐντεῦθεν μεγάλας ἐπ’ αὐτῷ ἐσχηκότες ἐλπίδας οἱ τούτου γονεῖς, Εὐσεβίῳ τῷ Νικομηδείας αὐτὸν παραδεδώκασι παρ’ αὐτοῦ μυηθησόμενον τὴν θείαν γραφήν. Καίσαρα δὲ τοῦτον ἀναγορεύσας ὁ αὐτοκράτωρ Κωνστάντιος εἰς Γαλλίας ἐξέπεμψε μετ’ ὀλίγων πάνυ στρατιωτῶν, ὡς ὑπόνοιαν ἐντεῦθεν ἐγγίνεσθαι ὅτι οὐ κοινωνὸν τῆς ἀρχῆς ὁ Κωνστάντιος εἴλετο τὸν Ἰουλιανόν, ἀλλ’ εἰς ἐπιβουλῆς αὐτῷ πρόφασιν τὸ σχῆμα περιέβαλε τὸ τοῦ Καίσαρος, ἔν’ ὑπὸ τῶν πολεμίων διαφθαρῇ, μὴ ἔχων δύναμιν πρὸς τὸν κατ’ ἐκείνων πόλεμον ἀξιόχρεων. ὁ δὲ ἀπελθὼν καὶ ἀγαθῇ τύχῃ χρησάμενος συμβάλλει τοῖς πολεμίοις, καὶ ἀνελπίστως νικᾷ. καὶ αὖθις ἑαυτοὺς ἀνακτησαμένων τῶν πολεμίων, προσμίγνυται αὐτοῖς, καὶ τρόπαιον ἵστησι, πολλῶν ἀναιρεθέντων, πολλῶν δ’ ἀπολομένων ἐν τῷ παραρρέοντι ποταμῷ, καὶ ζωγρηθέντων οὐκ ἐλαττόνων. ὅτε καὶ ἕνδεκα φασὶ χιλιάδας αἰχμαλώτων Ῥωμαίων, τῶν τῆς αἰχμαλωσίας ἀπολυθῆναι δεσμῶν, ἡττηθέντων τῶν πολεμίων. εἶτα καὶ Ἀλαμαννοῖς πολεμήσας, καὶ κατὰ τούτων ηὐτύχησε, καὶ δεηθέντων αὐτοῦ τῷ ἔθνει ἐσπείσατο, λύσαντι τῆς δουλείας τοὺς παρ’ αὐτοῖς ὄντας δοριαλώτους Ῥωμαίους. Τούτοις οὖν ὁ Καῖσαρ Ἰουλιανὸς ἐπαρθεὶς καὶ ὑπερφρονήσας, ὡς δ’ ἔνιοι συνεγράψαντο, ὅτι καὶ δεδιὼς τὸν Κωνστάντιον, βασκαίνοντά οἱ διὰ τὰ εὐτυχήματα, μὴ κατὰ τὸν ἀδελφὸν Γάλλον καὶ αὐτὸν ὑπεξαγάγῃ τοῦ ζῆν, εἰς ἀποστασίαν ἀπεῖδε, καί τινας τῶν ὑπ’ αὐτὸν ταξιάρχων ὑπελθών, δι’ ἐκείνων τὸ στρατιωτικὸν παρεκίνησε, καὶ συστὰν ἀνεῖπεν αὐτὸν Αὔγουστον. εἶτα ξιφήρεις ἐπιστάντες αὐτῷ, ὡς δῆθεν μὴ προσιεμένῳ τὴν τῆς βασιλείας ἀνάρρησιν, ἠπείλουν διαχειρίσασθαι αὐτόν, εἰ μὴ πείθοιτο. οὕτω δὲ τάχα καὶ ἄκων τῇ τοῦ στρατιωτικοῦ πλήθους ὑπείξας ὁρμῇ, προσήκατο τὴν ἀρχήν. ζητουμένου δὲ διαδήματος, ἵν αὐτίκα τούτῳ ταινιωθείη, ἐκεῖνος μὲν μὴ ἔχειν ἐξώμνυτο· τινῶν δὲ κόσμον αἰτούντων γυναικεῖόν τινα, ἵν ἐκ τούτου σχεδιασθείη διάδημα, παρῃτήσατο τοῦτο ὁ Ἰουλιανὸς ὡς ἀπαίσιον οἰωνόν. ἐπεὶ δέ τις τῶν ταξιάρχων χρύσεον ἐφόρει στρεπτόν, λίθους ἔχοντα χρυσοδέτους, τοῦτον λαβόντες τῇ ἐκείνου προσήρμοσαν κεφαλῇ. ὁ δὲ Πεντάδιον τὸν μάγιστρον τῶν βασιλικῶν τάξεων σὺν ἑτέροις ἀπέστειλε πρὸς Κωνστάντιον, ἐπιστείλας αὐτῷ καὶ ἀπολογούμενος ὡς οὐχ ἑκὼν προήχθη πρὸς τὴν τῆς βασιλείας ἀνάρρησιν, βιασθεὶς δ’ ὑπὸ τῶν στρατιωτῶν μὴ βουλομένων στρατεύεσθαι ὑπὸ Καίσαρι, ἀλλ’ ὑπὸ βασιλεῖ, καὶ ἔν’ ἔχοιεν ἐξ αὐτοῦ ἀξίας τῶν πόνων τὰς ἀμοιβὰς ἀπαιτεῖν, καὶ ἀξιῶν δέξασθαι τὴν τῆς ἀρχῆς κοινωνίαν, εἰς ὠφέλειαν ἐσομένην τῇ πολιτείᾳ, ἐπαγγελλόμενος δὲ καὶ τοὺς ἁμιλλητηρίους ἵππους ἐξ Ἱσπανίας, ὡς ἔθος, καὶ τοὺς ἐπιλέκτους ἄνδρας ἐκ τῶν Γαλλιῶν ἐτησίως στέλλειν αὐτῶ. ταῦτ’ ἐπιστείλας οὐ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιγραφῇ προσεγράψατο, ἀλλὰ Καίσαρα, ἵνα μὴ τῇ ἐπιγραφῇ προσοχθίσας ὁ Κωνστάντιος τὴν ἐπιστολὴν ἀποπέμψηται. ταύτης τῷ βασιλεῖ Κωνσταντίῳ κομισθείσης κατὰ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν διατρίβοντι, ἐκεῖνος οὐδὲν ὑπ’ ὀργῆς ἀπεκρίνατο. ἀλλὰ τὴν μὲν στρατείαν κατὰ Περσῶν τοῖς στρατιώταις ἐκήρυξε, πρὸς δὲ τὸν Ἰουλιανὸν Λεωνᾶν τὸν κοιαίστωρα ἔστειλεν, ἐπιστείλας αὐτῷ καὶ αἰτιώμενος ὅτι μὴ ἀνέμεινε τὴν γνώμην αὐτοῦ καὶ εἰς ὕβριν ἐκείνου μᾶλλον ἀνάγων ἤ ἑαυτοῦ τὸ μὴ κρίσει τοῦ τὴν ἐξουσίαν ἔχοντος, ἀλλ’ ἀτάκτῳ θορύβῳ στρατιωτῶν δέξασθαι αὐτὸν τὴν τοῦ Αὐγούστου κλῆσιν καὶ συμβουλεύων ἀποσχέσθαι τοῦ μὴ προσηκόντως γενομένου καὶ εἰς τὸ πρότερον ἐπανελθεῖν σχῆμα, ὃ παρ’ αὐτοῦ εἴληφε. τῷ μέντοι κοιαίστωρι ἐπέτρεψε καὶ τοὺς τὰς ἀρχὰς ἐκεῖσε ἀνύοντας παραλῦσαι τῆς ἐξουσίας, καὶ αὐτὸν τὸν πραιτωρίων ἔπαρχον, ἑτέρους τε εἰς ταύτας ἐγκαταστῆσαι, οὓς ἐκεῖνος εἰς ἑκάστην ὠνόμασεν. ἀπελθὼν οὖν ὁ κοιαίστωρ πρὸς τὸν Ἰουλιανὸν τοὺς λόγους αὐτῷ τοῦ Κωνσταντίου ἀπήγγειλεν. οἶ δ’ ἦσαν ὅτι “ἔδει σε μεμνῆσθαι ὅσων ὀφειλέτης μοι εἶ, οὐ μόνον ὅτι σε Καίσαρα ἀνηγόρευσα, ἀλλ’ ὅτι καὶ ὀρφανὸν ἐν παιδικῇ γενόμενον ἡλικίᾳ ἀνεθρεψάμην, αὐτὸς προσλαβόμενος. ὁ δ’ ὑπολαβὼν τῷ κοιαίστωρι ἔφη “τίς δέ μοι, ὦ βέλτιστε, ἐν τοιαύτῃ ἡλικίᾳ τὴν ὀρφανίαν ἐπήνεγκεν; ἢ οὐχὶ ὁ τῶν ἐμῶν γονέων φονεύς; εἶτα οὐκ οἶδε τούτων ἀναμιμνήσκων με ἀναξαίνων τὸ τραῦμα καὶ χαλεπώτερον ἐργαζόμενος” ἐπελθὼν δὲ καὶ τὸ πρὸς αὐτὸν ἐπιστόλιον ὁ Ἰουλιανὸς πρὸς τὴν συμβουλὴν τοῦ ἀποθέσθαι τὸ βασίλειον σχῆμα καὶ αὖθις ἑλέσθαι τὸ Καίσαρος, ἔφη πρὸς τὸν κοιαίστωρα ὅτι ποιήσω τοῦτο, ἀλλὰ γνώμῃ τῶν στρατευμάτων. ὁ δέ γε κοιαίστωρ φοβηθεὶς ὡς εἰ τοῖς στρατιώταις τοῦτο ἐκφήνειεν ὁ Ἰουλιανὸς παρών, αὐτὸς διασπασθήσεται παρ’ αὐτῶν, ἐδεῖτο μή τι τούτων τῷ στρατιωτικῷ κοινώσασθαι ὄχλῳ. ἀπογνοὺς μέντοι δυνήσεσθαί τι τῶν αὐτῷ προστεταγμένων ἀνύσαι, ὑπέστρεψε μετὰ γραμμάτων τοῦ τυραννήσαντος, ἀναιδῶς ὀνειδιζόντων τὸν αὐτοκράτορα καὶ ἐπιπληττόντων ὡς πλεῖστα ἐξαμαρτόντα κατὰ τοῦ γένους αὐτοῦ καὶ ἀπειλούντων αὐτὸν γενήσεσθαι τιμωρὸν τῶν ἀδίκως παθόντων. καὶ ὁ μὲν ἀπῄει πρὸς τὸν Κωνστάντιον.