Ancient Greek · ~29 min
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.12.1
Not analysed yet
Ὁ δέ· γε Μαυρίκιος τῆς τῶν κοινῶν διοικήσεως εἴχετο, στεφθεὶς ὑπὸ τοῦ πατριάρχου Ἰωάννου τοῦ νηστευτοῦ. ἦν δέ, ὅτε τῆς αὐταρχίας ἐπέβη, ἐτῶν τεσσαράκοντα πρὸς τρισίν. ἐγράφετο δ’ ἐν τοῖς συμβολαίοις Μαυρίκιος ὁ καὶ Τιβέριος. Χαγάνος δὲ ὁ τῶν Ἀβάρων ἀρχηγὸς τὸ Σίρμιον χειρωσάμενος ἐζήτησε προστεθῆναι ταῖς ὀγδοήκοντα χιλιάσι ταῖς ἐτησίως αὐτῷ παρεχομέναις καὶ ἑτέρας εἴκοσι· καὶ ὁ βασιλεὺς εἰρηνεύειν ἐθέλων τὴν προσθήκην ταύτην ἐποίησεν. ὁ δὲ καὶ ἐλέφαντα ᾔτησε, μήπω τὸ ζῷον ἰδόν. τὸν μείζονα τοίνυν ὧν εἶχεν ὁ βασιλεὺς αὐτῷ πέπομφεν. ὁ δὲ Χαγάνος ἀπληστευόμενος ἢ προφάσεις τοῦ μὴ εἰρηνεύειν ζητῶν, ἑτέρας εἴκοσι χιλιάδας ταῖς ἑκατὸν προστεθῆναι ἀπῄτησε. μὴ καταδεξαμένου δὲ καὶ ταύτην τὴν προσθήκην τοῦ βασιλέως ἐστράτευσε κατὰ Ῥωμαίων ἐκεῖνος, καὶ πόλεις πολλὰς τοῦ Ἰλλυρικοῦ ἐχειρώσατο· ἠπείλει δὲ καὶ τὸ Μάκρον καταστρέψαι τεῖχος. στείλας οὖν πρέσβεις πρὸς τὸν βάρβαρον ὁ Μαυρίκιος σπονδὰς ἔθετο. ὁ μέντοι Χαγάνος ἄπληστος καὶ ἄπιστος ὤν, δόλῳ κατὰ Ῥωμαίων ἐγίνετο, αὐτὸς μὲν ἡσυχάζων, ἔθνη δέ τινα τῶν Σκλαβηνῶν παρασκευάσας τὴν ὑπὸ Ῥωμαίους ληίζεσθαι, οἱ καὶ μέχρι τοῦ Μακροῦ τείχους πεφθάκασιν. ὁ βασιλεὺς δὲ Κομεντίολον στρατηγὸν προβαλόμενος, καὶ δι’ αὐτοῦ τοῖς βαρβάροις ἀθρόως ἐπεξελθὼν τῶν Ῥωμαϊκῶν αὐτοὺς ὁρίων ἀπήλασεν, ἀναιρεθέντων πολλῶν, καὶ τὴν λείαν ὅσην ἔλαβον καὶ τοὺς αἰχμαλώτους ἐπανεσώσατο. Φιλιππικῷ δὲ τὴν ἰδίαν συζεύξας ἀδελφὴν κατὰ Περσῶν αὐτὸν σὺν βαρεῖ στρατεύματι ἐξαπέστειλεν. ὁ δὲ ἄγχιστα τῇ Νισίβει γενόμενος κἀκεῖθεν ἐμβαλὼν τῇ Πέρσιδι, ἤλασεν ἐκεῖθεν λείαν πολλήν, καὶ ἐπανελθὼν τῇ τῶν Μηδῶν χώρᾳ προσέβαλε, καὶ ταύτης οὐ μείω τινὰ ληισάμενος ἐπανῆκεν εἰς τὰ Ῥωμαίων. καὶ αὖθις δὲ τοῖς Περσικοῖς ἐπελθὼν ὁρίοις ὁμοίως εὐτύχησε. νοσήσας μέντοι εἰς Μαρτυρόπολιν παρα- γίνεται, κἀκεῖθεν ἐπανῆκεν εἰς τὸ Βυζάντιον. ἐτέχθη δὲ τῷ Μαυρικίῳ υἱός, ὃν ὠνόμασε Θεοδόσιον. Φιλιππικὸς δὲ καὶ πάλιν κατὰ Περσῶν ἐξεστράτευσε, καὶ τὸ περὶ αὐτὸν στρατιωτικὸν ἠρώτησεν εἰ πρόθυμοι τοῖς Πέρσαις εἶεν μαχέσασθαι. οἶ δὲ καὶ ὅρκοις τὸ πρόθυμον αὐτῶν ἐβεβαίουν. ὡς οὖν συνέβαλον τοῖς ἐναντίοις, μέχρι μέν τινος ἀντεῖχον οἱ βάρβαροι ἐπεὶ δὲ τοὺς ἵππους πλήττειν αὐτῶν ὁ στρατηγὸς τοῖς οἰκείοις παρεκελεύσατο, καὶ πολλοὶ τῶν ἵππων πληττόμενοι ἔπιπτον, ἐτράπη τὸ Περσικόν, καὶ τὸ μὲν ἥττητο κραταιῶς καὶ πολὺ τούτου μέρος διέφθαρτο· οἶ Ῥωμαῖοι δὲ λαμπρῶς νενικήκασι καὶ ζῶντας τῶν πολεμίων περὶ δισχιλίους συνέλαβον. Ὁρμίσδας δὲ ὁ τῶν Περσῶν ἀρχηγὸς Βαρὰμ προχειρισάμενος στρατηγὸν συμβαλεῖν Ῥωμαίοις ἐκέλευσεν. ὁ δὲ συμβαλὼν ἡττᾶται· ὃ γνοὺς Ὁρμίσδας γυναικείαν ἐσθῆτα στέλλει αὐτῷ καὶ τὴν στρατηγίαν ἀφείλετο καὶ τῷ ὑποστρατήγῳ αὐτοῦ διὰ γραφῆς ἐνετείλατο τὸν Βαρὰμ ἀνελεῖν. ὁ δὲ οἷ κακοῦ γέγονεν ἐννοήσας, γράμματα ὡς ἐξ Ὁρμίσδου αὐτῷ σταλέντα ἐπλάσατο, ὀργὴν ἐμφαίνοντα κατὰ παντὸς τοῦ στρατεύματος, καὶ συναθροίσας αὐτὸ τά τε γράμ- ματα εἰς ἐπήκοον ἀναγνωσθῆναι πεποίηκε καὶ αὐτὸς αὐτοὺς ἀνεμίμνησκε τῆς ἀπηνείας Ὁρμίσδου καὶ τῆς ὠμότητος, καὶ διὰ τούτων ἀντᾶραι χεῖρας ἠρέθισε κατὰ τοῦ σφῶν ἀρχηγοῦ. ἐπελθόντες οὖν ἀθρόον αὐτῷ κατέσχον καὶ ἐνέβαλον εἰς εἱρκτήν. ὁ δὲ ὑποθέσθαι αὐτοῖς περὶ τῆς τῶν Περσῶν ἀρχῆς ἠξίου ἅττα τῷ ἔθνει γινώσκει συμφέροντα, καὶ συνεβούλευε μὴ τὸν Χοσρόην υἱὸν αὐτοῦ ὄντα προκριθῆναι εἰς τὴν ἀρχήν, ἄπληστον ὄντα καὶ ἄδικον, ὑβριστήν τε καὶ ἀλαζονικώτατον, ἀλλ’ ἕτερον υἱὸν αὐτοῦ προχειρισθῆναι τοῦ ἔθνους ἄρχειν. ἀντιπεσόντων δὲ τοῖς λόγοις τούτου ἐνίων τῶν ἐν ὑπεροχαῖς καὶ κατ’ αὐτοῦ τοὺς Πέρσας ἐκμηνάντων, ὁ μὲν υἱὸς αὐτοῦ, ὅν εἰς τὴν ἀρχὴν ἐκεῖνος προέκρινε, καὶ ἡ μήτηρ ἐκείνου ἐνώπιον αὐτοῦ ἀνῃρέθη παρὰ τοῦ πλήθους, καὶ αὐτὸς δὲ ἐξεκόπη τὰ ὄμματα, καὶ οὕτω καθείρχθη. ὁ δέ γε Χοσρόης εἰς τὴν ἀρχὴν ᾑρέθη παρὰ τοῦ ἔθνους παντός. καὶ μέχρι μέν τινος φιλοφρόνως πρὸς τὸν πατέρα διέκειτο, τῆς μὲν φρουρᾶς οὐ λύσας αὐτόν, πᾶσαν δὲ θεραπείαν αὐτοῦ ἐκεῖσε ποιούμενος. ὁ δὲ οὐδὲν τῶν παρὰ τοῦ υἱοῦ αὐτῶ στελλομένων προσίετο, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον τὰς φιλοφροσύνας ἠμείβετο. θυμῷ οὖν διὰ ταῦτα ληφθεὶς ὁ Χοσρόης, ῥοπάλοις ἐκέλευσε κατὰ τῶν λαγόνων τυπτόμενον τὸν πατέρα θανεῖν. τοῦτο μῖσος ἐγγενέσθαι τοῖς Πέρσαις κατὰ Χοσρόου ἐποίησε. ὁ δὲ κατὰ Βαρὰμ ἐξεστράτευσε, καὶ ὑποπτεύσας τινὰς τῶν παρ’ αὐτῷ μεγιστάνων τῷ Βαρὰμ προσκεῖσθαι, ἀνεῖλεν αὐτούς. τοῦ δὲ στρατεύματος κατ’ αὐτοῦ στασιάσαντος, δείσας ἐκεῖνος μετά τινων ὀλίγων ἀποδιδράσκει, καὶ πρὸς Ῥωμαίους ἀφίκετο. ὃ μαθὼν ὁ Μαυρίκιος κελεύει τό στρατηγοῦντι τῆς χώρας ὑποδέξασθαι τὸν Χοσρόην βασιλικαῖς θεραπείαις καὶ δεξιώσεσι. στέλλει δὲ Ναρσῆν μετὰ στρατευμάτων συμμαχῆσαι Χοσρόη καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς τὴν οἰκείαν ἀρχήν. συμβαλὼν τοίνυν ὁ Ναρσῆς τῷ Βαρὰμ νίκην ἤρατο περιφανῆ, πολλοὺς μὲν τῶν Περσῶν ἀνελών, ζωγρήσας δὲ περὶ ἑξακισχιλίους, οὓς τῷ Χοσρόῃ προσήγαγεν· ὁ δὲ κατηκόντισεν ἅπαντας. ὅσοι δ’ ἐν τοῖς ζωγρηθεῖσιν ἦσαν τοῦ Τούρκων ἔθνους τῷ Βαρὰμ συμμαχοῦντες, τούτους ἀνέπεμψεν εἰς Μαυρίκιον, ὧν πολλοὶ ἐπὶ τῶν μετώπων σταυροὺς ἔφερον, καταστιχθέντων αὐτοῖς τῶν ἐπισκυνίων εἰς τύπον σταυροῦ, καὶ μέλανος ἐγχεθέντος τοῖς στίγμασιν. οἱ περὶ τούτου ἐρωτώμενοι ἔλεγον πρὸ καιροῦ ἱκανοῦ λοιμῷ τὸ γένος αὐτῶν διαφθείρεσθαι, τινὰς δὲ τῶν παρ’ αὐτοῖς χριστιανῶν ὑποθέσθαι τοῦτο αὐτοῖς, καὶ μηδένα τῶν τοῦτο πεποιηκότων κινδυνεῦσαι ἐκ τοῦ λοιμοῦ. ὁ μὲν οὖν Βαρὰμ ἡττηθεὶς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσα- το. ὁ δὲ Χοσρόης εἰς τὴν ἰδίαν ἀρχὴν καὶ χώραν ἐπανελήλυθε. λέγεται δὲ πρὸ τῆς νίκης, τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἄλλως διατιθέναι σκεπτομένου τὸν πόλεμον, τὸν Χοσρόην ἐνίστασθαι μὴ κατὰ τὸ δοκοῦν ἐκείνῳ συγκροτῆσαι τὴν μάχην, ἀλλ’ ἄλλον ὑποτιθέναι τρόπον· τὸν δὲ στρατηγὸν ἀσύμφορον εἶναι λέγειν τὸ οὕτω μαχέσασθαι, καὶ τὸν Χοσρόην τοῦ σκοποῦ μὴ μεθίεσθαι, ὥστε παροξυνθέντα τὸν στρατηγὸν ἀποσκῶψαι πρὸς τὸν Χοσρόην, ἀστρατήγητον αὐτὸν εἰπόντα καὶ ἀδαῆ πολεμικῶν παρατάξεων. τὸν δὲ δηχθέντα ἐπὶ τοῖς σκώμμασιν, ὄντα δὲ καὶ ἐν γνώσει τῆς κατὰ τοὺς ἀστέρας κινήσεως, κἀντεῦθεν αὐχοῦντα γινώσκειν τὰ μέλλοντα, φάναι “εἰ μὴ ὑπὸ τῶν πραγμάτων ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρσησας, στρατηγέ, τὸν μέγαν βασιλέα βάλλειν τοῖς σκώμμασιν. ὅτι δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἄκουσον τί δῆτα τοῖς θεοῖς ἐς ὕστερον μεμελέτηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, εἰς τοὺς Ῥωμαίους ὑμᾶς δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ῥωμαϊκῆς χώρας τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐτῶν Ῥωμαῖοι Πέρσας δουλαγωγήσετε. ·’ τούτων δὲ διηνυσμένων τὴν ἀνέσπερον ἡμέραν ἐνδημῆσαι ἀνθρώποις. ἀλλὰ ταῦτα μὲν ταύτῃ. ὁ δὲ αὐτοκράτωρ Μαυρίκιος τὸν υἱὸν Θεοδόσιον ἀνηγόρευσε βασιλέα, κατὰ τὸ πάσχα στεφθέντα ὑπὸ τοῦ πατριάρχου Ἰωάννου. καὶ τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα μαρτύρων πρῴην ἀρχθέντα κτίζεσθαι παρὰ Τιβερίου, ἀτελῆ δὲ καταλειφθέντα, αὐτὸς ἀνεπλήρωσεν. εἰρήνης δὲ γεγονυίας πρὸς Πέρσας, τὰς δυνάμεις ἐξ ἑῴας ἐπὶ τὴν Θρᾴκην μετήνεγκε, καὶ αὐτὸς ἐξῆλθε τῆς Βυζαντίδος τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα θεάσασθαι. ὅτε καὶ ὁ ἥλιος ἐσκιάσθη, καὶ γυνή τις ἐν τῇ Θράκῃ παιδίον ἔτεκεν οὔτε ὀφθαλμοὺς οὔτε βλέφαρα ἔχον οὔτε χεῖρας οὔτε βραχίονας, ἰχθύος δὲ οὐραῖον πρὸς τῷ ἰσχίῳ προβεβλημένον. τοῦ μέντοι Χαγάνου τῇ Θρᾴκῃ ἐπελθόντος μετὰ πλήθους ἀπείρου ὁ τῶν Ῥωμαίων στρατηγὸς Πρίσκος δείσας εἰς τὸ φρούριον Τζουρουλοῦ συνέκλεισεν ἑαυτόν. ὁ δὲ βάρβαρος πολιορκεῖν αὐτὸ ἡτοιμάζετο. τότε κατεστρατήγησεν ἐκείνου Μαυρίκιος τρόπω τοιούτῳ· γράμμα πρὸς Πρίσκον συντίθησιν ἀντέχειν αὐτὸν παραινοῦν· μικρὸν γὰρ ὅσον τοὺς βαρβάρους μετ’ αἰσχύνης ἀναχωρῆσαι. στέλλεσθαι γὰρ πλοῖα εἰς τὴν χώραν αὐτῶν σὺν στρατεύματι ληίσασθαι τὰς οἰκίας αὐτῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν δοριαλώτους ἑλεῖν. τοῦτο τὸ γράμμα δίδωσί τινι, ἐπισκήψας αὐτῷ περιπεσεῖν τοῖς βαρβάροις ἐν τῷ πρὸς Πρίσκον δῆθεν πορεύεσθαι. οὗ γενομένου, τὴν ἐπιστολὴν ὁ βάρβαρος ἀναγνούς, καὶ δείσας περὶ τοῖς οἰκείοις, σπένδεται πρὸς Πρίσκον ἐπὶ δώροις ὀλίγοις, καὶ ἄπεισιν. ἔκτισε δὲ Φιλιππικὸς ἐν Χρυσοπόλει μονὴν ἐπ᾿ ὀνόματι τῆς Θεοτόκου, καὶ οἶκον ἐν ταύτῃ λαμπρότατον, ἵν᾿ ἐν αὐτῷ τὸν Μαυρέκιον ὑποδέχοιτο.