Ancient Greek · ~20 min
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.13.1
Not analysed yet
Ὁ δέ γε Κωνσταντινουπόλεως πατριάρχης Ἰωἀννης ὁ νηστευτὴς τὸν βίον λιπὼν πρὸς τὰς ἀιδίους μετέστη μονάς, κοσμήσας τὸν ἀρχιερατικὸν θρόνον ἐπὶ ἔτη τρισκαίδεκα καὶ ἐπέκεινα. προεχειρίσθη οὖν πατριάρχης Κυριακός, ἱερεὺς καὶ οἰκονόμος τῆς ἐκκλησίας τῆς μεγάλης. ὑφ᾿ οὗ ὁ τῆς ὑπεραγίας θεοναός, ὃς τῆς διακονίσσης λέγεται, ᾠκοδόμηται. καὶ Πέτρος ὁ τοῦ Μαυρικίου ὁμαίμων τὸν ναόν, ὃς τοῦ Ἀρεοβίνδου καλεῖται, τῇ θεοτόκῳ ἀνήγειρε. Σοφία δὲ ἡ βασιλὶς καὶ ἡ Αὐγοῦστα Κωνσταντῖνα στέμμα προσήνεγκαν τῷ βασιλεῖ λίθοις ὑετίοις καὶ μαργάροις ὑπερφυέσι κεκοσμημένον. ὁ δὲ τοῦτο λαβὼν ἀνέθετο τῷ θεῷ, τῇ ἐκκλησίᾳ προσαγαγών. ὁ Χαγάνος μέντοι καὶ αὖθις πρὸς τὰ Ῥωμαίων ἐχώρησε. καὶ τούτῳ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἀντιταττομένων, ποτὲ μὲν ἐκράτει, ἐνίοτε δ᾿ ἥττητο. ἐν μιᾷ δὲ ἡμέρᾳ υἱοὶ αὐτοῦ ἑπτὰ ἐκ νόσου λοιμικῆς καὶ πυρετοῦ ἐτελεύτησαν. Κομεντίολον δὲ στείλας ὁ βασιλεὺς κατὰ Χαγάνου μετὰ πολυπληθοῦς στρατιᾶς λέγεται ἐντείλασθαι αὐτῷ προδοῦναι τοῖς ἐναντίοις τὸ στρατιωτικὸν διά τινας στάσεις καὶ ἀταξίας τούτοις μνησικακῶν. καὶ συμβαλὼν τοῖς βαρβάροις ἀσυντάκτως ὁ Κομεντίολος, αὐτὸς μὲν μετὰ τῶν περὶ αὐτὸν εἰς φυγὴν ἐτράπη, πρὸς τοῦτο προπαρα- σκευασάμενος. τῶν δὲ λοιπῶν οἱ μὲν ἔπεσον, οἱ δ᾿ ἐζωγρήθησαν. εἶναι δὲ τοὺς ζωγρηθέντας φασὶ περὶ δώδεκα χιλιάδας. καὶ ὁ Χαγάνος τῇ νίκῃ ταύτῃ ἐξογκωθείς, ἄχρι τοῦ Μακροῦ τείχους ἀφίκετο. συλλέξας δὲ ὁ βασιλεὺς λαὸν εἰς φυλακὴν τοῦ τείχους τούτους ἐκπέπομφεν. ἐκ δὲ τῆς λοιμικῆς νόσου οὐ μόνον οἱ τοῦ Χαγάνου υἱοί, ὡς εἴρηται, ἔθανον, ἀλλὰ καὶ πλῆθος τῶν Ἀβαρῶν πολύ· ὅθεν ἀθυμήσας ὁ βάρβαρος ἔσπευδεν εἰς τὰ οἰκεῖα ἐπαναζεῦξαι. δηλοῖ οὖν τῷ Μαυρικίῳ ἐξωνήσασθαι τοὺς αἰχμααἰχμαλώτους, ἓν ἐφ᾿ ἑκάστῳ διδόντι νόμισμα. ὁ δὲ βασιλεὺς οὐ κατένευσε. καὶ ὁ Χαγάνος ᾔτησε λαβεῖν εἰς ἕκαστον τῶν αἰχμαλώτων ἀνὰ ἥμισυ τοῦ νομίσματος. ὁ δὲ οὐδὲ οὕτως τοὺς ἁλόντας ἠθέλησε πρίασθαι, τὸ μέν τι ἐκ φειδωλίας, ἥττητο γὰρ χρημάτων, τὸ δέ τι τοῖς στρατιώταις μνησικακῶν. ἐκμανεὶς οὖν ὁ βάρβαρος πάντας ξίφεσιν ἐξεθέρισε, καὶ ἀνέζευξεν. ἐντεῦθεν πᾶσι μῖσος κατὰ τοῦ βασιλέως ἐφύετο καὶ πρὸς πάντων ἐλοιδορεῖτο. ὁ δὲ στρατὸς κατὰ Κομεντιόλου ἀναφορὰν ἐποιήσατο, ὡς προδόντος ἐν τῷ πολέμῳ τὸ στρατιωτικόν. τοῖς δὲ τὴν ἀναφορὰν ταύτην ποιουμένοις συνῆν καὶ ὁ στρατιώτης Φωκᾶς, καὶ ἀναιδῶς τῷ βασιλεῖ διελέγετο, ὡς τυπτηθῆναι παρά τινων. ὁ δὲ βασιλεὺς μὴ προσχὼν τοῖς κατὰ τοῦ Κομεντιόλου αἰτιάμασιν ἀπράκτους τοὺς αὐτὸν αἰτιωμένους ἀπέπεμψε. λιτανεύοντος οὖν τοῦ βασιλέως στάσις ἠγέρθη παρὰ τοῦ δήμου, καὶ λίθοι κατ᾿ αὐτοῦ παρά τινων ἠκοντίσθησαν· ὧν ζήτησιν ὁ βασιλεὺς ποιησάμενος, καί τινας εὑρηκώς, ἐκόλασε. τῷ γε μὴν υἱῷ αὐτοῦ Θεοδοσίῳ κατηγγύησε τὴν θυγατέρα Γερμανοῦ πατρικίου, τοῦ πατριάρχου Κυριακοῦ τὴν ἐπὶ τῷ γάμῳ πληρώσαν- τος τελετήν. μοναχὸς δέ τις ξίφος κατέχων γυμνὸν ἀπὸ τοῦ Φόρου μέχρι τῆς Χαλκῆς προελήλυθεν, ἐν φόνῳ μαχαίρας λέγων τεθνήξεσθαι τὸν Μαυρίκιον. ὁ δὲ βασιλεὺς τὸ ἐπὶ τοῖς αἰχμαλώτοις ἀνόμημα ἀναλογισάμενος, ἱκέτευε τὸν θεὸν ἐν τῆ̣ παρούσῃ ζωῇ τὴν ὑπὲρ τούτου δίκην ἐκτῖσαι, καὶ πανταχοῦ διεπέμψατο, ἀξιῶν πάντας τοῦτο αἰτεῖν τὸν. θεόν. φήμης δὲ κρατούσης ὅτι τοῦ μέλλοντος αὐτὸν διαδέξασθαι ἐκ τοῦ φῖ στοιχείου τὸ ὄνομα ἄρχεται, τὸν γαμβρὸν αὐτοῦ Φιλιππικὸν τοῦτον ᾤετο εἶναι. καὶ ἦν αὐτῷ δι’ ἐποψίας ὁ ἄνθρωπος, καὶ διομνύμενος μήποτέ τι κατὰ νοῦν τοιοῦτον βαλέσθαι, οὐκ ἔπειθεν, ὄναρ δέ ποτε τῷ βασιλεῖ θεαθὲν τὴν κατὰ τοῦ Φιλιππικοῦ ἔλυσεν ὑποψίαν. τὸ δ’ ὄναρ, ἐδόκει πλῆθος παρεστάναι πολὺ τῷ ἄνωθεν τῆς Χαλκῆς πύλης τοῦ σωτῆρος Χριστοῦ ἐκτυπώματι καὶ καταβοᾶν τοῦ βασιλέως, φωνὴν δ’ ἐκ τῆς εἰκόνος γενέσθαι, παραστῆναι καὶ τὸν Μαυρίκιον, καὶ τὸν αὐτίκα ἀχθῆναι, καὶ ἐρωτᾶσθαι ὅποι βούλεται τὴν ἔκτισιν ἀποδοῦναι τοῦ ἀνομήματος οὗ καὶ εἰς τοὺς αἰχμαλώτους εἰργάσατο, ἐν τῷ νῦν αἰῶνι ἢ ἐν τῷ μέλλοντι. τὸν δὲ “ἐνταῦθα” φάναι, “φιλάνθρωπε δέσποτα”. καὶ ἀκοῦσαι φωνῆς λεγούσης “παράδοτε γοῦν αὐτὸν παγγενῆ Φωκᾷ τῷ στρατιώτῃ”. διυπνισθεὶς τοίνυν ἐκ τῆς ἀγωνίας ὁ βασιλεύς, καὶ τὸν Φιλιππικὸν μετακαλεσάμενος, πρῶτα μὲν συγγνώμην ᾔτει, ὡς μάτην ὑπονοῶν κατ’ αὐτοῦ, εἶτα ἤρετο εἰ ἐν τοῖς Ῥωμαϊκοῖς τάγμασιν οἶδε στρατιώτην φωκᾶν. ὁ δὲ εἰδέναι ἀνταπεκρίνατο, καὶ τοῦτον εἶναι τὸν πρὸ μικροῦ σταλέντα παρὰ τῆς στρατιᾶς, “ὅς σοι καὶ ἰταμώτερον διελέγετο”. καὶ ὁ βασιλεὺς οἶός ἐστιν ὁ ἀνὴρ τὴν ἡλικίαν καὶ τὸ ἦθος προσήρετο· καὶ ὁ Φιλιππικὸς νέον εἶναι τὸν Φωκᾶν εἶπε, τὸν δὲ τρόπον θρασὺν καὶ δειλόν. πρὸς τοῦτο δὲ ὁ βασιλεὺς ἀντεφθέγξατο “εἰ δειλὸς καὶ φονεύς”, καὶ διηγήσατο τὸ ὄναρ αὐτῷ. ἐφάνη δὲ τότε καὶ κομήτης ἀστὴρ ὁ λεγόμενος ξιφίας. τῷ γοῦν ἀδελφῷ αὐτοῦ Πέτρῳ στρατηγοῦντι τότε ἐπιστέλλει ὁ βασιλεύς διαβάντι τὸν Ἴστρον μετὰ τῆς στρατιᾶς ἐκεῖθεν αὐτῇ τὰ πρὸς τὴν χρείαν πορίζεσθαι. ἦν δὲ τοῦτο διὰ φιλαργυρίαν οἰκονομούμενον, ἵνα ληιζόμενον τὸ ἀποτρέφοιτο καὶ αὐτὸς κερδήσοι τὸ στρατιωτικὸν σιτηρέσιον. τοῦτο στάσιν τῇ στρατιᾷ ἐνεποίησε, καὶ αὐτίκα βασιλεὺς παρ’ αὐτῶν ὁ Φωκᾶς ἀνηγόρευτο· ἐτύγχανε δ’ ὢν ἑκατόνταρχος. ὁ δὲ στρατηγὸς Πέτρος τοῦτο μαθών, ἔφυγε, καὶ τῷ βασιλεῖ αὐτάγγελος τοῦ γεγονότος ἐγένετο. ὁ δὲ καὶ τῶν ἐν τῇ πόλει στασιαζόντων ὑπεξῆλθε τῶν ἀνακτόρων, καὶ δρόμωνι ἐμβεβηκὼς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἀπέδρα· τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον πρὸς Χοσρόην ἀπέστειλεν, ἔνα ἀπομνημονεύσας ἃς ἐκεῖνος τῶν παρὰ Μαυρικίου γενομένων αὐτῷ κἀκεῖνος εἰς αὐτὸν τὰ ἴσα ἐνδείξηται. ὡς δ’ ἐγνώσθη τῷ πλήθει ἡ τοῦ βασιλεύοντος ὑποχώρησις, καὶ τὴν στάσιν ἐπὶ μεῖζον ἦρε καὶ τὸν Μαυρίκιον δυσφημεῖσθαι διὰ τῆς ἀγορᾶς παρεσκεύασεν.