Ancient Greek · ~27 min
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.14.1
Not analysed yet
Ἤδη δὲ τοῦ Φώκα μὴ πόρρω τῆς Βυζαντίδος τυγχάνοντος, οἱ τοῦ δήμου τῶν Πρασίνων ἐξῄεσαν εὐφημοῦντες αὐτόν. ὃς σὺν αὐτοῖς ἐν τῷ Ἑβδόμῳ παραγενόμενος ἐκεῖ παρὰ τοῦ πατριάρχου ταινιοῦται τὴν κεφαλήν · καὶ εἰσελθὼν εἰς τὰ βασίλεια καὶ τὴν γυναῖκα Λεοντίαν Αὐγούσταν εὐθὺς ἀνηγόρευσε τῶν δήμων παρόντων · ὅτε διὰ τόπους, ἐν οἷς ἵσταντο, ἀμφιβολίας γενομένης τοῖς Πρασίνοις καὶ τοῖς Βενέτοις, στασιάζειν ἤρξαντο κατ’ ἀλλήλων. πέμψας δέ τινας ὁ Φωκᾶς κατευνάζειν αὐτοῖς τὴν στάσιν ἐπεχείρει. ἑνὸς οὖν τῶν σταλέντων τὸν τῶν βενέτων ὑβρίσαντος δήμαρχον καὶ τοῦτον ὠθήσαυτος, μὴ ἐνεγκόντες οἶ τοῦ δήμου τοῦτο ἔκραζον “ἄπιθι, μάθε κατάστασιν, ὁ Μαυρίκιος ζῆ.” ἐντεῦθεν ὁ τύραννος εἰς τὸν τοῦ Μαυρικίου φόνον ἠρέθιστο, καὶ ἀχθέντος εἰς τὸν ἐν Χαλκηδόνι τοῦ Εὐτροπίου λιμένα, προανῃρέθησαν ἐπ’ ὄψεσιν αὐτοῦ οἱ παῖδες αὐτοῦ. ὁ δὲ “δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου”, ἐφ’ ἑκάστῳ ἐφθέγγετο, γενναίως φέρων τὴν συμφοράν. ἔδειξε δὲ μᾶλλον τὴν τοῦ ἀνδρὸς γενναιότητα καὶ τὸ φέρειν εὐγνωμόνως τὸν πειρασμὸν ὕστατον αὐτοῦ παιδίον καὶ ὑπομάζιον · τῆς γὰρ αὐτὸ τιθηνούσης, ἔνα μὴ πάντῃ τὸ γένος τοῦ Μαυρικίου ἐξόληται, ὑποκλεψάσης τὸ τιθηνούμενον, ἀντιδούσης δὲ τὸ οἰκεῖον πρὸς τὴν σφαγήν, ὁ Μαυρίκιος τὸ ἑαυτοῦ ἐνεχθῆναι ἐζήτησεν. εἶτα καὶ αὐτὸς μεγαλοψύχως ἐδέξατο τὴν σφαγήν. λέγεται δὲ καὶ τὸν ὒ ἰὸν αὐτοῦ Θεοδόσιον ἀπ’ ἰόντα πρὸς Χοσρόην κατασχεθῆναι, καὶ ἀχθέντα πρὸς Φωκᾶν ἀναι- ρεθῆναι καὶ τὴν βασίλισσαν Κωνσταντῖναν καὶ τὰς τρεῖς θυγατέρας αὐτῆς καὶ ταφῆναι ἐν τῷ ναῷ τοῦ ἁγίου Μάμαντος, τῷ πλησίον τοῦ τείχους, ὅν ἔκτισε Φαρασμάνης ἐκτομίας, ἐπὶ τοῦ κοιτῶνος γεγονὼς Ἰουστινιανοῦ. ἐπεγράφησαν δὲ τῷ τάφῳ αὐτῆς τὰ ἡρωελεγεῖα ταῦτα· ἅδ’ ἐγὼ ἡ τριτάλαινα καὶ ἀμφοτέρων βασιλήων Τιβερίου θυγάτηρ, Μαυρικίου δὲ δάμαρ, ἡ πολύπαις βασίλεια καὶ ἡ δόξαν λελαχοῦσα ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη, κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς. τῆς Ἑκάβης ἔτλην πολὺ χείρονα τῆς τ’ Ἰοκάστης, αἰαῖ τῆς Νιόβης ἔμπνοος εἰμι νέκυς, ναὶ ναὶ τὸν γενέτην, τί μάτην τὰ νεογνὰ ἔκτειναν ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα. ἁμετέροις πετάλοισι κατάσκιος οὐ νέα Ῥώμη· ῥίζα γὰρ ἐκλάσθη Θρηικίοις ἀνέμοις. ἔθανε δὲ Μαυρίκιος ἐτῶν ἐξήκοντα καὶ τριῶν, εἴκοσι βασιλεύσας ἐνιαυτούς. Φώκα δὲ κρατήσαντος, ὁ Ναρσῆς ἀπεστάτησε καὶ κατέσχε τὴν Ἔδεσσαν. προστάξει δὲ Φωκᾶ Γερμανὸς τῷ Ναρσῇ συμμαχουμένῳ παρὰ Χοσρόου ἡττήθη· καὶ πληγεὶς μεθ’ ἡμέρας τέθνηκε. μετὰ δὲ ταῦτα καταφυὼν εἰς τὴν Ἱερὰν πόλιν Ναρσῆς, καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ Φώκα τοῦ μαγίστρου Δομεντζιόλου πίστεις ἐνόρκους λαβών, πρὸς Φωκᾶν ἀπεστάλη. ὁ δὲ μηδὲν τοὺς ὅρκους ὑποσταλεὶς πυρὶ αὐτὸν παραδέδωκεν. οὗτος ὁ Ναρσῆς τὸν τοῦ ἁγίου Παντελεήμονος ναὸν ἐδομήσατο καὶ τὸν τῶν ἁγίων μαρτύρων Πρόβου, Ταράχου, καὶ Ἀνδρονίκου, καὶ τὸν ἐκεῖ ξενῶνα. οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ τὸν ἀδελφὸν Μαυρικίου Πέτρον ἀνεῖλε, καὶ Γερμανὸν τὸν πενθερὸν Θεοδοσίου τοῦ υἱοῦ Μαυρικίου καὶ τὴν θυγατέρα τοῦ Γερμανοῦ καὶ πάσαν τὴν Μαυρικίου συγγένειαν. Φιλιππικὸς δὲ κείρεται κληρικός, καὶ εἰς τὴν αὐτοῦ μονὴν ἐν Χρυσοπόλει διέτριβε. καὶ ἄλλους δὲ πολλοὺς ἔκτεινεν ὁ Φωκᾶς καὶ ποιναῖς ἀπηνέσιν ἐκόλαζε. Κυριακοῦ δὲ τοῦ πατριάρχου ἐκλιπόντος μετὰ ἐνιαυτοὺς ἕνδεκα ἐξότου προεχειρίσθη, πατριάρχης ἐγένετο Θωμᾶς σακελλάριος καὶ τῆς μεγάλης ἐκκλησίας διάκονος. πολυειδῆ μέντοι τότε κακὰ τοὺς Ῥωμαίους κατέλαβεν. ἐν μὲν γὰρ τῇ ἑῴᾳ Πέρσαι τὴν Συρίαν καὶ Παλαιστίνην καὶ Φοινίκην ὑφ’ ἑαυτοὺς ἐποιήσαντο. τὴν Ἀρμενίαν δὲ καὶ Καππαδοκίαν καὶ τὴν Παφλαγονίαν καὶ Γαλατίαν κατέδραμον, καὶ μέχρι Χαλκηδόνος προήλθοσαν, ἅπαντα ληιζόμενοι. ἐν δὲ τῇ Εὐρώπῃ Ἄβαροι τὴν Θρᾴκην ἐδῄωσαν καὶ τὰ Ῥωμαϊκὰ στρατόπεδα, ἃ ἐν ἀμφοτέροις ἦσαν τοῖς τμήμασι, διεφθάρησαν, καὶ ἄλλως δὲ πολλὴ τῶν ἀνθρώπων θνῆσις ἐγένετο καὶ ἀφορία καρπῶν καὶ ζῴων φθορὰ ἐκ βαρυτάτων χειμώνων. ἐπὶ πᾶσι δὲ ὁ ἀλάστωρ Φωκᾶς ἐν ἵππων ἁμίλλῃ τῶν δήμων πρὸς αὐτόν τι ἀποσκωψάντων ἐκμανείς, πολλοὺς μὲν ἀνεῖλε, πολλοὺς δὲ ἠκρωτηρίασεν, ἐνίους μέντοι καὶ κατεπόντωςσε, πλείστους δὲ καὶ τῷ ἐπάρχῳ παρέδωκεν, κολάσῃ αὐτούς, οἱ ἐν τῷ πραιτωρίῳ καθείρχθησαν. οἶ δὲ ὄχλοι ὁμοῦ γενόμενοι ἐνέπρησαν τὸ πραιτώριον, καὶ οἱ καθειργμένοι διέφυγον. Ἑβραῖοι δὲ στασιάσαντες ἐν Ἀντιοχείᾳ κατὰ χριστιανῶν ἀνεῖλον τῶν Ἀντιοχέων πολλούς, καὶ αὐτὸν δὲ τὸν πατριάρχην τῆς πόλεως Ἀναστάσιον, καὶ τὸν νεκρὸν αὐτοῦ κατέκαυσαν ἐν τῇ ἀγορᾷ. στείλας δὲ ὁ Φωκᾶς οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠκρωτηρίασε καὶ τῆς πόλεως ἐξεδίωξεν. ὁ μέντοι πατριάρχης ἐπὶ τρία ἔτη καὶ μῆνας δύο τῆς ἐκκλησίας προστὰς ἐτελεύτησε, καὶ ἀντεισήχθη Σέργιος, τῆς μεγάλης ἐκκλησίας διάκονος. τὴν θυγατέρα δὲ ὁ Φωκᾶς Δομνεντίαν Πρίσκῳ τῷ στρατηλάτῃ συνέζευξε, καὶ μετὰ τοὺς γάμους ἱππικὸν ἀγῶνα ἄγων ἐθεάσατο σὺν ταῖς αὐτοῦ εἰκόσι καὶ τοῦ Πρίσκου καὶ τῆς αὐτοῦ γυναικὸς Δομνεντίας ἱσταμένας εἰκόνας, καὶ ἐκμανὴς γεγονὼς ἁ ἐκτμηθῆναι τοὺς δημάρχους ἐκέλευσε. δεηθέντων δὲ τῶν δήμων, μόλις ἀφῆκεν αὐτούς. ἐκ ταύτης οὖν τῆς αἰτίας ὁ Πρίσκος δεδοικὼς περὶ τῇ ζωῇ, ἅμα δὲ καὶ τὴν κατὰ πάντων τοῦ Φώκα τυραννίδα μισῶν, ἐζήτει καταλῦσαι τὸν τύραννον. ὢν δὲ ὁ Φωκᾶς γυναικομανής τε καὶ μέθυσος καὶ ὠμὸς καὶ αἱμοχαρής, ἐμισήθη παρὰ πάντων. καὶ στρατηγοῦντος ἐν Ἀφρικῇ καὶ Λιβύῃ Ἡρακλείου τοῦ πατρὸς τοῦ βασιλεύσαντος μετέπειτα Ἡρακλείου οἶ τῆς συγκλήτου καὶ αὐτὸς ὁ Πρίσκος ὁ στρατηλάτης διεπέμποντο πρὸς αὐτόν, δεόμενοι ἀπαλλαγῆναι τῆς τυραννίδος Φώκα. ἦν δὲ τῷ εἰρημένῳ στρατηγῷ Ἡρακλείῳ ὑποστράτηγος Γρηγορᾶς τις τῶν ἐπισήμων. οὗτοι γοῦν ἄμφω συμπνεύσαντες, στέλλουσι κατὰ τοῦ τυράννου τοὺς ἰδίους υἱούς, ὁ μὲν Ἡράκλειος τὸν Ἡράκλειον πολλαῖς ναυσὶ καὶ πλῆθος στρατιωτῶν πλοϊςόμενον, ὁ δὲ πατρίκιος Γρηγορᾶς τὸν πεζοποροῦντα σὺν ἱππόταις πολλοῖς καὶ πεζῇ στρατιᾷ, ἐπὶ συνθήκαις τοῦ τὸν προκαταλαβόντα τὴν ὑπερκειμένην τῶν πόλεων καὶ καθελόντα τὸν τύραννον τῆς βασιλείας ἀξιωθήσεσθαι. ταῦτα μαθὼν ὁ Φωκᾶς τὴν τοῦ Ἡρακλείου μητέρα καὶ τὴν μνηστὴν Εὐδοκίαν, ἣν ἐξ Ἀφρικῆς ἐμνηστεύσατο, θυγατέρα ’σαν τοῦ τῆς χώρας ἐκείνης πρωτεύοντος, κατασχὼν κατέκλεισεν ἐν μονῇ. προκατέλαβε τοίνυν Ἡράκλειος καὶ προσώρμισε τῷ λιμένι τῶν Σοφιῶν, καὶ μάχης συγκροτηθείσης ἴσης ὑπερέσχε τῶν τοῦ Φώκα. συνήργητο γὰρ καὶ ὑπὸ τοῦ Κρίσπου τὴν τοῦ ἐπάρχου μετιόντος ἀρχήν. Φώτιος δὲ τῶν ἐπιφανῶν ὑπάρχων, οὗ τὴν γυναῖκα ὁ τύραννος βίᾳ ἐμοίχευσε, σὺν πλήθει στρατιωτῶν καταλαβὼν τὰ βασίλεια, κατ’ ἔσπασε τοῦ θρόνου τὸν τύραννον· οἱ γὰρ περὶ αὐτὸν ἀπογνόντες τῶν βασιλείων ὑπανεχώρησαν, καὶ ἀποδύσας τὴν πορφυρίδα φαιὰν ἐσθῆτα ἐνέδυσε καὶ δέσμιον τῷ Ἡρακλείῳ παρέστησεν. ὁ δὲ ἰδὼν αὐτὸν ἔφη “οὕτως, ἄθλιε, τὰ τῆς πόλεως διῴκησας πράγματα”; καὶ ὁ Φωκᾶς ἀπονοίᾳ κάτοχος ὢν ἀπεκρίνατο “σὺ δὲ κρειττόνως μᾶλλον διοικήσεις αὐτά;” ὀργισθεὶς δὲ ὁ Ἡράκλειος λὰξ ἐκείνῳ ἐνέθορε καὶ ἐκτμηθῆναι προσέταξεν. οἱ μὲν οὖν αὐτίκα αὐτὸν ἀναιρεθῆναι ἱστόρησαν, οἱ δὲ πρότερον αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναί φασιν, εἶτα καὶ τὰ αἰδοῖα διὰ τὴν ἐκείνου ἀσέλγειαν καὶ ὅτι πολλῶν ᾔσχυνε γαμετάς, καὶ οὕτως αὐτοῦ τὴν κεφαλὴν ἐκκοπῆναι, τὸ δὲ δύστηνον σῶμα καυθῆναι κατὰ τὸν Βοῦν, ἔνθα κάμινος ἦν, ὡς λέγεται, ἐκ χαλκοῦ καεσκευασμένη, σχῆμα βοὸς ἔχουσα, ἥπερ ἐκ Περγάμου κεκόμιστο, ἐξ ἧς καὶ ὁ τόπος ὠνόμαστο. καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἄλλοι τῶν ᾠκειωμένων αὐτῷ ἀνῃρέθησαν. τῷ μὲν οὖν κακίστῳ Φωκᾷ τοιοῦτον τέλος τῆς τυραννίδος ἐγένετο, ἔτη κατορχησαμένῳ τῆς βασιλείας ὀκτώ.