Ancient Greek · ~19 min
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.22.1
Not analysed yet
Ἦν δὲ Ἰουστινιανός, ὅτε τῆς ἀρχῆς ἐπέβη, μειρακίσκος ἓξ ἐπὶ δέκα ἐνιαυτοῖς. αὐτοβούλως οὖν τῇ διοικήσει κεχρημένος τῆς βασιλείας πολλοῖς τὴν Ῥωμαίων ἡγεμονίαν κακοῖς περιέβαλεν. οἱ γὰρ Μαρδαῖται τὰς τοῦ Λιβάνου καταλαβόντες περιωπὰς τοῦ Πωγωνάτου κρατοῦντος φοβεροὶ τοῖς Ἄραψιν διὸ καὶ σπονδὰς ἐκεῖνοι πρὸς Ῥωμαίους ᾐτήσαντο, καὶ τούτων, ὡς εἴρηται, τετυχήκασι. τούτου δὲ τοῦ αὐτοκράτορος ἄρτι τῶν σκήπτρων ἐπειλημμένου ὁ τότε τῶν Ἀράβων ἡγεμονεύων Ἀβιμέλεχ, ὁ γὰρ Μαυίας ἔφθη θανών, πέμψας προσκυρωθῆναι τὴν εἰρήνην ἐζήτησεν, ἀξιῶν τοὺς Μαρδαΐτας μεταστῆναι ἐκ τοῦ Λιβάνου, καὶ ὑπισχνούμενος τούτου γενομένου διδόναι Ῥωμαίοις ἡμερήσιον φόρον χρυσοῦ νομίσματα χίλια καὶ δοῦλον καὶ ἵππον τῶν παρ’ αὐτοῖς ἐκκρίτων. ἐπὶ τούτοις οὖν ἀνανεωθεισῶν τῶν σπονδῶν, καὶ τῶν Μαρδαϊτῶν εἰς δώδεκα χιλιάδας ἀνδρῶν μαχίμων ἀριθμουμένων μεταστάντων ἐκ τοῦ Λιβάνου, τὸ τῶν Ἀράβων ἔθνος τοῦ ἐξ ἐκείνων δέους ἀπαλλαγὲν πολλῶν τὴν Ῥωμαίων ἡγεμονίαν ἐνέπλησε συμφορῶν. στείλας δὲ τὸν στρατηγὸν Λεόντιον ὁ Ἰουστινιανὸς ὑπέταξε δι’ αὐτοῦ τὴν Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν καὶ χώρας ἑτέρας. οὗτος ὁ βασιλεὺς ἔλυσε καὶ τὰς πρὸς τοὺς Βουλγάρους σπονδάς, μὴ ἀνεχόμενος δασμοὺς παρέχειν αὐτοῖς. ἐκστρατεύσας δὲ κατὰ τὰ ἑσπέρια πολλὰ τῶν Σθλαβικῶν ἐθνῶν ὑπηγάγετο, τὰ μὲν ἑκόντα, ἔνια δὲ πολέμου νόμῳ · ἐξ ὧν καὶ νέον συνεστήσατο σύνταγμα. κατ’ ἐκλογὴν γὰρ εἰληφὼς ἐκ τούτων ἄνδρας γενναίους τε καὶ νεάζοντας εἰς χιλιάδας τριάκοντα, λαὸν αὐτοὺς ἐκάλεσε περιούσιον. οἶς γεγηθώς τε καὶ πεπονθὼς καὶ τὰς πρὸς τοὺς Ἄραβας συνθήκας παρέλυσεν, αἰτίαν ἐσχηκὼς ὅτι σταλὲν τὸ τοῦ ἐτησίου φόρου χάραγμα οὐ Ῥωμαϊκὸν εἶχε σφράγισμα, ἀλλὰ νέον Ἀράβιον. οὐδὲ γὰρ ἐξῆν ἐν χρυσῷ νομίσματι χαρακτῆρα χαρακτῆρα ἕτερον ἐντυποῦσθαι ἢ τὸν τοῦ βασιλέως Ῥωμαίων. ἐστράτευσεν οὗν κατ’ αὐτῶν οὐ τοσοῦτον ταῖς Ῥωμαϊκαῖς συντάξεσι τεθαρρηκὼς ὅσον τῷ νέῳ τούτῳ καὶ περιουσίῳ λαῷ. τῶν δὲ Ἀράβων τὰς σπονδὰς αἰτουμένων μὴ ἀθετῆσαι μηδὲ τὰς ἐγγράφους παραβῆναι συνθήκας καὶ τὸν θεὸν ἐπιμαρτυρομένων, ὅς μέσος παραληφθεὶς αὐτὰς ἐμπεπἐδωκε, καὶ ἐκδικητὴν καλούντων αὐτὸν κατὰ τῶν τῆς μάχης αἰτίων, ὁ βασιλεὺς τὰ ὦτα πρὸς ταῦτα βύσας πρὸς μάχην ἡτοίμαστο. οἱ γοῦν Ἄραβες δόρατι τὸ τῶν σπονδῶν προσδήσαντες ἔγγραφον, καὶ ὥσπερ σημαίαν ἄραντες τοῦτο τοῦ σφῶν στρατεύματος προερχόμενον, συρρήγνυνται τοῖς Ῥωμαίοις· καὶ αὐτίκα ἐκ τοῦ περιουσίου λαοῦ αἱ εἴκοσι χιλιάδες πρὸς τοὺς Ἄραβας ηὐτομόλησαν, ὃ τοῖς Ῥωμαίοις δειλίας γέγονεν αἴτιον, τοῖς δ᾿ ἐναντίοις ἐνῆκε θάρσος, καὶ ἥττηντο μὲν οἱ Ῥωμαῖοι, ἡ νίκη δ᾿ ἐπεμειδία δία τοῖς Ἄραψιν· οἳ τοῖς φεύγουσιν ἐφεπόμενοι ἀνῄρουν οὓς κατελάμβανον, ὡς καὶ ἀριθμοῦ κρείττους σχεδὸν ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων πεσεῖν. αἰσχρῶς δὲ διαφυγὼν ὁ βασιλεὺς μετ᾿ ὀλίγων τὸν ὄλεθρον, ἐπεὶ κατὰ τὸν Λευκάτην ἐγένετο, τοὺς περιλειφθέντας ἐκ τοῦ περιουσίου λαοῦ τῶν Σθλαβικῶν ἀναιρεθῆναι πάντας προσέταξε. καὶ ὁ μὲν εἰς τὸ Βυζάντιον παραγεγονὼς οἰκοδομαῖς προσησχόλητο. οὗτος γὰρ τὸν μέγιστον τῶν πρὸς ἀνίσχοντα ἥλιον βασιλείων ᾠκοδόμησε Τρίκλινον, ὃς καὶ τῇ αὐτοῦ καλεῖται κλήσει μέχρι τοῦ νῦν λεγόμενος Ἰουστινιάνειος. οἱ δὲ τῆς Ἅγαρ ἀδεῶς ἐξ ἐκείνου ταῖς τῶν Ῥωμαίων χώραις ἐπέβαινον, καὶ ὁ τῆς Ἀρμενίας ἐπιστατῶν Σαββάτιος ὁ πατρίκιος τὴν ἧτταν τοῦ βασιλέως μαθών, τοῖς Ἄραψι προσεχώρησε καὶ τὴν Ἀρμενίαν αὐτοῖς παραδ ἔδωκε. καὶ οὐκ ἐπαύοντο ἅπασαν τὴν ἑῴαν δῃοῦντες καὶ τοὺς χριστωνύμους αἰχμαλωτίζοντες. ἦν δὲ τῷ βασιλεῖ τούτῳ ἐκτομίας Στέφανος, τὸ μὲν γένος ἐκ βαρβάρων ἕλκων, ἀπηνὴς δὲ καὶ ὑπὲρ βαρβάρους καὶ λίαν ὠμότατος. οὗτος παρ’ αὐτῷ πλεῖστα δεδυνημένος καὶ σακελλάριος προεβλήθη, καὶ βαρὺς ἦν ἅπασιν οὐκ έν εἰσπράξεσι μόνον, ἀλλὰ μέντοι καὶ ἐν κολάσεσι, καὶ οὐ τοὺς τυχόνντας μόνον ἐκόλαζεν, ἀλλὰ καὶ τῶν ὑπερλίαν ἥπτετο, ὡς καὶ αὐτὴν τυπτῆσαι ποτε τὴν μητέρα τοῦ βασιλεύοντος. καί τινα δὲ μοναχὸν Θεοδόσιον, ἔγκλειστον πρὶν ὄντα, γενικὸν ὁ βασιλεὺς προεβάλετο, καὶ ἦν οὐδ’ οὗτος ἥττων εἰς κακίαν τοῦ ἐκτομίου Στεφάνου. πολλῶν οὖν παρ’ αὐτῶν δεινῶν ἐπενενηγμένων τῷ πολιτεύματι, μισητὸς ἅπασιν ὁ Ἰουστινιανὸς ἔδοξε. τὸν γοῦν στρατηγὸν Λεόντιον ἐξ ὑπονοίας τοῦ τῆς βασιλείας ἐφίεσθαι καθείρξας ἐπὶ δύο ἐνιαυτούς, ὕστερον ἐκβαλὼν στρατηγὸν Ἑλλάδος ἐποίησεν. ὁ δὲ Παύλῳ τινὶ μοναχῷ ἀστρολογίαν μετιόντι καὶ τὴν βασιλείαν χρησμοδοτοῦντι αὐτῷ φησιν ὡς “ἐγὼ ἤδη ἄπειμι πρὸς Ἑλλάδα· οἶδα δὲ ὅτι ,0 ὁ βασιλεὺς στελεῖ τοὺς ἀναιρήσοντάς με ὀπίσω μου. ἃ δὲ σύ μοι προύλεγες, οἴχονται.” ὁ δὲ “μὴ δειλανδρήσῃς” ἔφη, “ἀλλ’ ἐπιχείρησον τῇ πράξει, καὶ οὐκ ἀστοχήσεις τοῦ ἐφετοῦ”. παραλαβὼν οὖν ὁ Λεόντιος τοὺς οἶς ἐθάρρει καὶ τὰς δημοσίας διαρρήξας εἱρκτὰς ,. 5 τοὺς καθειργμένους ἐξήγαγεν, εἰς πλῆθος περιισταμένους πολύ, οἷ καὶ εἰς τὸ μέγα παρελθόντες τέμενος τοῦ θεοῦ, πολλῶν καὶ ἄλλων συνεισρυέντων, ὕβριζον μὲν τὸν Ἰουστινιανόν, εὐφήμουν δὲ τὸν Λεόντιον, συνεργοῦντος καὶ Καλλινίκου τοῦ πατριάρχου. ἐκεῖθεν δ’ εἰς τὸ ἱππήλατον μεταχωρήσαντες θέατρον τὰ ὅμοια διεπράττοντο, καὶ τὸν Ἰουστινιανὸν τῶν ἀνακτόρων ἐξαγαγόντες κατὰ τὴν Σφενδό- νῆν ἐρρινοτόμησαν, καὶ εἰς Χερσῶνα ἔθεντο ὑπερόριον, ἐνιαυτοὺς ἐνιαυτοὺς ἑκκαίδεκα τῆς βασιλείας κρατήσαυτα. τὸν δ’ ἐκτομίαν Στέφανον, τὸν σακελλάριου δηλαδή, καὶ τὸν μοναχὸν Θεοδόσιον τὸν γενικὸν συλλαβόμενοι, καὶ σχοίνους ἐξάψαντες τῶν ποδῶν αὐτῶν, σύροντες διὰ τῆς Ἀγορᾶς εἰς τὸν Βοῦν ἀπήγαγον καὶ κατέκαυσαν.