Ancient Greek
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.23
Not analysed yet
Τούτων δὲ γενομένων ὁ Λεόντιος τῆς βασιλείας ἐκράτησεν, ἐφ’ οὗ οἱ Ἄραβες τὰς Ῥωμαϊκὰς κατατρέχοντες πολλοὺς αἰχμαλώτους ἐλάμβανον, εἶτα καὶ τὴν Ἀφρικὴν ὑφ’ ἑαυτοὺς ἐποιήσαντο. στέλλει τοίνυν τοῦτο μαθὼν ὁ βασιλεὺς Λεόντιος ἴνα τῶν πατρικίων Ἰωάννην, ἄνδρα δραστήριον, μετὰ τοῦ στόλου παντὸς τῇ ‘Ρωμαίων ἡγεμονίᾳ τὴν Ἀφρικὴν ἀνασώσασθαι· ὃς καὶ πολέμῳ τοὺς ἐκεῖ τρεψάμενος Ἀραβας τὴν Ἀφρικὴν αὐτῶν ἠλευθέρωσε, παρεχείμασε, γράψας τὰ πεπραγμένα τῷ βασιλεῖ καὶ τὸ ποιητέον ἀναμένων ἐπιταγῆναι αὐτῷ. ὁ δὲ τῶν Ἀγαρηνῶν πρωτοσύμβουλος, οὕτω γὰρ ἐκάλουν τοὺς σφῶν προεξάρχοντας, τὰ κατὰ τὴν Ἀφρικὴν συμβεβηκότα μαθών, καὶ ἐν δεινῷ τὴν ἐκ ταύτης ποιούμενος ἔκπτωσιν, στόλον ἑτοιμάζει βαρύτατον, καὶ στέλλει αὖθις τὴν Ἀφρικὴν ἀνακαλεσόμενος. πρὸς ὅν ὁ ῥηθεὶς πατρίκιος Ἰωάννης ναυμαχῆσαι μὴ ἐξαρκῶν, τοῦ λιμένος ἐξέστη, καὶ ἐπανήρχετο πρὸς τὸν βασιλέα, αἰτήσων πλείονα δύναμιν. γενομένου δὲ κατὰ τὴν Κρήτην τοῦ Ῥωμαϊκοῦ στόλου, οἱ τοῦ λαοῦ προἱστάμενοι, πῇ μὲν δι’ αἰσχύνης ποιούμενοι τὸ ὑποχωρῆσαι τῆς Ἀφρικῆς τοῖς πολεμίοις ταύτης παραχωρήσαντες, πῇ δὲ καὶ δεδοικότες τὴν τοῦ βασιλέως ὀργήν, πείθουσι τὸ ναυτικὸν εἰς ἀποστασίαν ἐκκλίναι, καὶ δυσφημῆσαι τὸν Λεόντιον, εὐφημῆσαι δὲ βασιλικῶς τὸν Ἀψίμαρον τῶν Κιβυρραιωτῶν ὄντα δρουγγάριον, ὃν αὐτίκα καὶ Τιβέριον μετωνόμασαν. οὗτος οὖν ἅμα τῷ στόλῳ καταλαβὼν τὸ Βυζάντιον ἐν Συκαῖς τὰ σκάφη προσώρμισεν. ὁ δέ γε Λεόντιος τὴν τῆς πόλεως φυλακὴν διὰ φροντίδος πεποίητο. ἀλλά τινες τῶν ἐπαρχεωτῶν ἀρχόντων τὸ κατὰ Βλαχέρνας τεῖχος φυλάσσειν λαχόντες, ἐκεῖθεν εἰσήγαγον τὸν Ἀψίμαρον, καὶ ταῦτα μεθ᾿ ὅρκων φρικτῶν τὰς κλεῖς ἐμπιστευθέντες τῶν τοῦ τείχους ἐκείνου πυλῶν. εἰσελθόντες οὖν οὕτως οἱ τοῦ στόλου τὰς οἰκίας τῶν πολιτῶν ἐληίσαντο. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντιον ἀφείλετο τῆς ῥινὸς καὶ ὑπὸ φυλακὴν ἐποιήσατο, βασιλεύσαντα ἔτη τρία, τοὺς δὲ αὐτῷ συναιρομένους ἐκ τῶν ἀρχόντων τυπτήσας καὶ τῶν ὑπαρχόντων στερήσας ὑπερορίους ἐποίησεν.