Ancient Greek · ~16 min
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.25.1
Not analysed yet
Τῷ μὲν οὖν τῶν Βουλγάρων ἄρχοντι δῶρα πολλὰ παρασχὼν καὶ συνθήκας εἰρήνης μετ’ αὐτοῦ ποιησάμενος ἀπελθεῖν αὐτὸν παρεσκεύασεν. τοῦ δὲ Ἀψιμάρου καὶ Ἡρακλείου τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς αὐτὸν ἀχθέντων, ἀλλὰ μὴν καὶ τοῦ Λεοντίου, τὸν Ἡράκλειον σὺν ἄλλοις πλείοσιν ἐν ξύλοις παρὰ τοῖς τείχεσιν ἀπῃώρησε, τὸν Ἀψίμαρον δέ γε καὶ τὸν Λεόντιον δεσμίους διὰ τῆς Ἀγορᾶς περιαγαγὼν καὶ θεατρίσας ἱππικοῦ ἀγομένου, ῥιφέντας ὑπὸ τοὺς πόδας αὐτοῦ κατὰ τῶν τραχήλων πεπάτηκε, καὶ οὕτως ἐκτμηθῆναι τὰς αὐτῶν κεφαλὰς ἐν τῷ κυνηγίῳ προσέταξεν, ἑπτὰ τοῦ Ἀψιμάρου ἐνιαυτοὺς βασιλεύσαυτος. τὸν δὲ πατριάρχην Καλλίνικον πρότερον αὐτοῦ πηρώσας τὰ ὄμματα εἰς Ῥώμην ἔθετο ὑπερόριον. Κῦρον δέ τινα μοναχὸν ἔγκλειστον πατριάρχην προυβάλετο, ὃς αὐτῷ τὴν εἰς τὴν βασιλείαν ἀποκατάστασιν προεφοίβασε. πολὺ δὲ πλῆθος ἔκ τε τοῦ δημοτικοῦ καὶ τοῦ στρατιωτικοῦ τότε διέφθειρεν οὗτος ὁ βασιλεύς, τοὺς μὲν φανερῶς, ἐνίους μέντοι καὶ ἀφανῶς. στείλας δ’ εἰς Χαζαρίαν ἤγαγε τὴν γυναῖκα αὐτοῦ ἔ, ἤδη αὐτῷ τεκοῦσαν υἱόν, ὃν Τιβέριον κατωνόμασε, κἀκείνην δὲ καὶ τὸ παιδίον τοῦ τῆς βασιλείας ἀξιώσας ὀνόματος καὶ ἄμφω ἔστεψε. λύσας δὲ τὰς πρὸς τοὺς Βουλγάρους σπονδὰς κατ’ αὐτῶν ἐξεστράτευσε σὺν ἱππικαῖς τε καὶ πεζικαῖς δυνάμεσι καὶ σὺν στόλῳ πολλῷ, καὶ ἀπῆλθε πρὸς τὴν Ἀγχίαλον. τὸ μὲν οὖν πρῶτον δείσαντες οἱ Βούλγαροι εἰς τὰ ὅρη ἀνέδραμον, ἐκεῖθεν δὲ ἀσυντάκτως ὁρῶντες τὴν τῶν Ῥωμαίων στρατιὰν σκηνουμένην καὶ ἀπροσέκτως εἰς χορτασμάτων συλλογὴν σκιδναμένην, ἀνεθάρσησαν, καὶ ἐπελθόντες αὐτοῖς πολλοὺς μὲν ἀνεῖλον, οὐ μείους δὲ ᾐχμαλώτευσαν καὶ ἵππον συνέσχον πολλήν. ὁ μέντοι βασιλεὺς σὺν τοῖς περιλειφθεῖσιν εἰς τὸ ἐκεῖ συνεκλείσθησαν φρούριον. εἶτα τοὺς ἵππους πάντας νευροκοπήσαντες, ἔνα μὴ τούτους λάβοιεν οἱ πολέμιοι, τοῖς τοῦ στόλου σκάφεσιν ἐμβεβηκότες ἐπανῆλθον εἰς τὸ Βυζάντιον σὺν αἰσχύνῃ πολλῇ. μηνιῶν δὲ τοῖς ἐν Χερσῶνι, ὅτι ἐκεῖ περιωρισμένον αὐτὸν γνόντες νεωτερίζοντα ἠβουλήθησαν ἀνελεῖν, στέλλει τριήρεις καὶ δρόμωνας καὶ νῆας ἑτέρας τῶν φορτηγῶν σὺν στρατεύματι πλείστῳ καὶ δυσὶ στρατηγοῖς, ἐντειλάμενος αὐτοῖς μὴ φείσασθαί τινος τῶν ἐκεῖ, ἀλλὰ πάντας συγκόψαι τοῖς ξίφεσιν. οἱ σὺν οὐδενὶ πόνῳ, οὐ γὰρ ἀντέστησαν οἱ τῶν ἐν Χερσῶνι πόλεων κάτοικοι, παραλαβόντες αὐτοὺς ἅπαντας σχεδὸν ἀνῃρήκασι, μόνης τῆς νεαζούσης ἡλικίας μέχρι μειρακίων φεισάμενοι. ὁ μαθὼν Ἰουστινιανός, ὅτι μὴ καὶ τούτους ἀνεῖλον, ἐξώργιστο, καὶ πρὸς αὐτὸν ἀποσταλῆναι παρεκελεύσατο. ἀποσταλέντας δὲ καταποντισθῆναι ἐν τῇ θαλάσσῃ συνέβη τοὺς πλείονας, καὶ ἔδοξε τοῦτο τῷ βασιλεῖ καταθύμιον. καὶ οὐδ᾿ οὕτω τῆς κατ᾿ ἐκείνων μανίας ἐμπέπληστο, ἀλλ᾿ ἠπείλει καὶ αὖθις στελεῖν καὶ οὕτω τὴν χώραν ἐξερημῶσαι ὡς καὶ τὰς πόλεις καθελεῖν καὶ ἀροτριᾶσαι. διὰ ταῦτα οἱ ἔτι περιλειφθέντες ἐν Χερσῶνι καὶ οἱ τούτων περίοικοι ἀποστατήσαντες Φιλιππικὸν τὸν τοῦ Βαρδάνη, ὃν ὁ λόγος ἱστόρησε παρὰ τοῦ Ἀψιμάρου εἰς Κεφαλληνίαν περιορισθῆναι, ἄρτι ἀνακληθέντα ἐκ τῆς ὑπερορίας καὶ ἐπανιόντα πρὸς τὴν Κωνσταντινούπολιν, κἀκεῖ γενόμενον βασιλέα ἀναγορεύουσι, καὶ τοῦ σφῶν ἄρχοντος Ἡλία συμπράττοντος. ἃ μαθὼν Ἰουστινιανὸς τοὺς μὲν τοῦ Ἡλία παῖδας ἐν τῷ κόλπῳ κατέσφαξε τῆς μητρός, ἐκείνην δὲ δούλῳ αὐτῆς Ἱνδῷ μαγείρῳ συνέζευξεν. εἶτα στόλον ἐτοιμασάμενος στέλλει κατὰ Χερσῶνος, ἐντειλάμενος τῷ τοῦ στόλου κατάρχοντι ἡβηδὸν ξύμπαντας ἀνελεῖν. ἤδη δὲ καταλαβόντος τὴν Χερσῶνα τοῦ ναυτικοῦ καὶ πολιορκοῦντος αὐτὴν ἧκον Χάζαροι τοῖς Χερσωνίταις ἐπικουρήσοντες. ἐντεῦθεν ἡ μὲν πολιορκία ἐλέλυτο, οἱ δὲ τοῦ στόλου μὴ τολμῶντες πρὸς τὸν βασιλέα ἐπανελθεῖν, τοῦ μὲν βλασφημίας κατέχεον, τὸν δὲ Βαρδάνην ὡς βασιλέα εὐφήμησαν. καιροῦ δὲ πα αρρυἐντος συχνοῦ, ὅτι μηδὲν αὐτῷ ἐκ τοῦ στόλου μεμήνυτο, ὁ βασιλεὺς ὑποτοπήσας συμβῆναί τι φερόμενον κατ᾿ αὐτοῦ, ἐξώρμησε τῆς Βυζαντίδος, καὶ ἕως Σινώπης ἐλθὼν ὁρᾷ τὸν στόλον εὐθὺ τῆς πόλεως πλοῖζόμενον· αὐτίκα τοίνυν γέγονε καὶ αὐτὸς ὀπισθόρμητος. τοῦ δὲ Φιλιππικοῦ εὐπλοήσαντος, καὶ προκαταλαβόντος τὴν μεγαλόπολιν, ἐκεῖνος ἐν τῷ Δαματρύϊ ἐσκήνωσε. πρὸς ὃν ὁ εἰρημένος Ἡλίας σταλεὶς ἠδυνήθη πεῖσαι τὸ μετὰ Ἰουστινιανοῦ στρατιωτικὸν ἀποστῆναι αὐτοῦ καὶ προσρυῆναι Φιλιππι- κῶ. κατ’ ἀλειφθεὶς τοίνυν παρὰ τῶν στρατιωτῶν Ἰουστινιανὸς χειροῦται καὶ χερσὶν οἰκείαις εὐθὺς ὁ Ἡλίας ἀφεῖλε τὴν αὐτοῦ κεφαλήν. ὁ δ’ ἑ τούτου παῖς ὁ Τιβέριος μετὰ τῆς πρὸς μητρὸς μάμμης Ἀναστασίας, ἡ γὰρ μήτηρ αὐτοῦ Θεοδώρα ἔφθη θανεῖν, τῷ ἐν Βλαχέρναις ναῷ προσφυγὼν εἰσέδυ τὸ θεῖον θυσιαστήριον, καὶ ὑπὸ τὴν παναγῆ γενόμενος τράπεζαν, ἑνὸς τῶν ταύτην ἀνεχόντων στυλίσκων δεδραγμένος ἱκέτευε μὴ θανεῖν. ἀλλ’ οἱ σταλέντες εἰς ζήτησιν αὐτοῦ ἐξελκύσαντες τοῦ θυσιαστηρίου τὸν παῖδα μαχαίρᾳ τούτου τὸν λαιμὸν ὡς βοσκήματος ἀπέτεμον ἀπηνῶς.