Ancient Greek · ~7 min
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.26
Not analysed yet
Ἥδη δὲ τῆς βασιλείας τυχὼν ὁ Φιλιππικὸς κατὰ τῆς ἕκτης οἰκουμενικῆς συνόδου ὡπλίσατο, καὶ σύνοδον ἀθροίσας ὁ μάταιος ἠκύρωσεν ὅσον τὸ κατ’ αὐτὸν δι’ αὐτῆς τὴν ἁγίαν ἐκείνην σύνοδον. λέγεται γὰρ ἄρτι τοῦ Λεοντίου τῶν σκήπτρων ἐπειλημμένου χρησμοδοτῆσαι τούτῳ δὴ τῷ Φιλιππικῷ τὴν εἰς τὸν βασίλειον θρόνον ἀναγωγὴν μοναχόν τινα ἔγκλειστον ὄντα ἐν τῇ τοῦ Καλλιστράτου μονῇ, καὶ τῆς προρρήσεως αἰτῆσαι μισθὸν τὴν τῆς ἕκτης συνόδου ἀθέτησιν, ἦν γὰρ τῆς τῶν μονοθελητῶν ὁ μοναχὸς ἐκεῖνος αἱρέσεως, καὶ τὸν ὑποσχέσθαι. τὴν μὲν οὖν οἰκουμενικὴν ἕκτην ἕκτην σύνοδον ἠκύρωσεν, ὡς ἐδόκει. αὐτὸς δὲ σωροὺς χρημάτων ἐκ παλαιοτέρων θησαυρισθέντας αὐτοκρατόρων ἐν τοῖς βασιλείοις εὑρὼν εἰς οὐδὲν δέον τούτοις χρησάμενος τὰ πλείω διεσκόρπισε διὰ βραχέος καιροῦ· καὶ τάχα καὶ ἅπαντα κατηνάλωσεν ἄν, εἰ ἐπὶ πλέον τῇ βασιλείᾳ προσέμεινεν. ἐν μὲν γὰρ τῷ λέγειν ἐδόκει ῥητορικώτατος μὴ ἀμοιρῶν τε συνέσεως, ἐν δὲ τῷ πράττειν ἦν ξυμπάντων ἀσυνετώτερος καὶ πάμπαν ἀδέξιος. Κῦρον δὲ τὸν πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας, ἐπὶ ἓξ ἔτη ἐν ταύτῃ διαγαγόντα, Ἰωάννην ὁμόδοξον αὐτῷ προεβάλετο. οἱ μέντοι Βούλγαροι τὴν Θρᾴκην ἅπασαν ληισάμενοι μέχρι τῆς πόλεως κατέδραμον ἅπαντα καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους λαβόντες σχεδὸν ὑπὲρ ἀριθμὸν ὑπενόστησαν. ἀλλὰ μὴν καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον ὁμοίως οἱ τῆς Ἄγαρ διέθεντο. δύο δὲ παρελθόντων ἐνιαυτῶν καὶ μηνῶν τινων, ἐξότου τῆς βασιλείας ἐκράτησεν, ἱππήλατον ἐπιτελέσας ἀγῶνα, καὶ ἐν τῷ τοῦ Ζευξίππου μετὰ τὸν ἀγῶνα λουσάμενος λοετρῷ, συσσίτους τινὰς τῶν τῆς συγκλήτου πεποίητο, ὡς δ᾿ ἔνιοι λέγουσι, τοὺς ἐν τῇ τῶν ἵππων ἁμίλλῃ νικήσαντας. κατακείμενος οὖν ἐν τῷ συμποσίῳ παρά τινων τῶν τῆς γερουσίας κατασχεσθεὶς τυφλοῦται. ταῦτα δ᾿ ἐπράχθη κατὰ τὸ σάββατον τῆς πεντηκοστῆς. τῇ δ᾿ ἐξῆς κατ᾿ αὐτὴν δηλαδὴ τὴν πεντηκοστὴν ἀθροισθέντες οἵ τε τῆς συγκλήτου βουλῆς καὶ ὁ δημώδης ὄχλος Ἀρτέμιον τὸν πρωτοασηκρὴτις προχειρίζονται αὐτοκράτορα, μετονομάσαντες Ἀναστάσιον.