Ancient Greek
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.5.1
Not analysed yet
Ἀνερρήθη δὲ βασιλεὺς Ἰουστῖνος ὁ Θρᾷξ, γονέων μὲν ἐκφὺς ἀσήμων καὶ ἀφανῶν, καὶ αὐτὸς τὸ πρότερον αὐτουργῶν ἤ βουκόλος τυγχάνων καὶ συφορβός· εἶτα εἰς τύχην μεταταξάμενος στρατιωτικὴν καὶ φθάσας μέχρι ταγματαρχίας καὶ κόμης γενόμενος. μετὰ δέ γε τὴν τελευτὴν Ἀναστασίου, βουλῆς προτεθείσης περὶ προχειρίσεως βασιλέως ὁ εὐνοῦχος Ἀμάντιος, ὃς καὶ πραιπόσιτος ἦν καὶ μέγα δεδύνητο, θέλων Θεοκριτιανόν τινα οἰκεῖον ὄντα αὐτῷ βασι- λεῦσαι, χρήματα τῷ Ἰουστίνῳ παρέσχε διανέμειν τοῖς στρατιώταις, ἵν᾿ ἐκεῖνον ἕλωνται βασιλέα. ὁ δὲ τὰ χρήματα διανείμας ἑαυτῷ τὴν βασιλείαν προεμνηστεύσατο καὶ παρὰ τῶν στρατιωτῶν καὶ τοῦ δήμου εἰς τὴν τῆς αὐταρχίας ἀνήχθη περιωπήν. Ἀμάντιος δὲ ἐν δεινῷ πεποίητο τοῦ Ἰουστίνου τὸ σόφισμα καὶ αὐτῷ ἐπεβούλευε σὺν ἑτέροις τῶν ἐπιφανεστέρων, ὃν γνωσθέντα ὁ Ἰουστῖνος ἀνεῖλε σὺν Ἀνδρέᾳ κουβικουλαρίῳ καὶ τῷ Θεοκριτιανῷ. οὗτος ὁ Ἀμάντιος, ὅτε ὁ Ἀναστάσιος καθ’ ὕπνους ἐθεάσατο τὸν ἄνδρα τὸν τόμον φέροντα καὶ ἀπαλείψαντά τινας τῶν τῆς ζωῆς αὐτοῦ χρόνων, ὄναρ εἶδεν ὅτι ἐνώπιον τοῦ βασιλέως ἱσταμένῳ αὐτῷ χοῖρος ἐπῆλθε μέγας καὶ εἰς γῆν κατήραξεν αὐτὸν καὶ ἀνάλωσεν. οὗτος τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐδομήσατο· διὸ καὶ τὴν κλῆσιν ἐκείνου σώζει, τοῦ Ἀμαντίου καλούμενος. ὀρθοδοξότατος δ’ ὢν Ἰουστῖνος, δόγμα ἐξέθετο τὴν ἐν Χαλκηδόνι πάντας σέβεσθαι σύνοδον καὶ τοὺς αὐτὴν συστησαμένους ἑξακοσίους τριάκοντα ἁγίους πατέρας, τοῖς ἱεροῖς ἐγγραφῆναι διπτύχοις πασῶν τῶν ἐκκλησιῶν. γαμετὴν δ’ ἔχων Λουπικίαν κεκλημένην ἔστεψεν αὐτὴν καὶ Αὐγούσταν ἀνηγόρευσεν, Εὐφημίαν μετονομάσας. τούτῳ Βιταλιανός, ὃς ἐστασίασεν ἐπὶ Ἀναστασίου, πάνυ ᾠκείωτο, καὶ στρατηλάτης προεχειρίσθη, ἀλλὰ μὴν καὶ ὑπάτευσε, καὶ μέγα τι παρὰ τῷ Ἰουστίνῳ ἠδύνατο. ὀρθόδοξος δ’ ὢν τὸν Σευῆρον ἐκδιωχθῆναι τοῦ θρόνου τῆς Ἀντιοχείας καὶ ἀναιρεθῆναι προσέταξεν· ὃ γνοὺς ἐκεῖνος ἀπέδρα εἰς Αἴγυπτον μεθ’ ἑτέρων ὁμογνωμόνων, καὶ ταύτην ἐτάραξαν, τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον εἰσαγαγόντες. Σευήρου δὲ διαδράντος, Παῦλος ὁ ξενοδόχος τῶν Εὐβούλου Ἀντιοχείας προεχειρίσθη ἐπίσκοπος· καὶ πάντας δὲ τοὺς ἄδικον ὑπερορίαν ὑποστάντας ἐπὶ Ἀναστασίου ὁ Ἰουστῖνος κατήγαγεν. ἐν τοῖς τούτου χρόνοις ἀστὴρ ἐφάνη κομήτης ἐν τῇ ἀνατολῇ, κάτω τὰς ἀκτῖνας ἀφιείς, ὃν πωγωνίαν οἱ μετεωρολογοῦ ντές τές φασι, καὶ ὁ Βιταλιανὸς ἐδολοφονήθη παρὰ τῶν Βυζαντίων, μηνιώντων αὐτῷ ὡς πολλοὺς ἀνελόντι, ὅτ᾿ ἐπανέστη κατὰ Ἀναστασίου. οἱ δὲ προστάξει τοῦ βασιλέως Ἰουστίνου καὶ Ἰουστινιανοῦ φασιν ἀναιρεθῆναι αὐτὸν ἐν τῷ Παλατίῳ, θέλοντα καὶ αὐτοῦ τοῦ κρατοῦντος κατάρχειν· στρατηλάτης δὲ τῶν στρατευμάτων Ἰουστινιανὸς προκεχείριστο. Ἰωάννου άννου δὲ τοῦ Καππαδόκου θανόντος, ὃς πατριάρχης ἦν Κωνσταντινουπόλεως, κεχειροτόνητο Ἐπιφάνιος τῆς ἐκκλησίας ταύτης πρεσβύτερος· καὶ Ὁρμίσδα τοῦ πάπα Ῥώμης μετηλλαχότος τὸ ζῆν, Ἰωάννης τοὺς τῆς ἐκκλησίας Ῥωμαίων διεδέξατο οἴακας. ἔχθρας δὲ Ῥωμαίοις πρὸς Πέρσας οὔσης, ὁ βασιλεὺς Ἰου στῖνος πρὸς τὸν ῥῆγα τῶν οὔννων ἔστειλε πρέσβεις καὶ δῶρα, συμμαχίαν αἰτῶν κατὰ τῶν Περσῶν· καὶ ὃς συνέθετο. καὶ τοῦ Περσῶν δὲ βασιλέως Κουάδου τὸν αὐτὸν ῥῆγα περὶ συμμαχίας ἀξιώσαντος, ἐκεῖνος συμμαχῆσαι αὐτῷ ἐπηγγείλατο· καὶ ἀπῆλθε πρὸς Πέρσας μετὰ λαοῦ, κατὰ Ῥωμαίων ἀντιταξόμενος. ὁ μέντοι βασιλεὺς Ἰουστῖνος περὶ εἰρήνης πρεσβείαν στείλας πρὸς τὸν τῶν Περσῶν βασιλέα, μὴ πιστεύειν τοῖς Οὔννοις αὐτῷ ἔγραψεν, ὡς ὅρκους μετὰ Ῥωμαίων περὶ συμμαχίας ποιησαμένοις, καὶ χρήματα λαβοῦσι πολλά, καὶ βουλομένοις προδοῦναι αὐτοὺς ἐν πολέμου καιρῷ. ὁ δὲ Κουάδης τὸν ῥῆγα εἰ χρήματα παρὰ Ῥωμαίων εἴληφεν ἤρετο· τοῦ δὲ καταθεμένου ἀληθεύειν τὸν Ἰουστῖνον ὑπέλαβε καὶ αὐ- τίκα τὸν μὲν ἀνεῖλεν, καὶ τοὺς οὕννους σχεδὸν ἅπαντας, εἰ μή τινες ὀλίγοι διαδράντες ἐσώθησαν. τοῖς δὲ Ῥωμαίοις ἐσπείσατο καὶ τὸν Ἰουστῖνον ἐπίτροπον Χοσρόου τοῦ νεωτέρου τῶν υἱῶν αὐτοῦ ἐποιήσατο. τούτῳ γὰρ τὴν τῶν Περσῶν κατελίμ- πανε βασιλείαν, τοὺς πρεσβυτέρους παραβλεπόμενος. ὁ δὲ βασιλεὺς τὴν ἐπιτροπὴν παρῃτήσατο. ὁ μέντοι Λαζῶν ἀρχηγὸς Τζάθος ἀποστατήσας Περσῶν, προσερρύη τῷ Ἰουστίνῳ καὶ βαπτισθείς, υἱός τε τοῦ βασιλέως ὀνομασθεὶς καὶ βασιλεὺς Λαζῶν ἀναγορευθείς, γυναικί τε συζευχθεὶς ἑνὸς τῶν συγκλητικῶν θυγατρί, εἰς τὴν ἑαυτοῦ χώραν ἐπανελήλυθε. τοῦτο αἴτιον αὖθις μάχης Ῥωμαίοις καὶ Πέρσαις ἐγένετο, ὡς τοῦ βασιλέως Ῥωμαίων τοὺς αὐτοῖς ὑπείκοντας σφετεριζομένου. τότε καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν ἐν Νεγρᾷ τῇ πόλει συμβέβηκε. Κουάδης δὲ τοὺς ἐν τῇ αὐτοῦ ἀρχῇ τύγ’ χανόντας Μανιχαίους ἐφόνευσεν ἅπαντας καὶ τὸν αὐτῶν ἐπίσκοπον καὶ τὰς βίβλους κατέκαυσεν, ὅτι ἔνα τῶν υἱῶν αὐτοῦ τὴν αὐτῶν διδάξαντες αἵρεσιν τὰ αὐτῶν φρονεῖν παρεσκεύασαν. ἡ δὲ πόλις Ἀνάζαρβος ἢ Ἀνάζαρβα, τῆς δευτέρας Κιλικίας οὖσα μητρόπολις, τότε ὑπὸ σεισμοῦ συνεπτώθη· καὶ ἡ Ἔδεσσα, πόλις οὖσα περιφανὴς τῆς Ὀσροηνῶν ἐπαρχίας, κατεκλύσθη, τοῦ μέσον αὐτῆς ῥέοντος ποταμοῦ πλημμυρήσαντος, κεκλημένου Σκίρτου, καὶ τούς τε τῆς πόλεως οἴκους καταβαλόντος καὶ παρασύραντος καὶ τοὺς αὐτῆς ἐνοικοῦντας οὓς μὲν συγχώσαντος τοῖς συμπτώμασιν, οὑς δὲ καταποντίσαντος. μεθ’ ἡμέρας δὲ τοῦ ὕδατος ἐλαττωθέντος, εὑρέθη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ πλὰξ λιθίνη ἐν ἱερογλυφικοῖς γράμμασιν αὐτῇ ἐγκεκολαμμένοις λέγουσα ταῦτα, Σκίρτος ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις. καὶ τῆς Πομπηιουπόλεως τὸ ἥμισυ κατεπόθη, μέσον ῥαγείσης τῆς πόλεως, καὶ τῶν ἀνθρώπων πολλοὶ ἐν τῷ χάσματι ἔτι ζῶντες ἀπωλοφύροντο καὶ οὐδεὶς ἠδύνατο ἀνελέσθαι αὐτούς. καὶ γυνή τις ἐκ Κιλικίας τότε ἐγένετο γιγαντώδης καὶ τὴν ἀναδρομὴν τοῦ σώματος καὶ τὴν λοιπὴν διαρτίαν· παντὸς γὰρ εὐμήκους ἀνδρὸς εἰς πῆχυν ὅλον ὑπερανίστατο· ηὐρύνετο δὲ τοὺς ὤμους τε καὶ τὰ στέρνα ἐπὶ πολύ, καὶ τἄλλα δ’ εἶχε τῷ μήκει τε καὶ τῷ πλάτει ἀνάλογα, τὸ εἶδος λέγω καὶ τὴν φωνὴν καὶ τῶν βραχιόνων καὶ τῶν πήχεων τὴν στερρότητα καὶ τὸ μέγεθος καὶ τὸ τῶν δακτύλων ἁδρὸν καὶ ὅσα τούτοις ἑπόμενα. Ἰουστινιανοῦ δὲ στρατηλάτου, ὡς εἴρηται, μετὰ θάνατον Βιταλιανοῦ προβληθέντος, ἐκείνῳ ἀνεῖτο ἡ πάσα διοίκησις. καί ποτε τῶν τὰς ἡγεμονίας ἐχόντων δεομένων τοῦ βασιλέως κοινωνὸν τῆς βασιλείας ἑλέσθαι τὸν στρατηλάτην, ἐκεῖνος τῆς ἁλουργίδος ἁψάμενος δι’ εὐχῆς ὑμῖν ἤτω, φησί, μὴ νεώτερον ταύτην περιβαλέσθαι. καὶ τότε μὲν οὕτω τὴν ἐκείνων δέησιν διεκρούσατο. οἱ δ’ αὖθις μετ’ οὐ πολὺ ψήφισμα ἔθεντο τὴν τοῦ νωβελισσίμου ἀξίαν τῷ Ἰουστινιανῷ ἐπιψηφιζόμενον καὶ τὸν βασιλέα ᾐτοῦντο κυρῶσαι τὸ ψηφισθέν· καὶ ὃς εἴξας γράμμασιν οἰκείοις τοῦτο ἐκύρωσε. τραύματος δέ οἶ γενομένου περὶ τὴν κνήμην κλινήρης ἦν. ὡς δ’ ἡ νόσος ἐκραταιοῦτο καὶ ἀμφίβολον ἦν αὐτῷ τὸ βιώσιμον, μετακαλεῖται τὸν πατριάρχην Ἐπιφάνιον, μεταπέμπεται δὲ καὶ τοὺς ἐν τέλει, καὶ βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ἀναδείκνυσιν, αὐτὸς τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. καὶ εἰς τὸ τῆς ἱππηλασίας θέατρον τοῦ δήμου τῆς πόλεως ἀθροισθέντος, ἔξεισι πρὸς αὐτοὺς ἐστεμμένος ὁ Ἰουστινιανός, καὶ παρὰ πάντων εὐφημισθεὶς ἐπανῆκεν εἰς τὰ βασίλεια, τεσσαράκοντα καὶ πέντε τότε τυγχάνων ἐνιαυτῶν. αὐτίκα δὲ καὶ ἡ γαμετὴ αὐτοῦ Θεοδώρα ἀνερρήθη Αὐγούστα, καὶ μετ’ ὀλίγον τῷ Ἰουστίνῳ ἐπέλιπεν ἡ ζωή, βασιλεύσαντι ἔτη ἐννέα ἐφ’ ἡμέραις εἴκοσιν.