Ancient Greek · ~28 min
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.6.1
Not analysed yet
Καὶ ὁ μὲν εὐσεβῶς βασιλεύσας ἀπῆλθεν· ἄρξαν- τος δὲ Ἰουστινιανοῦ οὐκ εἰς μοναρχίαν ἡ βασιλεία κατέστη, ἀλλ’ εἰς διπλοῦν τὸ κράτος μεμέριστο· οὐδὲν γὰρ ἧττον τοῦ κρατοῦντος, εἰ μὴ καὶ μᾶλλον, ἡ κοινωνὸς αὐτῷ τοῦ βίου δεδύνητο. ἦν δὲ ὁ βασιλεὺς οὗτος ῥᾷστος μὲν πρὸς ἔντευξιν καὶ ἀναπεπταμένας εἶχε τὰς ἀκοὰς πρὸς διαβολήν, ὀξὺς δὲ πρὸς ἄμυναν, ἀφειδὴς πρὸς χρημάτων ἐξάντλησιν καὶ πρὸς συλλογὴν αὐτῶν ἀφειδέστερος. τὰ μὲν γὰρ ἀνήλισκεν εἰς οἰκοδομάς, τὰ δὲ ἵν’ αὐτῷ κατορθοῖντο ὅσα οἱ ἐτύγχανε πρὸς βουλῆς, τὰ δὲ εἰς πολέμους καὶ τὰς πρὸς τοὺς ἀνθισταμένους ταῖς ἑαυτοῦ θελήσεσιν ἔριδας. ὅθεν ἀεὶ χρημάτων δεόμενος ἐξελέγετο ταῦτα ἐκ τρόπων οὐκ εὐαγῶν καὶ χάριτας ᾔδει τοῖς προφάσεις αὐτῷ τοῦ ἀργυρολογεῖν ἐφευρίσκουσι. καὶ οὐχ ὁ μὲν οὕτω διέκειτο, ἡ δὲ βασιλὶς ἠλαττοῦτο κατά τι τοῦ αὐτοκράτορος ἤ πρὸς ἐξουσίαν ἢ πρὸς χρημάτων κτῆσιν ἐκ τρόπου παντός. ἐδύνατο μὲν γὰρ πολλῷ τῷ μέσῳ τοῦ ξυνευνέτου ἐπέκεινα, ἦν δὲ καὶ ποριμωτάτη πρὸς εὕρεσιν καινοτέρων καὶ πολυτρόπων ἐπινοιῶν. ἐντεῦθεν τοῖς ὑπηκόοις διχόθεν αἱ συμφοραί· οἵ τε γὰρ ἐτήσιοι δασμοὶ ἐπὶ μεῖζον ἐξῄροντο καὶ καινοὶ προσεπινενόηντο. καὶ οἱ μὲν ὡς μὴ περὶ τὴν εἰς τὸ θεῖον δόξαν ὀρθῶς διακείμενοι, οἱ δὲ ὡς ἀκολάστως βιοῦντες ἐκολάζοντο καὶ τὰς περιουσίας ἀφῄρηντο, οἱ δὲ διὰ τὰς πρὸς ἀλλήλους διαφοράς, καὶ ἄλλοι ἐξ ἄλλων τρόπων καὶ ἕτεροι ἐξ ἑτέρων. πάντας γὰρ ἀπαριθμεῖν μακρᾶς ἂν δέοιτο συγγραφῆς. κατὰ δὲ τὸ πέμπτον ἔτος τῆς βασιλείας αὐτοῦ ἀστέρος ὤφθη φαῦσις κομήτου, ὅς λαμπαδίας ὠνόμασται, ὡς ἄνω τὰς ἀκτῖνας ἱείς ,ὅς ἐφ᾿ ἡμέρας εἴκοσι φαίνων διήρκεσεν. ἔθετο δὲ καὶ πρὸς τοὺς Πέρσας σπονδάς. καὶ τὰ μὲν κατὰ τὴν ἑῴαν εἰρήνευον, τὴν δὲ πόλιν κατέτρυχον ἐμφύλιοι πόλεμοι, καὶ τὸ κάλλος αὐτῆς καὶ τὴν ἀγλαΐαν, ὅση περιελέλειπτο ἀπὸ τοῦ ἐν τῇ βασιλείᾳ τοῦ Λέοντος γεγονότος ἐμπρησμοῦ, διεφθάρκασι. μίσους γὰρ ἐμφύντος τοῖς δήμοις κατὰ τοῦ αὐτοκράτορος καὶ τῆς βασιλίσσης δι᾿ ἅπερ εἴρηται, ὡμονόησαν ἄμφω τὰ μέρη, τό τε Βένετον καὶ τὸ Πράσινον, καίτοι ἀεὶ ἀλλήλοις ἐναντιούμενα, καὶ στάσεως ἤρξαντο. ὁ δέ γε κρατῶν μοῖράν τινα βαρβάρων τῶν καλουμένων Αἰλούρων αὐτοῖς ἐπαφεὶς στῆσαι τὴν στάσιν οὕτως ἐπικεχείρηκεν. ἡ δ᾿ ἀνῆπτο μᾶλλον· μάχης γὰρ συρραγείσης μέσον τῶν δήμων καὶ τῶν βαρβάρων κατὰ τὸ λεγόμενον Μίλιον, καὶ πιπτόντων πολλῶν ἑκατέρωθεν, οἱ τῆς ἐκκλησίας καταπαῦσαι τὴν στάσιν καὶ τὸν πόλεμον σπεύδοντες τὰς παναγεῖς τῶν θείων εὐαγγελίων βίβλους ἀράμενοι καὶ τοῦ σωτῆρος ἡμῶν σεβάσμια ἐκτυπώματα εἰς μέσους τοὺς μαχομένους συνώθησαν ἑαυτούς, οἰόμενοι αἰδεσθέντας ἐκείνους τὰ ἅγια καταθέσθαι τὰ ὅπλα καὶ ἀποσχέσθαι τοῦ μάχεσθαι· ἀλλ᾿ οἱ βάρβαροι τῶν ἁγίων φροντίσαντες οὐδ᾿ ὁπωστιοῦν τούς τε δήμους συνέκοπτον καὶ οὐδὲ τῶν ἱερῶν ἢ τῶν ταῦτα φερόντων ἐφείδοντο. τοῦτο τοῖς τῆς πόλεως εἰς ἐρεθισμὸν τῆς στάσεως γέγονε, καὶ ὥσπερ αὐτῷ τῷ θείῳ ἀμύνοντες, εἰς ἀπόνοιαν ἐξήφθησαν πλείονα, καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες ἐκ τῶν ὑπερῴων ἐμάχοντο, λίθοις καὶ κεράμοις καὶ παντὶ τῷ προστυχόντι βάλλουσαι ἄνωθεν τὴν βάρβαρον ἐκείνην πληθύν. οἱ δὲ μανίᾳ ληφθέντες, καὶ ἀμύνασθαι τὰ γύναια θέλοντες, πῦρ ἐνιᾶσι τοῖς οἴκοις, ἐξ ὧνπερ ἐβάλλοντο. πνεύματος δὲ σφοδροῦ πνέοντος τηνικαῦτα, ἡ φλὸξ ἦρτο ταχέως ἀέριος καὶ πολλὰς μεγίστας τε καὶ καλλίστας οἰκοδομὰς κατῃθάλωσε καὶ ἀγάλματα κατέφλεξεν ἀρχαίων ἀνδρῶν ἐπισήμων ἐπὶ σοφίᾳ καὶ ἐπ᾿ ἀνδρείᾳ καὶ τοῖς διὰ χειρῶν καὶ συνετῶν βουλευμάτων ἀνδραγαθήμασι, καὶ ἐπὶ πᾶσιν αὐτὸ τὸ θεῖον τέμενος τοῦ μεγάλου ναοῦ, ὃν βασιλεὺς Κωνστάντιος ἐδομήσατο, καὶ τὸ τῆς ἁγίας Εἰρήνης, καὶ τὸν τοῦ Εὐβούλου ξενῶνα καὶ τὴν τοῦ Παλατίου Χαλκόστεγον, ἥτις ἦν ἡ νῦν καλουμένη Χαλκῆ, καὶ εἱρκτὴν χρηματίζουσαν καὶ τὸ τοῦ Σευήρου λουτρὸν τὸ λεγόμενον Ζεύξιππον καὶ ἄλλα πολλὰ κόσμον καὶ θαῦμα τῇ πόλει καὶ τῇ βασιλείᾳ περιποιούμενα. τότε τοίνυν ὁ βασιλεὺς ἑτέρως καταστορέσαι τὴν στάσιν διανενόητο· καὶ ἀνελθὼν εἰς τὸ θέατρον διαλεχθῆναι τοῖς δήμοις βεβούλευτο, καὶ πέμψας ἐκεῖ τὸ δημοτικὸν μετεστέλλετο. τὸ δ᾿ οὐκ ἠνείχετο προσελθεῖν, ἀλλὰ καὶ ἀλλήλοις παρεκελεύοντο φυλάξασθαι τὸ ἱππήλατον θέατρον, ἵνα μὴ ὡς ἐν εἱρκτῇ συγκλεισθεῖεν αὐτῷ καὶ τοῦ θυμοῦ τῶν κρατούντων γένωνται παρανάλωμα. ἐντεῦθεν εἰς τὴν Ἀγορὰν διαθέοντες, ἴτερον βασιλέα ἑαυτοῖς ἐβουλεύσαντο προχειρίσασθαι καί τινα συγγενῆ τοῦ βασιλέως Ἀναστασίου περισχόντες Ὑπάτιον, πῇ μὲν ἄκοντα, πῇ δέ γε πεπεισμένον, εἰς τὸν τοῦ μεγάλου Κωνσταντίνου Φόρον ἀπάγουσι, καὶ ἐπὶ ἀσπίδος αὐτὸν μετάρσιον ἄραντες ἀναγορεύουσι βασιλέα καὶ τὸ τῶν ἵππων ἐκεῖθεν ἁμιλ- λητήριον καταλαμβάνουσι θέατρον, εὐφημοῦντες αὐτόν, καὶ πορφυρίδα ἐζήτουν καὶ στέφος. ἐν τούτοις τῶν δήμων ἀσχολουμένων, ἴσχυσαν οἶ περὶ τὸν βασιλέα πλείστων χρημάτων διανομαῖς ὑποσῦραι τῶν Βενέτων πολλούς, καὶ οὕτως τὴν τῶν δήμων ὁμόνοιαν διαστήσαντες χωρήσαι κατ’ ἀλλήλων αὐτοὺς πεποιήκασι. τότε τοίνυν ἀθρόον ἐκ τῶν βασιλείων οἱ προκοιτοῦντες τῶν κρατούντων ἐξέθορον ἔνοπλοι, κἀκ τῆς πόλεως ἕτεροι στρατιῶται, καὶ οἶ βάρβαροι ἐπεισέφρησαν, καὶ τὰ πλήθη ὡς χόρτον ἄνευ φειδοῦς ἐξεθέριζον, ἤδη καὶ πρὸς ἄλληλα στασιάσαντα· μεστὸν γὰρ ἦν ἀνθρώπων τὸ θέατρον, τῶν μὲν τῆς τῶν στασιαζόντων μοίρας, τῶν δέ γε πλειόνων κατὰ θέαν τῶν γινομένων καὶ τῆς τοῦ Ὑπατίου ἀναρρήσεως ἠθροισμένων. τὸν δὲ Ὑπάτιον συλλαβόντες καὶ Πομπήιον τὸν ἀδελφὸν αὐτοῦ τῷ βασιλεῖ προσήγαγον, οἳ καὶ ἀνῃρέθησαν καὶ αἶ περιουσίαι αὐτῶν ἐδημεύθησαν. τῶν δ’ ἐκ τοῦ δήμου ἀναιρεθέντων εἰκάσθη εἶναι ὁ ἀριθμὸς ὡσεὶ τεσσαράκοντα χιλιάδες. οὐχὶ τῶν εἰρημένων δὲ δύο ἀνδρῶν μόνον ἐδημεύθησαν αἶ οὐσίαι, ἀλλὰ καὶ ἑτέρων πλειόνων συγκλητικῶν· κἀκεῖνοι δὲ πολυειδῶς ἐκολάσθησαν. ἐν δὲ τῇ στάσει ταύτῃ, ὡς εἴρηται, τῆς μεγάλης ἐκκλησίας καυθείσης, ἧς δομήτωρ ἦν ὁ Κωνστάντιος, ἑτέραν πολλῷ μείζω καὶ περιφανεστέραν ὁ βασιλεὺς Ἰουστινιανὸς ἀπήρξατο καινουργεῖν, τῆς οἰκοδομῆς αὐτῆς ἀρχθείσης κατὰ τὸ ἑξακισχιλιοστὸν τεσσαρακοστὸν ἔτος, ἰνδικτιῶνος πεντεκαιδεκάτης ἐνισταμένης ἐν Φευρουαρίῳ μηνί. οὐ μόνον δὲ τοῦ ἱεροῦ τούτου δόμου τῆς δομήσεως ὁ βασιλεὺς ἐκεῖνος ἀπήρξατο, ἀλλὰ καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἀπείρων χρημάτων δεόμενος τὰς τυπωθείσας ἀνέκαθεν ἐν ἑκάστη τῶν πόλεων δίδοσθαι σιτήσεις τοῖς ἐν αὐταῖς διδασκάλοις τῶν λογικῶν τεχνῶν ὑποθήκαις τοῦ ἐπάρχου ἐξέκοψε, καὶ οὕτω τῶν ἐν ταῖς πόλεσι διδασκαλείων ἐσχολακότων ἀγροικία τῶν ἐν αὐταῖς κατεκράτησε. κατά γε μὴν τὸ ἑπτακαιδέκατον ἔτος τῆς βασιλείας αὐτοῦ καὶ ὁ κίων ὁ μέγας, ὃς ἐν τῷ προαυλίῳ τοῦ μεγάλου ναοῦ καθίδρυται, τετελείωται, ἐφ’ οὗπερ οἰκεῖον ἀνδριάντα ἔφιππον οὗτος ὁ βασιλεὺς ἀνεστήλωσεν, ἔνθαπερ πρὶν ἕτερος ἔστατο κίων τοῦ μεγάλου Θεοδοσίου φέρων στήλην ἐξ ἀργύρου γύρου πεποιημένην παρὰ τοῦ ἐκείνου παιδὸς Ἀρκαδίου, ἕλκουσαν σταθμὸν λιτρῶν ἑπτακισχιλίων τετρακοσίων, ἣν καθελὼν ἐκεῖνος μετὰ τοῦ κίονος καὶ τὸν ἄργυρον ἀφελόμενος τὸν νῦν ὁρώμενον μετὰ τῆς οἰκείας στήλης ἀνήγειρε κίονα. ἀλλὰ καὶ ὁλκὸν μέγιστον ἐκ μολίβδου ἐξειργασμένον, δι’ οὗ τὸ ὕδωρ εἰς τὴν πόλιν εἰσήγετο, καταλέλυκε, πολλῆς ἐν ταῖς οἰκοδομαῖς τῆς ὕλης ταύτης δεόμενος. καὶ κλόνος δὲ τότε τῆς γῆς συνέβη σφοδρότατος, ἐξ οὗ συνεπτώθη τῆς Κυζίκου τὸ ἥμισυ. ἱστορεῖται δέ τις τότε τῷ Βυζαντίῳ ἐπιδημῆσαι ἕλκων κύνα τερατουργόν· πολλῶν γὰρ εἰς θέαν αὐτοῦ συνηγμένων, ἐδίδουν πλείους ἐκ τούτων τοὺς ἑαυτῶν δακτυλίους, καὶ πάντες ὁμοῦ πρὸ τοῦ κυνὸς κατετίθεντο. ὁ δ’ ἐκέλεύετο πρὸς τοῦ κυρίου αὐτοῦ ἑκάστῳ παρεσχηκέναι τὸν ἴδιον, καὶ τῷ στόματι λαμβάνων αὐτοὺς καθ’ ἔν ἁ ἀπλανῶς ἑκάστῳ τὸν οἰκεῖον προσένειμε. καὶ αὖθις προσετάττετο δεῖξαι τίς μὲν εὔπορος ἦν, τίς δὲ πένης ἢ τίς πόρνη τῶν γυναικῶν ἢ ποία χήρα, τίς δὲ συνεζευγμένη ἀνδρί, καὶ ἕτερα τοιαῦτα, καὶ πάντα ἐδείκνυεν ἀνεπισφαλῶς, ἑκάστου πρὸς τὸ ἐρώτημα τὸ ἱμάτιον κατέχων τῷ στόματι.