Ancient Greek
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.9.1
Not analysed yet
Ἐντεῦθεν μόνος αὖθις ὁ Βελισάριος στρατηγῶν πᾶσαν τὴν Ἰταλίαν καὶ τὰς αὐτῆς πόλεις ὑφ’ ἑαυτὸν ἐποιήσατο καὶ τοσοῦτον τοῖς βαρβάροις καὶ φοβερὸς καὶ ἐράσμιος γέγονεν ὡς τῆς σφῶν ἀρχῆς αὐτὸν ἀξιοῦν καὶ βασιλέα ἱκετεύειν αὐτὸν γενέσθαι σφῶν καὶ ἑαυτοὺς καὶ τὰ σφέτερα πάντα ἀνατιθεμένων αὐτῶ. ὁ δὲ “οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ” ἔφη “βασιλεὺς αὐτὸς κληθῆναι ἀνέξομαι”, ὡς περὶ τούτων ὁ Καισαρεὺς Προκόπιος, αὐτῷ τότε συστρατευόμενος, ἔγραψεν. ἐντεῦθεν τοίνυν ἐπίφθονος γεγονὼς διαβάλλεται πρὸς τὸν βασιλέα ὡς βασιλείας ἐρῶν, καὶ ὃς αὐτὸν ἐκεῖθεν μετεκαλέσατο ὡς εἰς τὴν ἑῴαν στρατεύσοντα καὶ τὸν Μηδικὸν ἐμπιστευθησόμενον μένον πόλεμον. τελευτᾷ μέντοι καὶ ἡ Αὐγοῦστα Θεοδώρα, ἐπιβιοῦσα τῇ βασιλείᾳ ἔτη εἴκοσι πρὸς ἑνὶ καὶ μησὶ τρισί. τῆς δὲ μεγάλης ἐκκλησίας ἀπαρτισθείσης ἤδη καὶ καθιερωθείσης, συνέβη πεσεῖν ἐκ σεισμοῦ τὴν πρὸς ἀνατολὴν μεγάλην σφαῖραν τοῦ τοιούτου ναοῦ, ἣ πεσοῦσα τό τε κιβώριον τῆς ἁγίας τραπέζης καὶ αὐτὴν ἐκείνην τὴν παναγῆ τράπεζαν καὶ τὸν ἄμβωνα συνέτριψεν, ὅθεν λέγεται καὶ τὸν τροῦλον προστάξει τοῦ βασιλέως καθαιρεθῆναι, καὶ αὖθις ἀνεγερθῆναι ἐπὶ πόδας εἴκοσι καὶ πέντε με- τεωρότερον καὶ καθιερωθῆναι παρὰ Εὐτυχίου πατριάρχου τὸ δεύτερον. ἐπὶ τούτου τοῦ βασιλέως καὶ τὸ κῆτος ἑάλω, ὃ εἰς πεντήκοντα καὶ ἐπέκεινα Βυζαντίοις ἠνώχλει ἐνιαυτούς, ὃ πορφύριον ἐκάλουν, οὐκ ἀεὶ μὲν φαινόμενον, ἀλλ᾿ ἐκ διαλειμμάτων. δ’ ἐφαίνετο, πολλὰς μὲν τῶν νηῶν ὑποβρυχίους ἐτίθει, πολλοῖς δὲ φθορᾶς αἴτιον ἀνθρώποις ἐγίνετο, καθ’ οὗ πολλαῖς μὲν ἐχρήσαντο μηχαναῖς, πᾶσαι δ’ ἔμενον ἄπρακτοι, ἑάλω μέντοι δελφῖνας διῶκον. οἱ μὲν γὰρ ἐκεῖνο φεύγοντες τῇ γῇ προσεπέλαζον, τὸ δὲ τὴν κατ’ ἐκείνων ὁρμὴν οὐκ ἀνέκοπτεν, ἕως ἄγχιστά πῃ τῆς γῆς γεγονὸς ἰλύι βαθείᾳ καὶ τελματώδει ἐμπέπτωκεν. ἔνθα δὴ τῷ πηλῷ προσεπέπλαστο καὶ τοῦ τέλματος οὔπως ἔτι ἀναδῦναι δεδύνητο. ὃ τοῖς περιοίκοις γνωσθὲν ὥπλισεν αὐτοὺς κατὰ τοῦ θαλαττίου τούτου θηρός, καὶ ἀξίναις αὐτὸ συγκόψαντες καὶ πελέκεσιν ἀπέκτειναν. εἶτα σχοίνους τῶν ἁδροτέρων τούτου ἐξάψαντες ζεύγεσι βοῶν αὐτὸ τῆς θαλάσσης ἐξείλκυσαν. ἦν δὲ τὸ μῆκος μὲν αὐτοῦ τριάκοντα πήχεων, ἐς δέκα δ’ ηὐρύνετο, ὡς ὁ Καισαρεὺς Προκόπιος καὶ περὶ τούτου ἱστόρησεν. ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως κατὰ τὸν αὐτὸν συγγραφέα καὶ τὰ τῶν Σηρῶν νήματα, ἡ μέταξα δηλαδή, παρὰ Ῥωμαίοις γίνεσθαι ἤρξατο. ἤγετο μὲν γὰρ ἐκ Περσῶν ὠνούμενον δι’ ἐμπόρων παρὰ Ῥωμαίους τὸ τῆς μετάξης χρῆμα, οὐκ ᾔδεισαν μέντοι οὔθ’ ὅπως γίνοιτο οὔθ’ ὅτι νήματα σκωλήκων ἐστί. μοναχοὶ δὲ δύο τινὲς πρὸς τὸ Βυζάντιον ἐξ Ἰνδίας ἀφικόμενοι τὴν ταύτης γένεσιν ἀφηγήσαντο, καὶ ὑπισχνοῦντο κομίσαι τῶν σκωλήκων ἐκείνων γόνον ᾠά, ὄντα τὸν ὄγκον βραχύτατα, καὶ δεῖξαι Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται θαλπόμενα καὶ εἰς σκώληκας μεταμείβονται, καὶ ὅπως δημιουργοῦσι τὴν μέταξαν, τὴν φύσιν σχόντα διδάσκαλον. τούτους τοίνυν τοὺς μοναχοὺς ὁ βασιλεὺς Ἰουστινιανὸς δωρεαῖς τε πρὸς τὸ παρὸν καὶ πρὸς τὸ μέλλον λαμπραῖς ὑποσχέσεσι πρὸς τὸ ἔργον ἐπέρρωσεν. οἱ δὲ τά τε τῶν Σηρῶν ᾠὰ μετεκόμισαν ἐς Βυζάντιον καὶ εἰς σκώληκας ταῦτα μετήμειψαν κόπρῳ ἐνθέμενοι καὶ ταύτῃ θερμήναντες καὶ συκαμίνων ἔθρεψαν φύλλοις καὶ μέταξαν εἰργάσαντο δι’ αὐτῶν, κἀντεῦθεν τοῦ λοιποῦ τοῖς Ῥωμαίοις ἐγνώσθη ὅπως ἐργά- ζοιτο μέταξα. ἐπιβουλῆς δὲ παρὰ πολλῶν μελετωμένης μηνυθείσης τῷ βασιλεῖ, καὶ ὁ πατρίκιος Βελισάριος κατηγορήθη μετέχειν αὐτῆς, καὶ ἀφείλετο μὲν ὁ βασιλεὺς τοὺς δορυφόρους αὐτοῦ ξύμπαντας, ἐκεῖνον δ’ ἐν τῷ οἴκῳ αὐτοῦ ἀφῆκε τηρούμενον· τελευτήσαντος δὲ ἡ τούτου περιουσία τοῖς βασιλικοῖς ἀπονενέμητο θησαυροῖς. Ἰουστινιανὸς δὲ περὶ τὰ τελευταῖα αἱρέσει ἁλώσιμος γεγονὼς τῇ τῶν Ἀφθαρτοδοκητῶν, οἳ οὐ φθαρτὴν τὴν σάρκα προσλαβεῖν τὸν κύριον, ἀλλ’ ἄφθαρτον ἅμα τῇ προσλήψει εἶναι αὐτὴν δογματίζουσιν, οὕτω πιστεύειν ἅπαντας ἔσπευδεν, ἀντιλέγοντα δ’ αὐτῷ καὶ ἀντιδιατιθέμενον τὸν πατριάρχην Εὐτύχιον ὑπερόριον ἔθετο εἰς Ἀμάσειαν, Α καὶ προεχειρίσθη πατριάρχης ὁ ἀπὸ σχολαστικῶν Ἰωάννης, Ἀντιοχείας ὢν ἀποκρισιάριος, ἐτελεύτησε δ’ οὕτω φρονῶν Ἰουστινιανός, βασιλεύσας ἴτη τριάκοντα καὶ ὀκτώ, μῆνας ἑπτά, ἡμέρας τρισκαίδεκα, τῷ ἀνεψιῷ αὐτοῦ Ἰουστίνῳ τὴν βασιλείαν καταλιπών, ὃς κουροπαλάτης τετίμητο.