Ancient Greek · ~15 min
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.8.1
Not analysed yet
Ἤδη δὲ τοῦ τῶν Οὐανδήλων πολέμου καταλυθέντος στέλλεται παρὰ τοῦ βασιλέως εἰς Ῥώμην, ταύτην τε καὶ πᾶσαν αὐτῷ τὴν Ἰταλίαν παραστησό μένος, ὑπὸ Γότθων κατεχομένην, ὧν Θευδᾶτος ἦν ἡγεμών. τοῦτο μαθὼν ὁ Θευδᾶτος, Ἀγαπητὸν τὸν Ῥώμης μέγαν ἀρχιερέα, ἄνδρα θεσπέσιον, στέλλει τῷ βασιλεῖ πρεσβευσόμενον. ὁ δὲ καταλαβὼν τὸ Βυζάντιον καὶ τῷ Ἰουστινιανῷ ἐντυχών, πρῶτον περὶ θεοῦ καὶ τῆς εἰς αὐτὸν διαλέγεται πίστεως, καὶ τὴν εἰς τὸν θρόνον τῆς νέας Ῥώμης ἀναγωγὴν Ἀνθίμου ὑπ’ αἰτίαν πεποίητο, ὅτι τε μὴ κανονικῶς ἐκ Τραπεζοῦντος, ἣ τῶν εἰς τὸν Πολεμωνιακὸν πόντον κειμένων πόλεων τυγχάνει μητρόπολις, εἰς τὴν Κωνσταντινούπολιν μετήνεκτο, καὶ ὅτι καὶ τῆς Σευήρου κακοδοξίας μετέσχηκεν. ὁ δ’ αὐτοκράτωρ σπουδῇ τῆς βασιλίδος τὸν Ἄνθιμον τῆς ἀρχιερατικῆς ἀξιώσας καθέδρας τῆς Κωνσταντινουπόλεως, τῆς οἰκείας ἀντείχετο πράξεως. ἐνισταμένου δ’ ἔτι τοῦ θείου Ἀγαπητοῦ, καὶ ἠπείλει αὐτῷ, κύριος εἶναι λέγων πράττειν ὃ βούλοιτο. ὡς δ’ ἐπεγέλα ἀπειλοῦντι τῷ βασιλεῖ ὁ ἀρχιερεύς, καὶ ἡδέως ἂν δέξασθαι τὴν σφαγὴν ἀντεπῆγε καὶ μακάριος εἶναι, εἰ τοιούτου τέλους ἀξιωθείη, ᾐδέσθη ὁ αὐτοκράτωρ, καὶ μεταβαλὼν ὑπὸ ζήτησιν τὴν πρᾶξιν καθίστησι. καὶ ἀντεῖπον μέν τινες τῶν ἀρχιερέων τῷ πάπα Ῥώμης Ἀγαπητῷ, τῇ βασιλίσσῃ χαριζόμενοι, παρ’ ἧς καὶ χρήμασιν ὑπεφθάρησαν. πάντων δ’ ἐκεῖνος τῇ ἀληθείᾳ συνηγορῶν ὑπερτέρησε, καὶ ὁ Ἄνθιμος τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως ἐκβέβλητο, ἔτος ἒν ἀπολαύσας, αὐτοῦ τοῦ βασιλέως αἰδεσθέντος τὸν ἱερώ- τατὸν πάπαν καὶ τὴν ἀλήθειαν. ἀντεισήχθη δὲ Μηνᾶς, ἀνὴρ εὐσεβέστατος, αὐχῶν μὲν πατρίδα τὴν κατ’ Αἴγυπτον Ἀλεξάνδρειαν, ἐκφὺς δ’ ἑνὸς τῶν ἐν ταύτῃ ἐπιφανῶν, καὶ λόγων οὐκ ὢν ἀνομίλητος, καὶ μάλιστά γε τῶν θειοτέρων. οὕτω δὲ τῆς ἀρχιερωσύνης Μηνὰς ὁ θεῖος τυχὼν ἣ μᾶλλον ἐκείνης εὐτυχησάσης αὐτόν, σύνοδον μερικὴν συγκροτεῖ σὺν τῷ πάπᾳ Ἀγαπητῷ, καὶ ἀναθέματι περιβάλλει Σευῆρον καὶ Εὐτυχῆ καὶ Πέτρον καὶ τὸν Ἁλικαρνασσέα Ἰουλιανὸν καὶ τὸν Ἄνθιμον ὡς ἐκείνοις ὁμόφρονα. ἔτι δ’ ἐν τῷ Βυζαντίῳ διάγων ὁ ἱερώτατος πάπας Ἀγαπητὸς μετήλλαξε τὴν ζωήν. ὁ μέντοι Μηνᾶς ἐπὶ δέκα καὶ ἕξ τὴν ἐκκλησίαν εὐσεβῶς ἰθύνας ἔτη τὸν βίον κατέλυσε· καὶ ἀνήχθη εἰς τὴν ἀρχιερατικὴν καθέδραν τῆς νέας Ῥώμης Εὐτύχιος, προστὰς ὀρθοφρόνως τῆς ἐκκλησίας ἐνιαυτοὺς δυοκαίδεκα. ἐφ᾿ οὗ καὶ ἡ πέμπτη συνήθροιστο σύνοδος τῶν ἑκατὸν ἑξήκοντα καὶ πέντε ἁγίων πατέρων, ὧν ἐξῆρχε Βιγίλιος πάπας Ῥώμης καὶ ὁ εἰρημένος Εὐτύχιος καὶ ὁ Ἀλεξανδρείας Ἀπολλινάριος. συνήθροιστο δὲ κατὰ Ὠριγένους καὶ τῶν ἀλλοκότων ἐκείνου δοξῶν καὶ τῶν τὰ ἐκείνου πρεσβευσάντων Διδύμου καὶ Εὐαγρίου, οἵτινες τῶν ψυχῶν προΰπαρξιν ἐδογμάτιζον καὶ τέλος τῆς κολάσεως ἔλεγον καὶ τῶν δαιμόνων εὶς τὸ ἀρχαῖον ἀποκατάστασιν καὶ ἕτερα πλείονα, οὓς καὶ ἀναθέματι σὺν τοῖς αὐτῶν ὑπέβαλε δόγμασιν, ἀλλὰ καὶ τὸν Μοψουεστίας Θεόδωρον τὰ Νεστορίου φρονοῦντα, ἢ μᾶλλον ἐκείνου γεγονότα διδάσκαλον, καὶ τοῦ βασιλέως Ἰουστινιανοῦ παρόντος ἐν τῇ συνόδῳ, καὶ συνευδοκοῦντος οἶς οἱ θεῖοι πατέρες ἐκεῖνοι θεοφιλῶς ᾠκονόμησαν. ἀλλὰ ταῦτα μὲν ταύτῃ συνήνεκτο. ὁ Βελισάριος δὲ εἰς Ἰταλίαν ἐκπλεύσας πρῶτον μὲν πολιορκίᾳ λαμβάνει Νεάπολιν, εἶτα καὶ εἰς αὐτὴν τὴν Ῥώμην ἐπιδημήσας, ὁμοῦ μὲν δυνάμει, ὁμοῦ δὲ καὶ τῇ τῶν ἀστῶν εὐνοίᾳ, γέγονε καὶ ταύτης ἐντός· ὁ γὰρ τῶν Γότθων ἄρχων Θευδᾶτος ἐν Ῥαβέννῃ διάγων ἐτύγχανε. καὶ Μεδιόλανα δὲ ἡ πόλις κατεσχέθη παρὰ Ῥωμαίων. τῶν δὲ Γότθων αὖθις πολιορκούντων αὐτὴν ὁ βασιλεὺς τὸν Ναρσῆν μετὰ δυνάμεως ἐπαρῆξαι τῷ Βελισαρίῳ ἀπέστειλεν. ἦν δὲ ὁ Ναρσῆς ἐκτομίας, ἄλλως μέντοι γενναῖός τε καὶ στρατηγικώτατος καὶ τοῖς κρατοῦσιν ᾠκειωμένος. ἀλλήλοιν οὖν μὴ συμφωνοῦντε τούτω τὼ διττὼ στρατηγώ, ὁ μὲν γὰρ Βελισάριος ἑαυτῷ τῶν κατορθωμάτων ἤθελε τὸ πᾶν ἐπιγράφεσθαι, ὁ δέ γε Ναρσῆς οὐκ ἠνείχετο ὑπ᾿ ἐκεῖνον τετάχθαι δοκεῖν, διῃρέθη- σαν, καὶ ὁ μὲν ἄλλῃ, ὁ δ’ ἄλλῃ διετίθουν τὸν πόλεμον, διὸ καὶ ἐσφάλησαν ἴν τισι. τῶν γὰρ Μεδιολάνων οἱ ταῦτα φρουροῦντες βασιλικοὶ τῶν ἀναγκαίων ἔνδειαν προβαλλόμενοι τοῖς Γότθοις ἐξέστησαν, καὶ τάχα καὶ εἰς μεῖζόν τι κακὸν ἐτελεύτησεν ἂν ἡ ἔρις ἀμφοῖν, εἰ μὴ ὁ βασιλεὺς τὸν Ναρσῆν διὰ γραμμάτων πρὸς ἑαυτὸν μετεστείλατο.